- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.5.58-7.5.69
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士出于对巴比伦敌对形势与自身安全的考虑,选用无家庭羁绊且忠诚的宦官充任贴身侍卫,并从贫困的波斯本土人中招揽万人亲军,同时设驻军控制巴比伦。
ποιήσας δὲ ταῦτα τὰ ἄλλα ἤδη ἤρχετο διοικεῖν. ἐννοῶν δὲ τὸ αὑτοῦ πρᾶγμα ὅτι ἐπιχειροίη μὲν ἄρχειν1 πολλῶν ἀνθρώπων, παρασκευάζοιτο δὲ οἰκεῖν ἐν πόλει τῇ μεγίστῃ τῶν φανερῶν, αὕτη δʼ οὕτως ἔχοι αὐτῷ ὡς πολεμιωτάτη ἂν γένοιτο ἀνδρὶ πόλις, ταῦτα δὴ λογιζόμενος φυλακῆς περὶ τὸ σῶμα ἡγήσατο δεῖσθαι.
办妥这些事情后,他便着手料理其余事务。他思量自己的处境:自己企图统治极多的人民,正准备定居在世间所知最大的城邦之中,而这城邦对他而言,实处于城邦对于一人所能有的最充满敌意的状态;在深思了这些之后,他认为自己需要贴身的护卫。
γνοὺς δʼ ὅτι οὐδαμοῦ ἄνθρωποι εὐχειρωτότεροί εἰσιν ἢ ἐν σίτοις καὶ ποτοῖς καὶ λουτροῖς καὶ κοίτῃ καὶ ὕπνῳ, ἐσκόπει τίνας ἂν ἐν τούτοις περὶ αὑτὸν πιστοτάτους ἔχοι. ἐνόμισε δὲ μὴ ἂν γενέσθαι ποτὲ πιστὸν ἄνθρωπον ὅστις ἄλλον μᾶλλον φιλήσοι τοῦ τῆς φυλακῆς δεομένου.
他认识到,人在饮食、沐浴、就寝与睡眠之时最易为人所制,便思忖在这些情形下应以何人随侍左右最为忠诚。他认定,一个爱他人甚于爱需要受护卫者的人,绝不可能成为忠诚之人。
τοὺς μὲν οὖν ἔχοντας παῖδας ἢ γυναῖκας συναρμοττούσας ἢ παιδικὰ ἔγνω φύσει ἠναγκάσθαι ταῦτα μάλιστα φιλεῖν· τοὺς δʼ εὐνούχους ὁρῶν πάντων τούτων στερομένους ἡγήσατο τούτους ἂν περὶ πλείστου ποιεῖσθαι οἵτινες δύναιντο2 πλουτίζειν μάλιστα αὐτοὺς καὶ βοηθεῖν, εἴ τι ἀδικοῖντο, καὶ τιμὰς περιάπτειν αὐτοῖς· τούτοις δʼ εὐεργετοῦντα ὑπερβάλλειν αὐτὸν οὐδένʼ ἂν ἡγεῖτο δύνασθαι.
于是他看出,凡有子女、情投意合的妻子或心爱僮仆的人,天性便迫使他们最爱这些人;但他见宦官皆被剥夺了这一切纽带,便认为那些最能使他们富有、在他们受冤时施以援手并赐予他们荣誉的人,必会受到宦官的最大重视;而他认为在以这些事施以恩惠方面,无人能够超越自己。
πρὸς δὲ τούτοις ἄδοξοι ὄντες οἱ εὐνοῦχοι παρὰ τοῖς ἄλλοις ἀνθρώποις καὶ διὰ τοῦτο δεσπότου ἐπικούρου προσδέονται· οὐδεὶς γὰρ ἀνὴρ ὅστις οὐκ ἂν ἀξιώσειεν εὐνούχου πλέον ἔχειν ἐν παντί, εἰ μή τι ἄλλο κρεῖττον ἀπείργοι· δεσπότῃ δὲ πιστὸν ὄντα οὐδὲν κωλύει πρωτεύειν καὶ τὸν εὐνοῦχον.
