← 色诺芬

居鲁士的教育

§7.5.70-7.5.78

居鲁士的演说与守成所需的德行操练

居鲁士认识到单凭雇佣军不足以保全帝国,遂召集贵族同僚以确保他们坚持操练德行。他在集会上指出所获战利品完全合法,并警诫众人守成比创业更需要自制、审慎与操练。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5.70

αὕτη μὲν δὴ ἡ περὶ αὐτόν τε φυλακὴ καὶ ἡ ἐν Βαβυλῶνι τότε κατασταθεῖσα καὶ νῦν ἔτι οὕτως ἔχουσα διαμένει. σκοπῶν δʼ ὅπως ἂν καὶ ἡ πᾶσα ἀρχὴ κατέχοιτο καὶ ἄλλη ἔτι προσγίγνοιτο, ἡγήσατο τοὺς μισθοφόρους τούτους οὐ τοσοῦτον βελτίονας τῶν ὑπηκόων εἶναι ὅσον ἐλάττονας·1 τοὺς δὲ ἀγαθοὺς ἄνδρας ἐγίγνωσκε συνεκτέον εἶναι, οἵπερ σὺν τοῖς θεοῖς τὸ κρατεῖν παρέσχον, καὶ ἐπιμελητέον2 ὅπως μὴ ἀνήσουσι τὴν τῆς ἀρετῆς ἄσκησιν.

关于居鲁士身边的卫队以及巴比伦城内的驻军,当时如此设立后,至今仍依样维持着。然而,当他思忖如何既能守住整个帝国又能增添疆土时,他认为这些雇佣兵优于被统治者之处,远抵不上他们人数的劣势;他认识到,必须将那些蒙神明相助而夺得统治权的贤良之士团结在一起,并且必须留意不让他们松懈对德行的操练。

§7.5.71

ὅπως δὲ μὴ ἐπιτάττειν αὐτοῖς δοκοίη, ἀλλὰ γνόντες καὶ αὐτοὶ ταῦτα ἄριστα εἶναι οὕτως ἐμμένοιέν τε καὶ ἐπιμελοῖντο τῆς ἀρετῆς, συνέλεξε τούς τε ὁμοτίμους καὶ πάντας ὁπόσοι ἐπικαίριοι ἦσαν καὶ ἀξιοχρεώτατοι ἐδόκουν αὐτῷ κοινωνοὶ εἶναι καὶ πόνων καὶ ἀγαθῶν. ἐπεὶ δὲ συνῆλθον, ἔλεξε τοιάδε. ἄνδρες φίλοι καὶ σύμμαχοι, τοῖς μὲν θεοῖς μεγίστη χάρις ὅτι ἔδοσαν ἡμῖν τυχεῖν ὧν ἐνομίζομεν ἄξιοι εἶναι. νῦν γὰρ δὴ ἔχομεν καὶ γῆν πολλὴν καὶ ἀγαθὴν καὶ οἵτινες ταύτην ἐργαζόμενοι θρέψουσιν ἡμᾶς· ἔχομεν δὲ καὶ οἰκίας καὶ ἐν ταύταις κατασκευάς.

为了不显得自己是在向他们发号施令,而是让他们自己认识到此举最为得当,从而在德行中坚守并以此为念,他召集了同等阶层的人,以及所有身居要职、在他看来最堪与自己同甘共苦的人。 当他们聚集之后,他发表了如下讲话:“朋友们,同盟者们,对神明当致以极大的感恩,因为他们赐予我们得到了自认当得之物。如今我们确实拥有了广袤而肥沃的土地,以及通过耕作这些土地来供养我们的人;我们还拥有了房屋及其中的设施财物。

§7.5.73

καὶ μηδείς γε ὑμῶν ἔχων ταῦτα νομισάτω ἀλλότρια ἔχειν· νόμος γὰρ ἐν πᾶσιν ἀνθρώποις ἀίδιός ἐστιν, ὅταν πολεμούντων πόλις ἁλῷ, τῶν ἑλόντων εἶναι καὶ τὰ σώματα τῶν ἐν τῇ πόλει καὶ τὰ χρήματα. οὔκουν ἀδικίᾳ γε ἕξετε ὅ τι ἂν ἔχητε, ἀλλὰ φιλανθρωπίᾳ οὐκ ἀφαιρήσεσθε, ἤν τι ἐᾶτε ἔχειν αὐτούς.

