← 色诺芬

居鲁士的教育

§7.5.11-7.5.24

引分河水与夜袭巴比伦城

居鲁士在修筑好环绕巴比伦的壕沟与塔楼后,趁着城内居民彻夜欢庆节日的良机,将幼发拉底河水引入壕沟,使河床干涸,随后激励将士沿着干枯的河道向城内发动突袭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5.11

καὶ πρῶτον μὲν πύργους ἐπὶ τῷ ποταμῷ ᾠκοδόμει, φοίνιξι θεμελιώσας οὐ μεῖον ἢ πλεθριαίοις (εἰσὶ γὰρ καὶ μείζονες ἢ τοσοῦτοι τὸ μῆκος πεφυκότες)· καὶ γὰρ δὴ πιεζόμενοι οἱ φοίνικες ὑπὸ βάρους ἄνω κυρτοῦνται, ὥσπερ οἱ ὄνοι οἱ κανθήλιοι·

首先,他在河边建造了塔楼,用不短于一普勒特戎的棕榈木作为地基(因为棕榈树自然生长出来的长度甚至有比这更长的);因为棕榈木在承受重压时,会像背负驮篓的驴子一样向上弯曲。

§7.5.12

τούτους δʼ ὑπετίθει τούτου ἕνεκα, ὡς εἰ καὶ διαφύγοι ὁ ποταμὸς εἰς τὴν τάφρον, μὴ ἀνέλοι τοὺς πύργους. ἀνίστη δὲ καὶ ἄλλους πολλοὺς πύργους ἐπὶ τῆς ἀμβολάδος γῆς, ὅπως ὅτι πλεῖστα φυλακτήρια εἴη.

他在塔下垫上这些木材是出于这个缘故:即便河水冲入壕沟,也不致冲毁塔楼。他还在堆起的土垒上建造了许多其他塔楼,以使哨所尽可能多。

§7.5.13

οἱ μὲν δὴ ταῦτʼ ἐποίουν· οἱ δʼ ἐν τῷ τείχει κατεγέλων τῆς πολιορκίας, ὡς ἔχοντες τὰ ἐπιτήδεια πλέον ἢ εἴκοσιν ἐτῶν. ἀκούσας δὲ ταῦτα ὁ Κῦρος τὸ στράτευμα κατένειμε δώδεκα μέρη, ὡς μῆνα τοῦ ἐνιαυτοῦ ἕκαστον τὸ μέρος φυλάξον.

当他们进行这些工作时,城墙里的人却嘲笑围城之举,自恃存有足够二十多年的粮饷。居鲁士听说此事后,将全军分成十二部分,打算让每一部分在一年的某一个月轮流守卫。

§7.5.14

οἱ δὲ αὖ Βαβυλώνιοι ἀκούσαντες ταῦτα πολὺ ἔτι μᾶλλον κατεγέλων, ἐννοούμενοι εἰ σφᾶς Φρύγες καὶ Λυδοὶ καὶ Ἀράβιοι καὶ Καππαδόκαι φυλάξοιεν,1 οὓς σφίσιν ἐνόμιζον πάντας εὐμενεστέρους εἶναι ἢ Πέρσαις.

巴比伦人听闻此事后,嘲笑得更加厉害了,他们心想难道还要由弗里吉亚人、吕底亚人、阿拉伯人和卡帕多西亚人来守卫他们吗——他们认为这些人对自己都比对波斯人更为友善。

§7.5.15

καὶ αἱ μὲν τάφροι ἤδη ὀρωρυγμέναι ἦσαν. ὁ δὲ Κῦρος ἐπειδὴ ἑορτὴν τοιαύτην ἐν τῇ Βαβυλῶνι ἤκουσεν εἶναι, ἐν ᾗ πάντες Βαβυλώνιοι ὅλην τὴν νύκτα πίνουσι καὶ κωμάζουσιν, ἐν ταύτῃ, ἐπειδὴ τάχιστα συνεσκότασε, λαβὼν πολλοὺς ἀνθρώπους ἀνεστόμωσε τὰς τάφρους πρὸς τὸν ποταμόν.

