- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.5.25-7.5.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士大军乘着节日狂欢的混乱攻入王宫并击杀巴比伦王,彻底平定全城及各处要塞。随后,居鲁士向神明献纳祭品,并将房产与土地分封给立功将士,确立了统治秩序。
καὶ μήν, ἔφασαν οἱ ἀμφὶ τὸν Γωβρύαν, οὐδὲν ἂν εἴη θαυμαστὸν εἰ καὶ ἄκλειστοι αἱ πύλαι αἱ τοῦ βασιλείου εἶεν· κωμάζει γὰρ ἡ πόλις πᾶσα τῇδε τῇ νυκτί. φυλακῇ μέντοι πρὸ τῶν πυλῶν ἐντευξόμεθα· ἔστι γὰρ αἰεὶ τεταγμένη. οὐκ ἂν μέλλειν δέοι,1 ἔφη ὁ Κῦρος, ἀλλʼ ἰέναι, ἵνα ἀπαρασκεύους ὡς μάλιστα λάβωμεν τοὺς ἄνδρας.
“而且,”戈布里亚斯等人说,“就算王宫的大门敞开着,也丝毫不值得奇怪;因为今夜全城都在狂欢。不过,我们会在门前遇到卫兵,因为那里总是驻有守卫。”“那么决不该迟疑,”居鲁士说,“而应当立刻进发,以便我们尽可能趁他们毫无防备时将其擒获。”
ἐπεὶ δὲ ταῦτα ἐρρήθη, ἐπορεύοντο· τῶν δὲ ἀπαντώντων οἱ μὲν ἀπέθνῃσκον2 παιόμενοι, οἱ δʼ ἔφευγον πάλιν εἴσω, οἱ δʼ ἐβόων· οἱ δʼ ἀμφὶ τὸν Γωβρύαν συνεβόων αὐτοῖς, ὡς κωμασταὶ ὄντες καὶ αὐτοί· καὶ ἰόντες ᾗ ἐδύναντο τάχιστα ἐπὶ τοῖς βασιλείοις ἐγένοντο.
话已说完,他们便向前行进。迎面遇上的人中,有的被砍倒丧命,有的逃回里面,有的则高声喊叫;戈布里亚斯等人也跟着他们一同呼喊,装作自己也是狂欢的酒客。他们以最快的速度行进,赶到了王宫。
καὶ οἱ μὲν σὺν τῷ Γωβρύᾳ καὶ Γαδάτᾳ τεταγμένοι κεκλειμένας εὑρίσκουσι τὰς πύλας τοῦ βασιλείου· οἱ δὲ ἐπὶ τοὺς φύλακας ταχθέντες ἐπεισπίπτουσιν αὐτοῖς πίνουσι πρὸς φῶς πολύ, καὶ εὐθὺς ὡς πολεμίοις ἐχρῶντο αὐτοῖς.
与戈布里亚斯和加达塔斯排在一列的人发现王宫大门紧闭,而奉命对付卫兵的人则扑向那些在明亮灯火下饮酒的卫士,并立即将他们当作敌人处置。
ὡς δὲ κραυγὴ καὶ κτύπος ἐγίγνετο, αἰσθόμενοι οἱ ἔνδον τοῦ θορύβου, κελεύσαντος τοῦ βασιλέως σκέψασθαι τί εἴη τὸ πρᾶγμα, ἐκθέουσί τινες ἀνοίξαντες τὰς πύλας.
随着喊杀声和喧闹声四起,里面的人察觉到了动静,由于国王下令查明出了什么事,有些人便打开大门跑了出来。
οἱ δʼ ἀμφὶ τὸν Γαδάταν ὡς εἶδον τὰς πύλας χαλώσας3 εἰσπίπτουσι καὶ τοῖς πάλιν φεύγουσιν εἴσω ἐφεπόμενοι καὶ παίοντες ἀφικνοῦνται πρὸς τὸν βασιλέα· καὶ ἤδη ἑστηκότα αὐτὸν καὶ ἐσπασμένον ὃν εἶχεν ἀκινάκην εὑρίσκουσι.
