← 色诺芬

居鲁士的教育

§7.5.1-7.5.10

视察巴比伦与决议挖掘围城壕沟

居鲁士抵达巴比伦后视察了坚固的城墙与水深的幼发拉底河,并在撤退时巧妙地折叠重组方阵以防敌军突袭,全军安全返回营地。因强攻无望,居鲁士决议采取围困断粮之策,并开始在城墙周围挖掘巨大的围城壕沟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5.1

ἐπεὶ δὲ πρὸς Βαβυλῶνι ἦν ὁ Κῦρος, περιέστησε μὲν πᾶν τὸ στράτευμα περὶ τὴν πόλιν, ἔπειτα αὐτὸς περιήλαυνε τὴν πόλιν σὺν τοῖς φίλοις τε καὶ ἐπικαιρίοις τῶν συμμάχων.

当居鲁士抵达巴比伦城下时,他首先将全军部署在城市四周,然后与友人以及盟军各将领一同骑马绕城巡视。

§7.5.2

ἐπεὶ δὲ κατεθεάσατο τὰ τείχη, ἀπάγειν παρεσκευάσατο τὴν στρατιὰν ἀπὸ τῆς πόλεως· ἐξελθὼν δέ τις αὐτόμολος εἶπεν ὅτι ἐπιτίθεσθαι μέλλοιεν αὐτῷ, ὁπότε ἀπάγοι τὸ στράτευμα· καταθεωμένοις γάρ, ἔφη, αὐτοῖς ἀπὸ τοῦ τείχους ἀσθενὴς ἐδόκει εἶναι ἡ φάλαγξ· καὶ οὐδὲν θαυμαστὸν ἦν οὕτως ἔχειν· περὶ γὰρ πολὺ τεῖχος κυκλουμένοις ἀνάγκη ἦν ἐπʼ ὀλίγων τὸ βάθος γενέσθαι τὴν φάλαγγα.

在他视察完城墙之后,便准备率军撤离该城;但一名逃兵跑出来报告说,只要居鲁士一撤军,城内的人就打算向他发起进攻;因为据他说,那些人从城墙上俯视时,方阵显得十分单薄。而事实确实如此,也毫不足怪,因为包围着如此漫长的城墙,方阵的纵深必然变得极其薄弱。

§7.5.3

ἀκούσας οὖν ὁ Κῦρος ταῦτα, στὰς κατὰ μέσον τῆς αὑτοῦ στρατιᾶς σὺν τοῖς περὶ αὐτὸν παρήγγειλεν ἀπὸ τοῦ ἄκρου ἑκατέρωθεν τοὺς ὁπλίτας ἀναπτύσσοντας τὴν φάλαγγα ἀπιέναι παρὰ τὸ ἑστηκὸς τοῦ στρατεύματος, ἕως γένοιτο ἑκατέρωθεν τὸ ἄκρον κατʼ αὐτὸν καὶ κατὰ τὸ μέσον.

居鲁士听闻此事后,便与身边的随从立于全军中央,下令两侧末端的重装步兵折叠方阵后撤,沿着留驻的部队阵列行进,直到两侧的末端各自抵达他与中央所在的位置。

§7.5.4

οὕτως οὖν ποιούντων οἵ τε μένοντες εὐθὺς θαρραλεώτεροι ἐγίγνοντο ἐπὶ διπλασίων τὸ βάθος γιγνόμενοι, οἵ τʼ ἀπιόντες ὡσαύτως θαρραλεώτεροι· εὐθὺς γὰρ οἱ μένοντες ἀντʼ αὐτῶν πρὸς τοὺς πολεμίους ἐγίγνοντο. ἐπεὶ δὲ πορευόμενοι ἑκατέρωθεν συνῆψαν τὰ ἄκρα, ἔστησαν ἰσχυρότεροι γεγενημένοι, οἵ τε ἀπεληλυθότες διὰ τοὺς ἔμπροσθεν, οἵ τʼ ἔμπροσθεν διὰ τοὺς ὄπισθεν προσγεγενημένους.

