← 色诺芬

居鲁士的教育

§7.5.37-7.5.47

接见制度的改革与居鲁士同友人的协商

居鲁士为了确立符合君王身份的威仪与秩序,谋划与朋友们商讨改革接见臣民的制度。他指出毫无节制的接见使自己既丧失个人闲暇又无法与朋友相聚,鉴于战争已经结束,他请大家就如何建立新的统治秩序提出建言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5.37

ἐκ δὲ τούτου ἐπιθυμῶν ὁ Κῦρος ἤδη κατασκευάσασθαι καὶ αὐτὸς ὡς βασιλεῖ ἡγεῖτο πρέπειν, ἔδοξεν αὐτῷ τοῦτο σὺν τῇ τῶν φίλων γνώμῃ ποιῆσαι, ὡς ὅτι ἥκιστα ἂν ἐπιφθόνως σπάνιός τε καὶ σεμνὸς φανείη. ὧδε οὖν ἐμηχανᾶτο τοῦτο. ἅμα τῇ ἡμέρᾳ στὰς ὅπου ἐδόκει ἐπιτήδειον εἶναι προσεδέχετο τὸν βουλόμενον λέγειν τι καὶ ἀποκρινάμενος ἀπέπεμπεν.

此后,居鲁士希望为自己建立一套他认为合乎君王身份的生活体制,并决定在征求朋友们意见的前提下推行此事,以便尽可能不招致嫉恨地显出威严与深居简出。于是他如此谋划:天一亮便立在自认适宜的地点,接见任何有事陈述之人,予以答复后便打发其离去。

§7.5.38

οἱ δʼ ἄνθρωποι ὡς ἔγνωσαν ὅτι προσδέχοιτο, ἧκον ἀμήχανοι τὸ πλῆθος· καὶ ὠθουμένων περὶ τοῦ προσελθεῖν μηχανή τε πολλὴ καὶ μάχη ἦν.

人们一得知他接见民众,便成群结队而来,人数多到难以应付;众人为了上前而相互推搡,纷争与倾轧层出不穷。

§7.5.39

οἱ δὲ ὑπηρέται ὡς ἐδύναντο διακρίναντες προσίεσαν. ὁπότε δέ τις καὶ τῶν φίλων διωσάμενος τὸν ὄχλον προφανείη, προτείνων ὁ Κῦρος τὴν χεῖρα προσήγετο αὐτοὺς καὶ οὕτως ἔλεγεν· ἄνδρες φίλοι, περιμένετε, ἕως ἂν τὸν ὄχλον διωσώμεθα· ἔπειτα δὲ καθʼ ἡσυχίαν συγγενησόμεθα. οἱ μὲν δὴ φίλοι περιέμενον. ὁ δʼ ὄχλος πλείων καὶ πλείων ἐπέρρει, ὥστʼ ἔφθασεν ἑσπέρα γενομένη πρὶν τοῖς φίλοις αὐτὸν σχολάσαι καὶ συγγενέσθαι.

侍从们尽力甄别,将人放行。每逢有某位朋友也挤过人群露面,居鲁士便伸出手将他们拉到身边,并这样说:“朋友们,请等一等,待我们遣退这群人,然后我们再安闲地相聚。”朋友们便遵命等候。然而人群却源源不断、越涌越多,以致还没等居鲁士腾出空闲与朋友相聚,夜幕便已降临。

§7.5.40

οὕτω δὴ ὁ Κῦρος λέγει· ὥρα, ἔφη, ὦ ἄνδρες, νῦν μὲν διαλυθῆναι· αὔριον δὲ πρῲ ἔλθετε· καὶ γὰρ ἐγὼ βούλομαι ὑμῖν τι διαλεχθῆναι. ἀκούσαντες ταῦτα οἱ φίλοι ἄσμενοι ᾤχοντο ἀποθέοντες, δίκην δεδωκότες ὑπὸ πάντων τῶν ἀναγκαίων.1 καὶ τότε μὲν οὕτως ἐκοιμήθησαν.