此时壕沟已经挖掘完毕。居鲁士听说巴比伦城中有一个节日,全城巴比伦人整夜饮酒狂欢;于是在这个节日的夜晚,天色刚一昏暗,他就率领许多人将壕沟挖通到河边。

§7.5.16

ὡς δὲ τοῦτο ἐγένετο, τὸ ὕδωρ κατὰ τὰς τάφρους ἐχώρει ἐν τῇ νυκτί, ἡ δὲ διὰ τῆς πόλεως τοῦ ποταμοῦ ὁδὸς πορεύσιμος ἀνθρώποις ἐγίγνετο.

此举完成后,水在夜间沿着壕沟流走,穿城而过的河道便成了可行人的通道。

§7.5.17

ὡς δὲ τὸ τοῦ ποταμοῦ οὕτως ἐπορσύνετο, παρηγγύησεν ὁ Κῦρος Πέρσαις χιλιάρχοις καὶ πεζῶν καὶ ἱππέων εἰς δύο ἄγοντας τὴν χιλιοστὺν2 παρεῖναι πρὸς αὐτόν, τοὺς δʼ ἄλλους συμμάχους κατʼ οὐρὰν τούτων ἕπεσθαι ᾗπερ πρόσθεν τεταγμένους.

河水情况如此处置停当后,居鲁士下令波斯步兵和骑兵的千人长带领各自的千人队排成两列纵队来到他面前,其余盟军则按原先部署的阵形作为后卫跟随在他们身后。

§7.5.18

οἱ μὲν δὴ παρῆσαν· ὁ δὲ καταβιβάσας εἰς τὸ ξηρὸν τοῦ ποταμοῦ τοὺς ὑπηρέτας καὶ πεζοὺς καὶ ἱππέας, ἐκέλευσε σκέψασθαι εἰ πορεύσιμον εἴη τὸ ἔδαφος τοῦ ποταμοῦ.

他们依令而至;居鲁士派侍从人员以及步兵、骑兵下到干涸的河道中,命他们探查河床是否适于行军。

§7.5.19

ἐπεὶ δὲ ἀπήγγειλαν ὅτι πορεύσιμον εἴη, ἐνταῦθα δὴ συγκαλέσας τοὺς ἡγεμόνας τῶν πεζῶν καὶ ἱππέων ἔλεξε τοιάδε.

当他们回报说可以行军时,他便在此召集步兵和骑兵的将领,说了以下这番话:

§7.5.20

ἄνδρες, ἔφη, φίλοι, ὁ μὲν ποταμὸς ἡμῖν παρακεχώρηκε τῆς εἰς τὴν πόλιν ὁδοῦ.3 ἡμεῖς δὲ θαρροῦντες εἰσίωμεν, ἐννοούμενοι ὅτι οὗτοι ἐφʼ οὓς νῦν πορευσόμεθα ἐκεῖνοί εἰσιν οὓς ἡμεῖς καὶ συμμάχους πρὸς ἑαυτοῖς ἔχοντας καὶ ἐγρηγορότας ἅπαντας καὶ νήφοντας καὶ ἐξωπλισμένους καὶ συντεταγμένους ἐνικῶμεν·

“友人们,河流已经为我们让出了进城的道路。让我们鼓足勇气走进去吧,心中要想到,我们现在要去攻打的这些人,正是当年即使拥有盟友相助、全员清醒不眠、滴酒未沾、甲胄齐备且队列严整时也被我们击败的同一帮人。

§7.5.21

νῦν δʼ ἐπʼ αὐτοὺς ἴμεν ἐν ᾧ πολλοὶ μὲν αὐτῶν καθεύδουσι, πολλοὶ δὲ μεθύουσι, πάντες δʼ ἀσύντακτοί εἰσιν· ὅταν δὲ αἴσθωνται ἡμᾶς ἔνδον ὄντας, πολὺ ἔτι μᾶλλον ἢ νῦν ἀχρεῖοι ἔσονται ὑπὸ τοῦ ἐκπεπλῆχθαι.