他们依此行动时,留驻原地的人由于纵深增加了一倍,顿时勇气倍增;而撤退的人同样勇气倍增,因为留驻的人立刻代替他们直面敌人。当两侧行进的末端汇合在一起时,他们停了下来,力量变得更为强大——后撤的人因前排之人而增强,前排的人则因后方增加的人而增强。

§7.5.5

ἀναπτυχθείσης δʼ οὕτω τῆς φάλαγγος ἀνάγκη τοὺς πρώτους ἀρίστους εἶναι καὶ τοὺς τελευταίους, ἐν μέσῳ δὲ τοὺς κακίστους τετάχθαι· ἡ δʼ οὕτως ἔχουσα τάξις καὶ πρὸς τὸ μάχεσθαι ἐδόκει εὖ παρεσκευάσθαι καὶ πρὸς τὸ μὴ φεύγειν. καὶ οἱ ἱππεῖς δὲ καὶ οἱ γυμνῆτες οἱ ἀπὸ τῶν κεράτων αἰεὶ ἐγγύτερον ἐγίγνοντο τοῦ ἄρχοντος τοσούτῳ ὅσῳ ἡ φάλαγξ βραχυτέρα ἐγίγνετο ἀναδιπλουμένη.

方阵如此折叠之后,最优秀的士兵必然位于最前排和最后排,而最劣弱的士兵则被配置在中央;这种阵列看来既便于作战,又利于防止溃逃。而且,两侧翼的骑兵和轻装兵随着方阵因折叠变短,也相应地不断向指挥官靠拢。

§7.5.6

ἐπεὶ δὲ οὕτω συνεσπειράθησαν, ἀπῇσαν, ἕως μὲν ἐξικνεῖτο τὰ βέλη ἀπὸ τοῦ τείχους, ἐπὶ πόδα·1 ἐπεὶ δὲ ἔξω βελῶν ἐγένοντο, στραφέντες, καὶ τὸ μὲν πρῶτον ὀλίγα βήματα προϊόντες μετεβάλοντο ἐπʼ ἀσπίδα καὶ ἵσταντο πρὸς τὸ τεῖχος βλέποντες· ὅσῳ δὲ προσωτέρω ἐγίγνοντο, τόσῳ δὲ μανότερον μετεβάλλοντο. ἐπεὶ δʼ ἐν τῷ ἀσφαλεῖ ἐδόκουν εἶναι, ξυνεῖρον ἀπιόντες, ἔστʼ ἐπὶ ταῖς σκηναῖς ἐγένοντο.

当他们如此紧密聚集之后便开始撤退,只要城墙上的投掷兵器还能射及,他们就面向敌人步步倒退;当脱离了射程后,他们才转身撤退。起初每走几步,他们就向持盾一侧(左侧)转回,面向城墙停立;但离得越远,转身的频次就越低。及至他们认为已处安全境地,便不再停歇地连续撤退,直到抵达营帐。

§7.5.7

ἐπεὶ δὲ κατεστρατοπεδεύσαντο, συνεκάλεσεν ὁ Κῦρος τοὺς ἐπικαιρίους καὶ ἔλεξεν· ἄνδρες σύμμαχοι, τεθεάμεθα μὲν κύκλῳ τὴν πόλιν· ἐγὼ δὲ ὅπως μὲν ἄν τις τείχη οὕτως ἰσχυρὰ καὶ ὑψηλὰ προσμαχόμενος ἕλοι οὐκ ἐνορᾶν μοι δοκῶ· ὅσῳ δὲ πλέονες ἄνθρωποι ἐν τῇ πόλει εἰσίν, ἐπείπερ οὐ μάχονται ἐξιόντες, τοσούτῳ ἂν θᾶττον λιμῷ αὐτοὺς ἡγοῦμαι ἁλῶναι. εἰ μή τινʼ οὖν ἄλλον τρόπον ἔχετε λέγειν, τούτῳ πολιορκητέους φημὶ εἶναι τοὺς ἄνδρας.