于是居鲁士说道:“诸位,眼下该是散去的时候了;明日清晨请早些来,我也有些事想同你们商议。”朋友们听了这话,无不高高兴兴地跑开了,因为他们早已备受一切生理需求的煎熬。那一夜他们就这样歇息了。

§7.5.41

τῇ δʼ ὑστεραίᾳ ὁ μὲν Κῦρος παρῆν εἰς τὸ αὐτὸ χωρίον, ἀνθρώπων δὲ πολὺ πλέον πλῆθος περιειστήκει βουλομένων προσιέναι, καὶ πολὺ πρότερον ἢ οἱ φίλοι παρῆσαν. ὁ οὖν Κῦρος περιστησάμενος τῶν ξυστοφόρων Περσῶν κύκλον μέγαν εἶπε μηδένα παριέναι ἢ τοὺς φίλους τε καὶ ἄρχοντας τῶν Περσῶν τε καὶ τῶν συμμάχων.

次日,居鲁士来到同一地点,而希望求见的人群聚拢在四周,人数远多于昨日,且比朋友们到得还要早得多。于是居鲁士命持矛的波斯士兵在四周排成一个大圈,下令除朋友以及波斯人与盟军的将领外,不准任何人进入。

§7.5.42

ἐπεὶ δὲ συνῆλθον οὗτοι, ἔλεξεν ὁ Κῦρος αὐτοῖς τοιάδε· ἄνδρες φίλοι καὶ σύμμαχοι, τοῖς μὲν θεοῖς οὐδὲν ἂν ἔχοιμεν μέμψασθαι τὸ μὴ οὐχὶ μέχρι τοῦδε πάντα ὅσα ηὐχόμεθα καταπεπραχέναι·2 εἰ μέντοι τοιοῦτον ἔσται τὸ μεγάλα πράττειν ὥστε μὴ οἷόν τʼ εἶναι μήτε ἀμφʼ αὑτὸν σχολὴν ἔχειν μήτε μετὰ τῶν φίλων εὐφρανθῆναι, ἐγὼ μὲν χαίρειν ταύτην τὴν εὐδαιμονίαν κελεύω.3

待众人聚齐,居鲁士对他们说道:“朋友们、盟友们,对于诸神,我们绝无可抱怨之处,他们迄今已成就了我们所祈求的一切;然而,若成就大业竟是让人既不能有属于自己的闲暇,又不能与朋友共乐,那我宁可辞绝这等幸福。

§7.5.43

ἐνενοήσατε γάρ, ἔφη, καὶ χθὲς δήπου ὅτι ἕωθεν ἀρξάμενοι ἀκούειν τῶν προσιόντων οὐκ ἐλήξαμεν πρόσθεν ἑσπέρας· καὶ νῦν ὁρᾶτε τούτους ἄλλους πλείονας τῶν χθὲς παρόντας ὡς πράγματα ἡμῖν παρέξοντας.

你们想必也注意到了,昨日我们从清晨起听取来访者的申诉,直到傍晚才停歇;如今你们看,聚集的人比昨日还要多,正准备给我们添麻烦。

§7.5.44

εἰ οὖν τις τούτοις ὑφέξει ἑαυτόν, λογίζομαι μικρὸν μέν τι ὑμῖν μέρος ἐμοῦ μετεσόμενον,4 μικρὸν δέ τι ἐμοὶ ὑμῶν· ἐμαυτοῦ μέντοι σαφῶς οἶδʼ ὅτι οὐδʼ ὁτιοῦν μοι μετέσται.

因此,若有人让自己任由这群人驱使,我料想你们能分得我的时间不过区区,我能分得你们的时间也微不足道;至于我自己的时间,我深知将丝毫荡然无存。

§7.5.45

ἔτι δʼ, ἔφη, καὶ ἄλλο ὁρῶ γελοῖον πρᾶγμα· ἐγὼ γὰρ δήπου ὑμῖν μὲν ὥσπερ εἰκὸς διάκειμαι· τούτων δὲ τῶν περιεστηκότων ἤ τινα ἢ οὐδένα οἶδα, καὶ οὗτοι πάντες οὕτω παρεσκευασμένοι εἰσὶν ὡς, ἢν νικῶσιν ὑμᾶς ὠθοῦντες, πρότεροι ἃ βούλονται ὑμῶν παρʼ ἐμοῦ διαπραξόμενοι. ἐγὼ δὲ ἠξίουν τοὺς τοιούτους, εἴ τίς τι ἐμοῦ δέοιτο, θεραπεύειν ὑμᾶς τοὺς ἐμοὺς φίλους δεομένους προσαγωγῆς.