而现在,我们在他们多数人熟睡、多数人醉酒、所有人皆毫无戒备与阵列的情况下向他们进攻;一旦他们发觉我们已经进城,由于惊恐失措,他们将比现在更加无济于事。

§7.5.22

εἰ δέ τις τοῦτο ἐννοεῖται, ὃ δὴ λέγεται φοβερὸν εἶναι τοῖς εἰς πόλιν εἰσιοῦσι, μὴ ἐπὶ τὰ τέγη ἀναβάντες βάλλωσιν ἔνθεν καὶ ἔνθεν, τοῦτο μάλιστα θαρρεῖτε· ἢν γὰρ ἀναβῶσί τινες ἐπὶ τὰς οἰκίας, ἔχομεν σύμμαχον θεὸν Ἥφαιστον. εὔφλεκτα δὲ τὰ πρόθυρα αὐτῶν, φοίνικος μὲν αἱ θύραι πεποιημέναι, ἀσφάλτῳ δὲ ὑπεκκαύματι κεχριμέναι.

如果有人担心那件据说对进城者而言极为可怕的事——唯恐敌人登上屋顶从两旁向我们投掷攻击——关于这点你们尽可大大放心。因为如果有人登上房屋,我们有赫淮斯托斯神作为盟友;他们的前门极易起火,门是用棕榈木制成的,并涂有沥青作为引火物。

§7.5.23

ἡμεῖς δʼ αὖ πολλὴν μὲν δᾷδα ἔχομεν, ἣ ταχὺ πολὺ πῦρ τέξεται, πολλὴν δὲ πίτταν καὶ στυππεῖον, ἃ ταχὺ παρακαλεῖ πολλὴν φλόγα· ὥστε ἀνάγκην εἶναι ἢ φεύγειν ταχὺ τοὺς ἀπὸ τῶν οἰκιῶν ἢ ταχὺ κατακεκαῦσθαι.

而我们又有大量的火把,很快就能引起大火,还有大量的沥青和麻屑,能迅速引来熊熊烈焰;因此房顶上的人必然要么迅速逃跑,要么迅速被彻底焚毁。

§7.5.24

ἀλλʼ ἄγετε λαμβάνετε τὰ ὅπλα· ἡγήσομαι δʼ ἐγὼ σὺν τοῖς θεοῖς. ὑμεῖς δʼ, ἔφη, ὦ Γαδάτα καὶ Γωβρύα, δείκνυτε τὰς ὁδούς· ἴστε γάρ· ὅταν δʼ ἐντὸς γενώμεθα, τὴν ταχίστην ἄγετε ἐπὶ τὰ βασίλεια.

来吧,拿起武器;我将在诸神的护佑下引领你们。加达塔斯和戈布里亚斯啊,”他说道,“你们为我们引路,因为你们认得街道;一旦我们进入城内,就用最快的路线引我们奔向王宫。”

语法注3 条
  1. 7.5.14ἐννοούμενοι εἰ σφᾶς Φρύγες καὶ Λυδοὶ καὶ Ἀράβιοι καὶ Καππαδόκαι φυλάξοιεν

    连词 εἰ 引导间接疑问从句,依附于分词 ἐννοούμενοι(“想着是否……”)。由于主句动词(κατεγέλων)为过去时态,从句动词 φυλάξοιεν 采用了转述语气中的斜格希求法。该从句带有嘲弄与反诘意味,意指“难道真要由弗里吉亚人、吕底亚人……来守卫我们吗”。

  2. 7.5.17εἰς δύο ἄγοντας τὴν χιλιοστὺν

    介词短语 εἰς δύο 用作副词性的配分/阵形表达,意为“两人并排”或“成两路纵队”。此处规定了行军队列,即将每个千人队(χιλιοστύς)的正面宽度缩减为两人宽,以形成深度较深的长队,便于穿过河床狭道。

  3. 7.5.20ὁ μὲν ποταμὸς ἡμῖν παρακεχώρηκε τῆς εἰς τὴν πόλιν ὁδοῦ

    动词 παραχωρέω 接表示对象的人称与格(ἡμῖν,“向我们”)以及表示分离的属格(τῆς ... ὁδοῦ,“让出道路”),意为“向我们让出进城的道路”。不同于常规接宾格宾语的及物动词,该动词搭配表示退出或分离的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.5.11-7.5.24