此外,宦官在其他人眼中地位低下,因此更加需要一位主人作为庇护者;因为若无某种更强大的力量予以阻止,便无人不认为自己在任何事上都理应占宦官的上风;然而,宦官若对主人忠诚,就没有任何事能阻碍他也位居前列。
ὃ δʼ ἂν μάλιστά τις οἰηθείη, ἀνάλκιδας τοὺς εὐνούχους γίγνεσθαι, οὐδὲ τοῦτο ἐφαίνετο αὐτῷ.3 ἐτεκμαίρετο δὲ καὶ ἐκ τῶν ἄλλων ζῴων ὅτι οἵ τε ὑβρισταὶ ἵπποι ἐκτεμνόμενοι τοῦ μὲν δάκνειν καὶ ὑβρίζειν ἀποπαύονται, πολεμικοὶ δὲ οὐδὲν ἧττον γίγνονται, οἵ τε ταῦροι ἐκτεμνόμενοι τοῦ μὲν μέγα φρονεῖν καὶ ἀπειθεῖν ὑφίενται, τοῦ δʼ ἰσχύειν καὶ ἐργάζεσθαι οὐ στερίσκονται, καὶ οἱ κύνες δὲ ὡσαύτως τοῦ μὲν ἀπολείπειν τοὺς δεσπότας ἀποπαύονται ἐκτεμνόμενοι, φυλάττειν δὲ καὶ εἰς θήραν οὐδὲν κακίους γίγνονται.
再者,人们最容易有的猜想——即宦官会变得懦弱无能——在他看来也并非如此。他也从其他动物身上推知这一事实:烈马在被阉割后便不再咬人、暴躁,但在战阵中却丝毫不逊色;公牛在被阉割后虽收敛了狂妄与悖逆,却未丧失力气与劳作的本领;狗在被阉割后同样不再离弃主人,而在看家守卫与狩猎方面亦毫无退步。
καὶ οἵ γε ἄνθρωποι ὡσαύτως ἠρεμέστεροι γίγνονται στερισκόμενοι ταύτης τῆς ἐπιθυμίας, οὐ μέντοι ἀμελέστεροί γε τῶν προσταττομένων, οὐδʼ ἧττόν τι ἱππικοί, οὐδὲ ἧττόν τι ἀκοντιστικοί, οὐδὲ ἧττον φιλότιμοι.
人亦同样如此,当被剥夺了这种欲望后会变得更加温和,然而对于所吩咐的事却丝毫不会更加懈怠,在骑术、投枪乃至对荣誉的追求上,亦丝毫不受削弱。
κατάδηλοι δʼ ἐγίγνοντο καὶ ἐν τοῖς πολέμοις καὶ ἐν ταῖς θήραις ὅτι ἔσῳζον τὸ φιλόνικον ἐν ταῖς ψυχαῖς. τοῦ δὲ πιστοὶ εἶναι ἐν τῇ φθορᾷ τῶν δεσποτῶν μάλιστα βάσανον ἐδίδοσαν·4 οὐδένες γὰρ πιστότερα ἔργα ἀπεδείκνυντο ἐν ταῖς δεσποτικαῖς συμφοραῖς τῶν εὐνούχων.
在战争与狩猎中他们都显而易见地证明,其心灵深处依然保留着争胜之心。而对于他们在主人覆亡时是否忠诚,他们给出了最有力的证明;因为在主人遭遇灾难之时,没有谁能比宦官表现出更为忠贞的举动。
εἰ δέ τι ἄρα τῆς τοῦ σώματος ἰσχύος μειοῦσθαι δοκοῦσιν, ὁ σίδηρος ἀνισοῖ τοὺς ἀσθενεῖς τοῖς ἰσχυροῖς ἐν τῷ πολέμῳ. ταῦτα δὴ γιγνώσκων ἀρξάμενος ἀπὸ τῶν θυρωρῶν πάντας τοὺς περὶ τὸ ἑαυτοῦ σῶμα θεραπευτῆρας ἐποιήσατο εὐνούχους.
即便他们身体的力量看似略有减损,但在战争中铁质兵器会使弱者同强者平分秋色。明了这些道理后,居鲁士自门卫始,将侍奉自身的所有侍从皆换作宦官。
ἡγησάμενος δὲ οὐχ ἱκανὴν εἶναι τὴν φυλακὴν ταύτην πρὸς τὸ πλῆθος τῶν δυσμενῶς ἐχόντων, ἐσκόπει τίνας τῶν ἄλλων ἂν πιστοτάτους περὶ τὸ βασίλειον φύλακας λάβοι.
