← 色诺芬

居鲁士的教育

§7.4.8-7.4.16

弗里吉亚的平定与居鲁士进军巴比伦

居鲁士派遣歇斯塔斯佩斯与阿杜修斯平定弗里吉亚,随后自己也率大军从萨尔迪斯启程,一路处置俘获的人员与财物,降伏沿途各族,进抵巴比伦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.4.8

ὁ δὲ Κῦρος ἐν τούτῳ ἀπεστάλκει Ὑστάσπαν στράτευμα ἄγοντα ἐπὶ Φρυγίαν τὴν περὶ Ἑλλήσποντον. ἐπεὶ δʼ ἧκεν ὁ Ἀδούσιος, μετάγειν αὐτὸν ἐκέλευσεν ᾗπερ ὁ Ὑστάσπας προῴχετο, ὅπως μᾶλλον πείθοιντο τῷ Ὑστάσπᾳ, ἀκούσαντες ἄλλο στράτευμα προσιόν.

在此期间,居鲁士派遣歇斯塔斯佩斯率军前往赫勒斯滂附近的弗里吉亚。当阿杜修斯回来时,居鲁士命令他沿着歇斯塔斯佩斯先前所走的路线进军,以便那些人在听说又有一支军队开来时,能更加顺服歇斯塔斯佩斯。

§7.4.9

οἱ μὲν οὖν Ἕλληνες οἱ ἐπὶ θαλάττῃ οἰκοῦντες πολλὰ δῶρα δόντες διεπράξαντο ὥστε εἰς μὲν τὰ τείχη βαρβάρους μὴ δέχεσθαι, δασμὸν δὲ ἀποφέρειν καὶ στρατεύειν ὅποι Κῦρος ἐπαγγέλλοι.

住在海边的希腊人通过赠送丰厚礼物,达成了协议:不必接纳蛮族进入城墙,但须缴纳贡赋,并在居鲁士命令的任何地方从军出征。

§7.4.10

ὁ δὲ τῶν Φρυγῶν βασιλεὺς παρεσκευάζετο μὲν ὡς καθέξων τὰ ἐρυμνὰ καὶ οὐ πεισόμενος καὶ παρήγγελλεν οὕτως· ἐπεὶ δὲ ἀφίσταντο αὐτοῦ οἱ ὕπαρχοι καὶ ἔρημος ἐγίγνετο, τελευτῶν εἰς χεῖρας ἦλθεν Ὑστάσπᾳ ἐπὶ τῇ Κύρου δίκῃ.1 καὶ ὁ Ὑστάσπας καταλιπὼν ἐν ταῖς ἄκραις ἰσχυρὰς Περσῶν φρουρὰς ἀπῄει ἄγων σὺν τοῖς ἑαυτοῦ καὶ Φρυγῶν πολλοὺς ἱππέας καὶ πελταστάς.

弗里吉亚国王则作好准备,打算坚守要塞而不顺服,并如此发布了命令。但当他的副手们相继背叛他、使他陷入孤立时,他最终向歇斯塔斯佩斯投降,听凭居鲁士的裁决。歇斯塔斯佩斯在各城堡留下了强大的波斯守备队后撤军,率领着自己的部队以及许多弗里吉亚骑兵与轻盾兵一同离开。

§7.4.11

ὁ δὲ Κῦρος ἐπέστελλεν Ἀδουσίῳ συμμείξαντα πρὸς Ὑστάσπαν2 τοὺς μὲν ἑλομένους Φρυγῶν τὰ σφέτερα σὺν τοῖς ὅπλοις ἄγειν, τοὺς δὲ ἐπιθυμήσαντας πολεμεῖν τούτων ἀφελομένους τοὺς ἵππους καὶ τὰ ὅπλα σφενδόνας ἔχοντας πάντας κελεύειν ἕπεσθαι.

居鲁士致信阿杜修斯,命令他在与歇斯塔斯佩斯会合后,让那些选择拥护自己一方的弗里吉亚人携带武器随行;而对于那些曾图谋开战的人,则剥夺他们的马匹和武器,命令他们全都要携带投石器跟随。

§7.4.12

οὗτοι μὲν δὴ ταῦτʼ ἐποίουν. Κῦρος δὲ ὡρμᾶτο ἐκ Σάρδεων, φρουρὰν μὲν πεζὴν καταλιπὼν πολλὴν ἐν Σάρδεσι, Κροῖσον δὲ ἔχων, ἄγων δὲ πολλὰς ἁμάξας πολλῶν καὶ παντοδαπῶν χρημάτων. ἧκε δὲ καὶ ὁ Κροῖσος γεγραμμένα ἔχων ἀκριβῶς ὅσα ἐν ἑκάστῃ ἦν τῇ ἁμάξῃ· καὶ διδοὺς τῷ Κύρῳ τὰ γράμματα εἶπε· ταῦτʼ, ἔφη, ἔχων, ὦ Κῦρε, εἴσῃ τόν τέ σοι ὀρθῶς ἀποδιδόντα ἃ ἄγει καὶ τὸν μή.