你们之中任何人拥有这些财物时,切不可认为自己占有了他人之物;因为在全人类中存在一条恒常的法则是:每当交战中的城邦陷落,城中之人的身体和财产便均归攻克者所有。因此,凡你们所拥有的,绝非出于不义而占有;相反,若你们听任他们保留任何东西,那是出于仁爱而不加剥夺。

§7.5.74

τὸ μέντοι ἐκ τοῦδε οὕτως ἐγὼ γιγνώσκω ὅτι εἰ μὲν τρεψόμεθα ἐπὶ ῥᾳδιουργίαν καὶ τὴν τῶν κακῶν ἀνθρώπων ἡδυπάθειαν, οἳ νομίζουσι τὸ μὲν πονεῖν ἀθλιότητα, τὸ δὲ ἀπόνως βιοτεύειν εὐδαιμονίαν, ταχὺ ἡμᾶς φημι ὀλίγου ἀξίους ἡμῖν αὐτοῖς ἔσεσθαι καὶ ταχὺ πάντων τῶν ἀγαθῶν στερήσεσθαι.

然而,对于此后之事,我的看法是:如果我们转向懈怠和恶劣之人的奢靡享受——他们把劳作视为苦难,把无劳而居视为幸福——我断言,我们很快就会在自己眼中变得毫无价值,并迅速被剥夺一切良善之物。

§7.5.75

οὐ γάρ τοι τὸ ἀγαθοὺς ἄνδρας γενέσθαι τοῦτο ἀρκεῖ ὥστε καὶ διατελεῖν,3 ἢν μή τις αὐτοῦ διὰ τέλους ἐπιμελῆται· ἀλλʼ ὥσπερ καὶ αἱ ἄλλαι τέχναι ἀμεληθεῖσαι μείονος ἄξιαι γίγνονται καὶ τὰ σώματά γε τὰ εὖ ἔχοντα, ὁπόταν τις αὐτὰ ἀνῇ ἐπὶ ῥᾳδιουργίαν, πονήρως πάλιν ἔχει, οὕτω καὶ ἡ σωφροσύνη καὶ ἡ ἐγκράτεια καὶ ἡ ἀλκή, ὁπόταν τις αὐτῶν ἀνῇ τὴν ἄσκησιν, ἐκ τούτου εἰς τὴν πονηρίαν πάλιν τρέπεται.

因为单凭成为良善之士,若不自始至终加以维护,并不足以使人一直保持优秀;就像其他技艺若遭荒废就会贬值,健康的躯体一旦放任其懈怠就会重归孱弱一样,明智、自制与勇气也是如此,一旦有人放松操练,便会由此再次滑向恶劣。

§7.5.76

οὔκουν δεῖ ἀμελεῖν οὐδʼ ἐπὶ τὸ αὐτίκα ἡδὺ προϊέναι αὑτούς. μέγα μὲν γὰρ οἶμαι ἔργον καὶ τὸ ἀρχὴν καταπρᾶξαι, πολὺ δʼ ἔτι μεῖζον τὸ λαβόντα διασώσασθαι. τὸ μὲν γὰρ λαβεῖν πολλάκις τῷ τόλμαν μόνον παρασχομένῳ ἐγένετο, τὸ δὲ λαβόντα κατέχειν οὐκέτι τοῦτο ἄνευ σωφροσύνης οὐδʼ ἄνευ ἐγκρατείας οὐδʼ ἄνευ πολλῆς ἐπιμελείας γίγνεται.

因此,我们绝不可疏忽大意,亦不可让自己沉湎于眼前的享乐。因为我认为,开创统治基业虽是一件大事,但夺得之后将其保全守住,更是一件重大得多的事业。因为夺得往往只需展现胆略之人即可办到,但夺得之后要加以维持,若无明智、若无自制、若无极大的留心关照,便绝不可能实现。

§7.5.77

ἃ χρὴ γιγνώσκοντας νῦν πολὺ μᾶλλον ἀσκεῖν τὴν ἀρετὴν4 ἢ πρὶν τάδε τἀγαθὰ κτήσασθαι, εὖ εἰδότας ὅτι ὅταν πλεῖστά τις ἔχῃ, τότε πλεῖστοι καὶ φθονοῦσι καὶ ἐπιβουλεύουσι καὶ πολέμιοι γίγνονται, ἄλλως τε κἂν παρʼ ἀκόντων τά τε κτήματα καὶ τὴν θεραπείαν ὥσπερ ἡμεῖς ἔχῃ. τοὺς μὲν οὖν θεοὺς οἴεσθαι χρὴ σὺν ἡμῖν ἔσεσθαι· οὐ γὰρ ἐπιβουλεύσαντες ἀδίκως ἔχομεν, ἀλλʼ ἐπιβουλευθέντες ἐτιμωρησάμεθα.