加达塔斯等人一见大门松动敞开,便冲了进去,紧追并砍杀那些往回逃窜的人,一直冲到国王面前;他们发现国王已经站立起来,拔出了身上佩带的短剑。
καὶ τοῦτον μὲν οἱ σὺν Γαδάτᾳ καὶ Γωβρύᾳ ἐχειροῦντο· καὶ οἱ σὺν αὐτῷ δὲ ἀπέθνῃσκον, ὁ μὲν προβαλλόμενός τι, ὁ δὲ φεύγων, ὁ δέ γε καὶ ἀμυνόμενος ὅτῳ ἐδύνατο.
加达塔斯和戈布里亚斯的手下制服了他;他身旁的人也相继毙命,有的拿起物件遮挡抵御,有的仓皇逃窜,有的则尽其所能进行抵抗。
ὁ δὲ Κῦρος διέπεμπε τὰς τῶν ἱππέων τάξεις κατὰ τὰς ὁδοὺς καὶ προεῖπεν οὓς μὲν ἔξω λαμβάνοιεν κατακαίνειν, τοὺς δʼ ἐν ταῖς οἰκίαις κηρύττειν τοὺς συριστὶ ἐπισταμένους ἔνδον μένειν·4 εἰ δέ τις ἔξω ληφθείη, ὅτι θανατώσοιτο.
居鲁士派骑兵各队巡查各条街道,下令凡在外面抓获的人一律处死,并让通晓叙利亚语的人向房屋里的人宣告留在屋内;如果有人在外面被捕,就将被处死刑。
οἱ μὲν δὴ ταῦτʼ ἐποίουν. Γαδάτας δὲ καὶ Γωβρύας ἧκον· καὶ θεοὺς μὲν πρῶτον προσεκύνουν, ὅτι τετιμωρημένοι ἦσαν τὸν ἀνόσιον βασιλέα, ἔπειτα δὲ Κύρου κατεφίλουν καὶ χεῖρας καὶ πόδας, πολλὰ δακρύοντες ἅμα χαρᾷ.
他们依令行事。随后加达塔斯和戈布里亚斯前来,首先向诸神顶礼膜拜,因为他们惩戒了不敬神的国王;接着他们亲吻居鲁士的手和脚,喜极而泣,热泪盈眶。
ἐπεὶ δὲ ἡμέρα ἐγένετο καὶ ᾔσθοντο οἱ τὰς ἄκρας ἔχοντες ἑαλωκυῖάν τε τὴν πόλιν καὶ τὸν βασιλέα τεθνηκότα, παραδιδόασι καὶ τὰς ἄκρας.
天色大亮后,据守要塞的人发觉城池已陷落、国王已身亡,便也将各处要塞献出投降。
ὁ δὲ Κῦρος τὰς μὲν ἄκρας εὐθὺς παρελάμβανε καὶ φρουράρχους τε καὶ φρουροὺς εἰς ταύτας ἀνέπεμπε, τοὺς δὲ τεθνηκότας θάπτειν ἐφῆκε τοῖς προσήκουσι· τοὺς δὲ κήρυκας κηρύττειν ἐκέλευεν ἀποφέρειν πάντας τὰ ὅπλα Βαβυλωνίους· ὅπου δὲ ληφθήσοιτο ὅπλα ἐν οἰκίᾳ, προηγόρευεν ὡς πάντες οἱ ἔνδον ἀποθανοῖντο. οἱ μὲν δὴ ἀπέφερον, ὁ δὲ Κῦρος ταῦτα μὲν εἰς τὰς ἄκρας κατέθετο, ὡς εἴη ἕτοιμα, εἴ τί ποτε δέοι χρῆσθαι.
