← 色诺芬

居鲁士的教育

§7.5.48-7.5.57

亲信的谏言与居鲁士入驻王宫

针对居鲁士的提议,阿尔塔巴佐斯幽默地回顾了以往难以与居鲁士独处的经历,随后克律桑塔斯建议居鲁士入驻宫邸休养;居鲁士欣然采纳并入宫,向诸神献祭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5.48

Κῦρος μὲν οὕτως εἶπεν· ἀνίσταται δʼ ἐπʼ αὐτῷ Ἀρτάβαζος ὁ συγγενής ποτε φήσας εἶναι καὶ εἶπεν· ἦ καλῶς, ἔφη, ἐποίησας, ὦ Κῦρε, ἄρξας τοῦ λόγου.1 ἐγὼ γὰρ ἔτι νέου μὲν ὄντος σοῦ πάνυ ἀρξάμενος ἐπεθύμουν φίλος γενέσθαι, ὁρῶν δέ σε οὐδὲν δεόμενον ἐμοῦ κατώκνουν σοι προσιέναι.

居鲁士这番话说完之后,曾自称是他亲属的阿尔塔巴佐斯站起身来说道:“居鲁士啊,你开头发起这番话,当真是做得太好了!因为从你尚极年轻之时起,我便渴望成为你的朋友;但见你对我全无所求,我便怯于走近你。

§7.5.49

ἐπεὶ δʼ ἔτυχές ποτε καὶ ἐμοῦ δεηθεὶς ἐξαγγεῖλαι πρὸς Μήδους τὰ παρὰ Κυαξάρου, ἐλογιζόμην, εἰ ταῦτα προθύμως σοι συλλάβοιμι, ὡς οἰκεῖός τέ σοι ἐσοίμην καὶ ἐξέσοιτό μοι διαλέγεσθαί σοι ὁπόσον χρόνον βουλοίμην.2 καὶ ἐκεῖνα μὲν δὴ ἐπράχθη ὥστε σε ἐπαινεῖν.

然而,后来你恰巧也需要我去向米底人传达基亚克萨雷斯的谕令,我当时便料想,若我热心协助你办妥此事,我就会成为你的亲近之人,便能获准只要愿意就同你长谈。那件事确实办得令你称赞。

§7.5.50

μετὰ τοῦτο Ὑρκάνιοι μὲν πρῶτοι φίλοι ἡμῖν ἐγένοντο καὶ μάλα πεινῶσι συμμάχων· ὥστε μόνον οὐκ ἐν ταῖς ἀγκάλαις περιεφέρομεν αὐτοὺς ἀγαπῶντες. μετὰ δὲ τοῦτο ἐπεὶ ἑάλω τὸ πολέμιον στρατόπεδον, οὐκ οἶμαι σχολή σοι ἦν ἀμφʼ ἐμὲ ἔχειν· καὶ ἐγώ σοι συνεγίγνωσκον.

此后,首先是赫尔卡尼亚人成为我们的朋友,而且那时我们正极为渴望盟友,以致我们出于喜爱,简直要把他们抱在怀里周游。在那之后,当敌军营地被攻陷时,我想你自是没有闲暇理会我;我也体谅了你。

§7.5.51

ἐκ δὲ τούτου Γωβρύας ἡμῖν φίλος ἐγένετο, καὶ ἐγὼ ἔχαιρον· καὶ αὖθις Γαδάτας· καὶ ἤδη ἔργον σοῦ ἦν μεταλαβεῖν. ἐπεί γε μέντοι καὶ Σάκαι καὶ Καδούσιοι σύμμαχοι ἐγεγένηντο, θεραπεύειν εἰκότως ἔδει τούτους· καὶ γὰρ οὗτοι σὲ ἐθεράπευον.

再往后,戈布里亚斯成了我们的朋友,我也为此高兴;接着是加达塔斯;那时要想分得你的一点时间已是一件难事。及至萨卡人与卡杜西人亦结为盟友,你自当巴结款待他们;因为他们也巴结款待你。

§7.5.52

ὡς δʼ ἤλθομεν πάλιν ἔνθεν ὡρμήθημεν, ὁρῶν σε ἀμφʼ ἵππους ἔχοντα, ἀμφʼ ἅρματα, ἀμφὶ μηχανάς, ἡγούμην, ἐπεὶ ἀπὸ τούτων σχολάσαις, τότε σε καὶ ἀμφʼ ἐμὲ ἕξειν σχολήν. ὥς γε μέντοι ἦλθεν ἡ δεινὴ ἀγγελία τὸ πάντας ἀνθρώπους ἐφʼ ἡμᾶς συλλέγεσθαι, ἐγίγνωσκον ὅτι ταῦτα μέγιστα εἴη· εἰ δὲ ταῦτα καλῶς γένοιτο, εὖ ἤδη ἐδόκουν εἰδέναι ὅτι πολλὴ ἔσοιτο ἀφθονία τῆς ἐμῆς καὶ σῆς συνουσίας.