他们便照此执行了。居鲁士随后从萨尔迪斯启程,在萨尔迪斯留下了一支庞大的步兵守备队,带着克罗伊索斯,并率领着许多装载着各种巨额财富的大车。克罗伊索斯也携带着准确记录每辆大车内所有物品的清单前来,把账册递给居鲁士说:“居鲁士啊,有了这些,你就能知道谁将所运之物如数交付给你,谁没有。”

§7.4.13

καὶ ὁ Κῦρος ἔλεξεν· ἀλλὰ σὺ μὲν καλῶς ποιεῖς, ὦ Κροῖσε, προνοῶν· ἔμοιγε μέντοι ἄξουσι τὰ χρήματα οἵπερ καὶ ἔχειν αὐτὰ ἄξιοί εἰσιν· ὥστε ἤν τι καὶ κλέψωσι, τῶν ἑαυτῶν κλέψονται.3 καὶ ἅμα ταῦτα λέγων ἔδωκε τὰ γράμματα τοῖς φίλοις καὶ τοῖς ἄρχουσιν, ὅπως εἰδεῖεν τῶν ἐπιτρόπων οἵ τε σῶα αὐτοῖς ἀποδιδοῖεν οἵ τε μή.

居鲁士说道:“克罗伊索斯,你能这般深谋远虑,做得很好。然而,为我运送这些财物的,将正是那些配得上拥有它们的人;因此,即使他们偷了什么,偷的也是属于他们自己的东西。”说着,他便把账册交给了朋友们和将领们,好让他们知道总管中谁将财物完好无损地交给了他们,谁没有。

§7.4.14

ἦγε δὲ καὶ Λυδῶν οὓς μὲν ἑώρα καλλωπιζομένους καὶ ὅπλοις καὶ ἵπποις καὶ ἅρμασι καὶ πάντα πειρωμένους ποιεῖν ὅ τι ᾤοντο αὐτῷ χαριεῖσθαι, τούτους μὲν σὺν τοῖς ὅπλοις· οὓς δὲ ἑώρα ἀχαρίτως ἑπομένους, τοὺς μὲν ἵππους αὐτῶν παρέδωκε Πέρσαις τοῖς πρώτοις συστρατευομένοις, τὰ δὲ ὅπλα κατέκαυσε· σφενδόνας δὲ καὶ τούτους ἠνάγκασεν ἔχοντας ἕπεσθαι.

至于吕底亚人,他看到那些以武器、马匹和战车为荣,并竭力做一切自以为能取悦于他的事的人,就让他们携带武器随行;但对于那些勉强跟随的人,他把他们的马匹交给了最先参军的波斯人,烧毁了他们的武器,并强迫他们也带着投石器跟随。

§7.4.15

καὶ πάντας δὲ τοὺς ἀόπλους τῶν ὑποχειρίων γενομένων σφενδονᾶν ἠνάγκαζε μελετᾶν, νομίζων τοῦτο τὸ ὅπλον δουλικώτατον εἶναι· σὺν μὲν γὰρ ἄλλῃ δυνάμει μάλα ἔστιν ἔνθα4 ἰσχυρῶς ὠφελοῦσι σφενδονῆται παρόντες, αὐτοὶ δὲ καθʼ αὑτοὺς οὐδʼ ἂν οἱ πάντες σφενδονῆται μείνειαν πάνυ ὀλίγους ὁμόσε ἰόντας σὺν ὅπλοις ἀγχεμάχοις.

他还强迫被征服者中所有没有武器的人练习投石,认为这种武器最适合奴隶。因为投石手若与其他部队协同作战,在很多场合固然能提供极大的帮助,但仅凭他们自己,即使全体投石手加在一起,也无法抵挡极少数手持近战兵刃冲上前的敌人。

§7.4.16

προϊὼν δὲ τὴν ἐπὶ Βαβυλῶνος κατεστρέψατο μὲν Φρύγας τοὺς ἐν τῇ μεγάλῃ Φρυγίᾳ, κατεστρέψατο δὲ Καππαδόκας, ὑποχειρίους δʼ ἐποιήσατο Ἀραβίους. ἐξώπλισε δὲ ἀπὸ πάντων τούτων Περσῶν μὲν ἱππέας οὐ μεῖον τετρακισμυρίους, πολλοὺς δὲ ἵππους τῶν αἰχμαλώτων καὶ πᾶσι τοῖς συμμάχοις διέδωκε· καὶ πρὸς Βαβυλῶνα ἀφίκετο παμπόλλους μὲν ἱππέας ἔχων, παμπόλλους δὲ τοξότας καὶ ἀκοντιστάς, σφενδονήτας δὲ ἀναριθμήτους.

在沿着通往巴比伦的道路进军时,他征服了大弗里吉亚的弗里吉亚人,征服了卡帕多西亚人,并臣服了阿拉伯人。他从所有这些人那里装备了不下四万名波斯骑兵,并将俘获的许多马匹分给了所有盟友;当他抵达巴比伦城下时,拥有极众多的骑兵、极众多的弓箭手和标枪手,以及不可胜数的投石手。

语法注4 条
  1. 7.4.10ἐπὶ τῇ Κύρου δίκῃ

    介词 ἐπί 接与格,表示投降的附带条件,即“听凭居鲁士的裁决(处置)”。

  2. 7.4.11συμμείξαντα πρὸς Ὑστάσπαν

    该分词修饰主动词 ἐπέστελλεν 所辖的间接宾语 Ἀδουσίῳ(与格),但由于其充当后续不定式 ἄγειν 和 κελεύειν 的逻辑主语,故呈现为宾格(宾格同调)。

  3. 7.4.13τῶν ἑαυτῶν κλέψονται

    τῶν ἑαυτῶν 为中性复数属格,作部分属格用(“从属于他们自己的东西中”)。动词 κλέψονται 虽为中间态未来时,但表达主动意义,而非被动。

  4. 7.4.15μάλα ἔστιν ἔνθα

    ἔστιν ἔνθα 是习惯用法(“在某些地方/场合”),副词 μάλα 起强化作用,意为“在非常多的地方/极为普遍地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.4.8-7.4.16