居鲁士立即接管了要塞,派遣守备队长和卫队进驻其中,并允许死者的亲属安葬尸体。他命令传令官宣布所有巴比伦人必须缴械,并宣告凡在房屋内搜出武器的地方,屋内所有人一律处死。巴比伦人照令交出武器,居鲁士将这些武器存放在要塞中,以便日后一旦需要使用时随时齐备。
ἐπεὶ δὲ ταῦτʼ ἐπέπρακτο, πρῶτον μὲν τοὺς μάγους καλέσας, ὡς δοριαλώτου τῆς πόλεως οὔσης ἀκροθίνια τοῖς θεοῖς καὶ τεμένη ἐκέλευσεν ἐξελεῖν· ἐκ τούτου δὲ καὶ οἰκίας διεδίδου καὶ ἀρχεῖα τούτοις οὕσπερ κοινῶνας ἐνόμιζε τῶν καταπεπραγμένων· οὕτω δὲ διένειμεν, ὥσπερ ἐδέδοκτο, τὰ κράτιστα τοῖς ἀρίστοις. εἰ δέ τις οἴοιτο μεῖον ἔχειν, διδάσκειν προσιόντας ἐκέλευε.
办妥这些事后,居鲁士首先召集拜火祭司,命他们为诸神选出初熟供品和圣地,因为这座城市是由兵刃所征服的;随后,他将房屋和官署分给那些被他视为建功立业伙伴的人。他正如早先决定的那样,将最上等的赏赐分配给最杰出的人。如果有人觉得自己分得过少,他便让其前来陈述说明。
προεῖπε δὲ Βαβυλωνίοις μὲν τὴν γῆν ἐργάζεσθαι καὶ τοὺς δασμοὺς ἀποφέρειν καὶ θεραπεύειν τούτους οἷς ἕκαστοι αὐτῶν ἐδόθησαν· Πέρσας δὲ τοὺς κοινῶνας καὶ τῶν συμμάχων ὅσοι μένειν ᾑροῦντο παρʼ αὐτῷ ὡς δεσπότας ὧν ἔλαβον προηγόρευε διαλέγεσθαι.5
他通告巴比伦人要耕种土地、缴纳贡赋,并服侍他们各自被分配归属的主人;同时宣告那些作为合伙者的波斯人以及选择留在身边的盟军,应以所得产业之主人的身份对待他们。
- 7.5.25οὐκ ἂν μέλλειν δέοι
由 ἄν 与无人称动词 δέοι 的潜势希求语气构成的句式,表示“不应当拖延/不可迟疑”。不定式 μέλλειν 作 δέοι 的主语补足成分。
- 7.5.26τῶν δὲ ἀπαντώντων οἱ μὲν ἀπέθνῃσκον
τῶν ἀπαντώντων 是置于句首的部分属格,作为整体概括语,统领后文的分述主语 οἱ μέν... οἱ δέ... οἱ δέ...(“迎面遇上的人中,有的……有的……”)。
- 7.5.29τὰς πύλας χαλώσας
动词 χαλάω(松开、开启)的现在分词宾格阴性复数 χαλώσας 与 τὰς πύλας 一致,此处能动态分词作不及物意用,描写大门“松动打开”的过程与状态。
- 7.5.31τοὺς δʼ ἐν ταῖς οἰκίαις κηρύττειν τοὺς συριστὶ ἐπισταμένους ἔνδον μένειν
由主动词 προεῖπεν 统辖的双重宾格不定式嵌套结构:τοὺς συριστὶ ἐπισταμένους(通晓叙利亚语的人)作为不定式 κηρύττειν(宣告)的逻辑主语,其宣告的间接对象是 τοὺς ἐν ταῖς οἰκίαις(屋内的人),宣告的内容则由不定式 ἔνδον μένειν(留在屋内)承担。
- 7.5.36ὡς δεσπότας ὧν ἔλαβον προηγόρευε διαλέγεσθαι
关系代词 ὧν 发生了格的吸引(attraction),代表 τούτων ἅ(所获之物),因受 δεσπότας 支配而变为属格。不定式 διαλέγεσθαι 通常表示“交谈、商议”,此处引申为以主人的姿态“对待/处事”。