而当我们返回当初出发之地时,见你忙于战马、战车与攻城器械,我想着只要你从这些事务中脱身,那时便也会有闲暇陪伴我。然而,当所有人都聚集来攻打我们的可怕警报传来时,我明白这些才是头等大事;若这些大功告成,我深信那时必会有极充分的时间供你我相处。

§7.5.53

καὶ νῦν δὴ νενικήκαμέν τε τὴν μεγάλην μάχην καὶ Σάρδεις καὶ Κροῖσον ὑποχείριον ἔχομεν καὶ Βαβυλῶνα ᾑρήκαμεν καὶ πάντας κατεστράμμεθα, καὶ μὰ τὸν Μίθρην ἐγώ τοι ἐχθές, εἰ μὴ πολλοῖς διεπύκτευσα, οὐκ ἂν ἐδυνάμην σοι προσελθεῖν. ἐπεί γε μέντοι ἐδεξιώσω με καὶ παρὰ σοὶ ἐκέλευσας μένειν, ἤδη περίβλεπτος ἦν, ὅτι μετὰ σοῦ ἄσιτος καὶ ἄποτος διημέρευον.

如今,我们不仅赢得了那场大战,将萨尔狄斯和克罗伊索斯控制于股掌之中,攻陷了巴比伦,且降伏了所有人;然而,凭密特拉起誓,昨日我若没有同许多人奋力推搡搏斗,根本不可能走近你。不过,当你热情接待我并命我留于身旁时,我倒成了众人注目的焦点,因为我同你在一起整整一天不吃不喝。

§7.5.54

νῦν οὖν εἰ μὲν ἔσται πῃ ὅπως οἱ πλείστου ἄξιοι γεγενημένοι πλεῖστόν σου μέρος μεθέξομεν· εἰ δὲ μή,3 πάλιν αὖ ἐγὼ ἐθέλω παρὰ σοῦ ἐξαγγέλλειν ἀπιέναι πάντας ἀπὸ σοῦ πλὴν ἡμῶν τῶν ἐξ ἀρχῆς φίλων.

因此如今,若能以某种方式使立功至巨的我们分得你最多的时间,那自是极好;若不能,我愿再度作为你的使者去传达通告,令除我们这些自始至今的朋友之外的所有人都离开你。”

§7.5.55

ἐπὶ τούτῳ ἐγέλασε μὲν ὁ Κῦρος καὶ ἄλλοι πολλοί· Χρυσάντας δʼ ἀνέστη ὁ Πέρσης καὶ ἔλεξεν ὧδε· ἀλλὰ τὸ μὲν πρόσθεν, ὦ Κῦρε, εἰκότως ἐν τῷ φανερῷ σαυτὸν παρεῖχες, διʼ ἅ τε αὐτὸς εἶπας καὶ ὅτι οὐχ ἡμᾶς σοι μάλιστα ἦν θεραπευτέον. ἡμεῖς μὲν γὰρ καὶ ἡμῶν αὐτῶν ἕνεκα παρῆμεν· τὸ δὲ πλῆθος ἔδει ἀνακτᾶσθαι ἐκ παντὸς τρόπου, ὅπως ὅτι ἥδιστα συμπονεῖν καὶ συγκινδυνεύειν ἡμῖν ἐθέλοιεν.

听罢这番话,居鲁士与许多其他人都笑了起来;波斯人克律桑塔斯站起身,这样说道:“居鲁士啊,此前你在大庭广众之下公开露面是理所当然的,不仅出于你自己所言的缘由,亦因你最该巴结款待的并不是我们。我们在此本也是为了自己;然而那群大众却必须千方百计予以笼络,好让他们心甘情愿地与我们同甘共苦、共担风险。

§7.5.56

νῦν δʼ ἐπεὶ οὐ τούτους μόνον ἔχεις, ἀλλὰ καὶ ἄλλους ἀνακτᾶσθαι δύνασαι οὓς καιρὸς εἴη, ἤδη καὶ οἰκίας σε τυχεῖν ἄξιον· ἢ τί ἀπολαύσαις ἂν τῆς ἀρχῆς, εἰ μόνος ἄμοιρος εἴης ἑστίας, οὗ οὔτε ὁσιώτερον χωρίον ἐν ἀνθρώποις οὔτε ἥδιον οὔτε οἰκειότερόν ἐστιν οὐδέν; ἔπειτα δʼ, ἔφη, οὐκ ἂν οἴει καὶ ἡμᾶς αἰσχύνεσθαι, εἰ σὲ μὲν ὁρῷμεν ἔξω καρτεροῦντα, αὐτοὶ δʼ ἐν οἰκίαις εἴημεν καὶ σοῦ δοκοίημεν πλεονεκτεῖν;4