扎营完毕后,居鲁士召集了各级指挥官说道:“盟军的将士们,我们已经将城市四周巡视了一圈;但我以为,自己实在看不出怎样才能通过强攻攻克如此坚固而高大的城墙。然而,城里的人越多,既然他们不出城交战,我认为他们被饥荒攻克的速度就会越快。因此,除非你们能提出其他办法,我认为就必须用这种围困的方式对付他们。”

§7.5.8

καὶ ὁ Χρυσάντας εἶπεν· ὁ δὲ ποταμός, ἔφη, οὗτος οὐ διὰ μέσης τῆς πόλεως ῥεῖ πλάτος ἔχων πλέον ἢ ἐπὶ δύο στάδια; ναὶ μὰ Δίʼ, ἔφη ὁ Γωβρύας, καὶ βάθος γʼ ὡς οὐδʼ ἂν δύο ἄνδρες ὁ ἕτερος ἐπὶ τοῦ ἑτέρου ἑστηκὼς2 τοῦ ὕδατος ὑπερέχοιεν· ὥστε τῷ ποταμῷ ἔτι ἰσχυροτέρα ἐστὶν ἡ πόλις ἢ τοῖς τείχεσι.

克律桑塔斯说道:“可是这条河不是横贯城中、宽度达两斯塔德以上吗?”“正是如此,凭宙斯起誓,”戈布里亚斯说,“而且水深得即使两个人叠罗汉站立,头也无法露出水面;因此该城依仗这条河流,比依仗城墙还要更加固若金汤。”

§7.5.9

καὶ ὁ Κῦρος, ταῦτα μέν, ἔφη, ὦ Χρυσάντα, ἐῶμεν ὅσα κρείττω ἐστὶ τῆς ἡμετέρας δυνάμεως· διαμετρησαμένους δὲ χρὴ ὡς τάχιστα τὸ μέρος ἑκάστους ἡμῶν ὀρύττειν3 τάφρον ὡς πλατυτάτην καὶ βαθυτάτην, ὅπως ὅτι ἐλαχίστων ἡμῖν τῶν φυλάκων δέῃ.

居鲁士说道:“克律桑塔斯啊,那些超越我们能力范围的事,我们暂且置之不理;我们应当尽快丈量分配好各自的区段,挖掘出尽可能宽、尽可能深的壕沟,好让我们需要的守卫人数降到最低。”

§7.5.10

οὕτω δὴ κύκλῳ διαμετρήσας περὶ τὸ τεῖχος, ἀπολιπὼν ὅσον τύρσεσι μεγάλαις ἀπὸ τοῦ ποταμοῦ,4 ὤρυττεν ἔνθεν καὶ ἔνθεν τοῦ τείχους τάφρον ὑπερμεγέθη, καὶ τὴν γῆν ἀνέβαλλον πρὸς ἑαυτούς.

于是,他在城墙四周画定界线,在靠近河流处留出足够建造大型塔楼的空隙,在城墙两侧挖掘了极其巨大的壕沟,士兵们将挖出的泥土堆向自己的一侧。

语法注4 条
  1. 7.5.6ἐπὶ πόδα

    军事固定短语,意为“面向敌人一步步倒退着撤退”。与后文的“ἐπεὶ δὲ ἔξω βελῶν ἐγένοντο, στραφέντες”(脱离射程后转身)形成对比,表明在敌方箭矢射程内,部队始终正对敌人后退,并未转身背敌。

  2. 7.5.8ὁ ἕτερος ἐπὶ τοῦ ἑτέρου ἑστηκὼς

    紧随主语 δύο ἄνδρες 的主格部分同位语。它指代潜在希求法动词 ὑπερέχοιεν 的主语 δύο ἄνδρες,以主格分词短语具体补充说明两人的状态:“一个站在另一个人身上”。

  3. 7.5.9διαμετρησαμένους δὲ χρὴ ὡς τάχιστα τὸ μέρος ἑκάστους ἡμῶν ὀρύττειν

    依赖非人称动词 χρή 与不定式 ὀρύττειν 构成的“对格加不定式”结构。不定式的逻辑主语由对格分词 διαμετρησαμένους 和对格代词 ἑκάστους 充当,ἡμῶν 则是修饰 ἑκάστους 的部分属格。尽管紧邻属格代词 ἡμῶν,主语成分依然严格保持了对格一致。

  4. 7.5.10ἀπολιπὼν ὅσον τύρσεσι μεγάλαις ἀπὸ τοῦ ποταμοῦ

    一种省略的习惯表达,ὅσον 后面省略了表示空间的词(如 χῶρον)或动词(如 ἐξαρκεῖ),意为“在距离河流处留出足以建造大塔的空间”。与格 τύρσεσι μεγάλαις 用作目的或适用与格(“供大型塔楼使用”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.5.1-7.5.10