然而,居鲁士认为面对心怀敌意的大众,单凭这支卫队仍显不足,便思忖在其他人中应选取何人作为王宫周围最忠诚的卫士。
εἰδὼς οὖν Πέρσας τοὺς οἴκοι κακοβιωτάτους μὲν ὄντας διὰ πενίαν, ἐπιπονώτατα δὲ ζῶντας διὰ τὴν τῆς χώρας τραχύτητα καὶ διὰ τὸ αὐτουργοὺς εἶναι, τούτους ἐνόμισε μάλιστʼ ἂν ἀγαπᾶν τὴν παρʼ αὑτῷ δίαιταν.
他深知留在故土的波斯人因贫困而度日最为艰难,又因土地险恶且须亲身劳作而过着最劳苦的生活,因而认定这些人必最乐于接受在自己身边的这种起居生计。
λαμβάνει οὖν τούτων μυρίους δορυφόρους, οἳ κύκλῳ μὲν νυκτὸς καὶ ἡμέρας ἐφύλαττον περὶ τὰ βασίλεια, ὁπότε ἐπὶ χώρας εἴη· ὁπότε δὲ ἐξίοι ποι, ἔνθεν καὶ ἔνθεν τεταγμένοι ἐπορεύοντο.
于是他从他们当中招募了一万名持矛侍卫;当他在居所时,他们昼夜环绕王宫值守;而当他外出巡行时,他们便整队护行于左右两旁。
νομίσας δὲ καὶ Βαβυλῶνος ὅλης φύλακας δεῖν εἶναι ἱκανούς, εἴτʼ ἐπιδημῶν αὐτὸς τυγχάνοι εἴτε καὶ ἀποδημῶν, κατέστησε καὶ ἐν Βαβυλῶνι φρουροὺς ἱκανούς· μισθὸν δὲ καὶ τούτοις Βαβυλωνίους ἔταξε παρέχειν, βουλόμενος αὐτοὺς ὡς ἀμηχανωτάτους εἶναι, ὅπως ὅτι ταπεινότατοι καὶ εὐκαθεκτότατοι εἶεν.
此外,他认为无论自己在此驻留还是外出,全巴比伦城都必须有充足的守卫,于是在巴比伦城内也部署了充裕的驻军;他还责令巴比伦人为此驻军提供饷酬,意在使他们尽可能陷入无能为力的境地,从而变得最为驯顺、最易于控制。
- 7.5.58ἐννοῶν δὲ τὸ αὑτοῦ πρᾶγμα ὅτι ἐπιχειροίη μὲν ἄρχειν
提前结构(prolepsis):宾格 τὸ αὑτοῦ πρᾶγμα 作为分词 ἐννοῶν 的直接宾语,其具体内容在随后的 ὅτι 从句中展开。从句中的希求式(ἐπιχειροίη、παρασκευάζοιτο、ἔχοι)受历史时态主动词 ἡγήσατο 支配,为间接引语中的斜体希求式。
- 7.5.60ἡγήσατο τούτους ἂν περὶ πλείστου ποιεῖσθαι οἵτινες δύναιντο
ἂν... ποιεῖσθαι 代表间接引语中带有 ἄν 的不定式潜在语气(对应直接引语的 τούτους ἂν περὶ πλείστου ποιοῖντο,“他们必最看重……”)。关系从句 οἵτινες δύναιντο 是因间接引语而将潜在希求式或泛指假定的虚拟式转变为斜体希求式。
- 7.5.62ὃ δʼ ἂν μάλιστά τις οἰηθείη, ἀνάλκιδας τοὺς εὐνούχους γίγνεσθαι, οὐδὲ τοῦτο ἐφαίνετο αὐτῷ
关系代词从句 ὃ δʼ ἂν μάλιστά τις οἰηθείη(“人们最可能料想的事”)置于句首起强调与提引作用;宾格带不定式短语 ἀνάλκιδας... γίγνεσθαι 与之同位,在主句中由 οὐδὲ τοῦτο 加以呼应承接。
- 7.5.64τοῦ δὲ πιστοὶ εἶναι ἐν τῇ φθορᾷ τῶν δεσποτῶν μάλιστα βάσανον ἐδίδοσαν
带冠词属格不定式 τοῦ... εἶναι 作名词 βάσανον(检验、证明)的限制性/目的格属格(“忠诚的证明/考验”)。由于不定式的逻辑主语是承接上文的宦官,谓语形容词 πιστοί 与所省略的主格主语保持一致,采用主格。