但如今,你不仅已拥有这些人,而且遇有机会便能笼络他人,因此现在也是你获得一所府邸的适当时机了。倘若你独自一人连炉灶也没有——而在世人之中,再没有比炉灶更为神圣、更为宜人、更属己有的处所了——你又能从统治中获得什么享受呢?况且,”他又说,“若见你留在户外受苦,而我们自己却身居宅邸,显得境遇优于你,你难道不认为我们也会感到羞耻吗?”

§7.5.57

ἐπεὶ δὲ Χρυσάντας ταῦτα ἔλεξε, συνηγόρευον αὐτῷ κατὰ ταὐτὰ πολλοί. ἐκ τούτου δὴ εἰσέρχεται εἰς τὰ βασίλεια, καὶ τὰ ἐκ Σάρδεων χρήματα ἐνταῦθʼ οἱ ἄγοντες ἀπέδοσαν. ἐπεὶ δʼ εἰσῆλθεν ὁ Κῦρος, πρῶτον μὲν Ἑστίᾳ ἔθυσεν, ἔπειτα Διὶ βασιλεῖ καὶ εἴ τινι ἄλλῳ θεῷ οἱ μάγοι ἐξηγοῦντο.

克律桑塔斯言毕,许多人亦持相同意见附和支持。于是居鲁士进入王宫,押送萨尔狄斯财物的人便在此处将其移交。居鲁士进宫之后,首先向赫斯提亚献祭,继而向王神宙斯献祭,并向麻葛僧指示的任何其他神祇献祭。

语法注4 条
  1. 7.5.48ἦ καλῶς, ἔφη, ἐποίησας, ὦ Κῦρε, ἄρξας τοῦ λόγου.

    断言语气词 ἦ 引导习语表达 καλῶς ἐποίησας 搭配附带情况分词 ἄρξας。在 καλῶς ποιέω + 分词 的固定句式中,分词补充说明所赞许或感激的行为(即“你开启这一话题做得太好了”)。

  2. 7.5.49ἐλογιζόμην, εἰ ταῦτα προθύμως σοι συλλάβοιμι, ὡς οἰκεῖός τέ σοι ἐσοίμην καὶ ἐξέσοιτό μοι διαλέγεσθαί σοι ὁπόσον χρόνον βουλοίμην.

    由过去时主动词 ἐλογιζόμην 统领的间接引语结构。条件从句 εἰ... συλλάβοιμι 在过去时次序中变为祈愿语气。引导间接陈述宾语从句的连词 ὡς(“料想……”)置于条件从句之后,统辖未来祈愿语气动词(ἐσοίμην, ἐξέσοιτό,代表直接引语中的将来直陈式),末尾的 βουλοίμην 亦为从属从句在过去时引语中的祈愿式转换。

  3. 7.5.54νῦν οὖν εἰ μὲν ἔσται πῃ ὅπως οἱ πλείστου ἄξιοι γεγενημένοι πλεῖστόν σου μέρος μεθέξομεν· εἰ δὲ μή,

    在对比句式 εἰ μὲν... εἰ δὲ μή 中,前半部分(εἰ μέν 从句)的主句结论部分被省略(即隐言法或承前省)。这是希腊文散文中常见的惯用表达(“如果……[那固然好];若不然,则……”),需在语意中补充 καλῶς ἕξει 等字样。

  4. 7.5.56οὐκ ἂν οἴει καὶ ἡμᾶς αἰσχύνεσθαι, εἰ σὲ μὲν ὁρῷμεν ἔξω καρτεροῦντα, αὐτοὶ δʼ ἐν οἰκίαις εἴημεν καὶ σοῦ δοκοίημεν πλεονεκτεῖν;

    潜在语气小辞 ἄν 在语法上修饰由疑问动词 οἴει 统领的不定式 αἰσχύνεσθαι。它与条件从句 εἰ... ὁρῷμεν... εἴημεν... δοκοίημεν 呼应,构成直接引语中 οὐκ ἂν αἰσχυνοίμεθα(“难道我们不会感到羞耻吗?”)在思考动词补足语中的潜在不定式转换。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.5.48-7.5.57