此外,”他又说,“我还看到另一桩荒唐事:我对你们自然深怀厚意,而四周站着的这些人当中,我若非只认得一两个,便是一个也不认识;可他们全都作此打算,以为只要推挤赢了你们,便能抢在你们前头从我这里办成心愿。我却认为,这等人若有求于我,理应巴结作为我朋友的你们,托你们引见。

§7.5.46

ἴσως ἂν οὖν εἴποι τις, τί δῆτα οὐχ οὕτως ἐξ ἀρχῆς παρεσκευασάμην, ἀλλὰ παρεῖχον ἐν τῷ μέσῳ ἐμαυτόν. ὅτι τὰ τοῦ πολέμου τοιαῦτα ἐγίγνωσκον ὄντα ὡς μὴ ὑστερίζειν δέον τὸν ἄρχοντα μήτε τῷ εἰδέναι ἃ δεῖ μήτε τῷ πράττειν ἃ ἂν καιρὸς ᾖ· τοὺς δὲ σπανίους ἰδεῖν στρατηγοὺς πολλὰ ἐνόμιζον ὧν δεῖ πραχθῆναι παριέναι.

或许有人会问,为何我当初不作这般安排,反而让自己公开露面?那是因为我深知战事的性质就是如此:统帅在了解当知之事或采取应机行动上绝不可落后于人;我认为那些难得一见的将领,往往会漏掉许多当办之事。

§7.5.47

νῦν δʼ ἐπειδὴ καὶ ὁ φιλοπονώτατος πόλεμος ἀναπέπαυται, δοκεῖ μοι καὶ ἡ ἐμὴ ψυχὴ ἀναπαύσεώς τινος ἀξιοῦν τυγχάνειν. ὡς οὖν ἐμοῦ ἀποροῦντος ὅ τι ἂν τύχοιμι ποιῶν ὥστε καλῶς ἔχειν τά τε ἡμέτερα καὶ τὰ τῶν ἄλλων ὧν ἡμᾶς δεῖ ἐπιμελεῖσθαι, συμβουλευέτω ὅ τι τις ὁρᾷ συμφορώτατον.

但如今,由于这最为艰辛的战争业已停息,我自忖我的心神也理当获得些许休整。因此,对于究竟怎样做才能使我们自身以及由我们照拂之人的事务皆得妥善,我现在尚无良策,请各位各抒己见,提出自认最为有益的建议。”

语法注4 条
  1. 7.5.40δίκην δεδωκότες ὑπὸ πάντων τῶν ἀναγκαίων

    此处是将 δίκην δίδωμι(受罚、受苦)与 ὑπό 加属格相结合的修辞性戏谑用法,表示整日强忍饮食、排泄等生理需求(τὰ ἀναγκαῖα)而备受煎熬。

  2. 7.5.42τὸ μὴ οὐχὶ μέχρι τοῦδε πάντα ὅσα ηὐχόμεθα καταπεπραχέναι

    带冠词的不定式从句,作 μέμψασθαι(责怪、抱怨)的直接宾语。由于主句含有否定词(οὐδὲν ἂν ἔχοιμεν),因而在带有阻碍或责备意义的动词之后常规性地使用双重否定 μή οὐχί。

  3. 7.5.42χαίρειν ταύτην τὴν εὐδαιμονίαν κελεύω

    习语 χαίρειν λέγω / κελεύω 意为“向……道别”、“辞谢”或“摒弃”。χαίρειν λέγω 接与格,而 κελεύω 接宾格不定式结构,故此处 ταύτην τὴν εὐδαιμονίαν 用宾格作不定式 χαίρειν 的逻辑主语。

  4. 7.5.44μετεσόμενον

    无人称动词 μέτεστι(某人 [与格] 分享某物 [属格])的将来时分词中性单数宾格。受表示思考的动词 λογίζομαι 支配,构成间接引语中的宾格分词结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.5.37-7.5.47