明了这些道理后,我们如今比起获得这些利益之前,应当更加切实地操练德行,深知每当一个人拥有最多之时,也正是最多人嫉妒、图谋暗算并成为其敌人的时候,尤其当我们如现在这般,是违背对方意愿而占有其财产与臣服之时。诚然,我们应当坚信神明必与我们同在;因为我们并非出于不义的图谋而占有这些,而是因遭人图谋才施行了惩处。

§7.5.78

τὸ μέντοι μετὰ τοῦτο κράτιστον ἡμῖν αὐτοῖς παρασκευαστέον· τοῦτο δʼ ἐστὶ τὸ βελτίονας ὄντας τῶν ἀρχομένων ἄρχειν ἀξιοῦν. θάλπους μὲν οὖν καὶ ψύχους καὶ σίτων καὶ ποτῶν καὶ πόνων καὶ ὕπνου ἀνάγκη καὶ τοῖς δούλοις μεταδιδόναι· μεταδιδόντας γε μέντοι πειρᾶσθαι δεῖ5 ἐν τούτοις πρῶτον βελτίονας αὐτῶν φαίνεσθαι.

然而,在此之后有一件最紧要之事须由我们自己准备,那就是:要凭自己优于被统治者而享有统治的资格。炎热、严寒、饮食、劳苦与睡眠,我们固然不得不分给奴隶一份;但在与他们分担这些的同时,我们必须努力在这些事情上首先显出自己优于他们。”

语法注5 条
  1. 7.5.70οὐ τοσοῦτον βελτίονας τῶν ὑπηκόων εἶναι ὅσον ἐλάττονας

    此处运用了相关比较结构“οὐ τοσοῦτον... ὅσον...”(与其说……不如说…… / 不及……那么……)。字面义为“他们在优于被统治者的程度上,远比不上他们在人数上劣势的程度”,即雇佣军在素质上的微弱优势无法弥补其在人数上的巨大劣势。

  2. 7.5.70συνεκτέον εἶναι... καὶ ἐπιμελητέον

    动形容词中性单数(-τέον)的非人称结构,充当 ἐγίγνωσκε 引导的间接引语谓语,未明示的逻辑主语为居鲁士自身。συνεκτέον 接宾语 τοὺς δὲ ἀγαθοὺς ἄνδρας(必须团结贤良之士),而 ἐπιμελητέον 则带后接由 ὅπως μή 引导的宾语从句。

  3. 7.5.75τὸ ἀγαθοὺς ἄνδρας γενέσθαι τοῦτο ἀρκεῖ ὥστε καὶ διατελεῖν

    带冠词的不定式短语 τὸ ἀγαθοὺς ἄνδρας γενέσθαι 作主语,随后的指示代词 τοῦτο 起到了赘辞强调(复指主语)的作用。不定式 διατελεῖν 后面省略了补足分词(如 ὄντας 或 ἀγαθοὺς ὄντας),全句意为“成为善人本身并不足以使人一直保持优秀”。

  4. 7.5.77ἃ χρὴ γιγνώσκοντας νῦν πολὺ μᾶλλον ἀσκεῖν τὴν ἀρετήν

    非人称动词 χρή 与其搭配的不定式 ἀσκεῖν 的逻辑主语为未明示的“我们/你们”(隐含代词宾格 ἡμᾶς/ὑμᾶς),分词 γιγνώσκοντας 与之同位一致,作宾格阳性复数。关系代词 ἃ 充当连接性关系词,指代上文所述的诸项道理。

  5. 7.5.78μεταδιδόντας γε μέντοι πειρᾶσθαι δεῖ

    在非人称动词 δεῖ + 不定式 πειρᾶσθαι 的结构中,不定式的逻辑主语(“我们”)被设定为宾格,分词 μεταδιδόντας 与之保持性数格一致(阳性复数宾格),而未采用与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.5.70-7.5.78