- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.4.1-7.4.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在卡里亚人爆发内讧之际,居鲁士派遣阿杜修斯前往;阿杜修斯以精妙策略不流血地掌控了双方要塞,为他们促成和解与和平。
ἐκ δὲ τούτου στασιάζοντες οἱ Κᾶρες καὶ πολεμοῦντες πρὸς ἀλλήλους, ἅτε τὰς οἰκήσεις ἔχοντες ἐν ἐχυροῖς χωρίοις, ἑκάτεροι ἐπεκαλοῦντο τὸν Κῦρον. ὁ δὲ Κῦρος αὐτὸς μὲν μένων ἐν Σάρδεσι μηχανὰς ἐποιεῖτο καὶ κριούς, ὡς τῶν μὴ πειθομένων ἐρείψων τὰ τείχη,1 Ἀδούσιον δὲ ἄνδρα Πέρσην καὶ τἆλλα οὐκ ἄφρονα οὐδʼ ἀπόλεμον, καὶ πάνυ δὴ εὔχαριν, πέμπει ἐπὶ τὴν Καρίαν, στράτευμα δούς· καὶ Κίλικες δὲ καὶ Κύπριοι πάνυ προθύμως αὐτῷ συνεστράτευσαν.
此后,卡里亚人发生内讧并互相开战,由于他们的居所都在坚固的城堡中,双方都向居鲁士求援。居鲁士本人留在萨尔迪斯,制造攻城器械和破城槌,准备拆毁不顺从者的城墙;同时他派遣阿杜修斯——一个在其他方面既非缺乏明智也非不通战阵、而且极具亲和力的波斯人——率领一支军队前往卡里亚。此外,基利家和塞浦路斯的人民也极为热忱地随同他出征。
ὧν ἕνεκα οὐδʼ ἔπεμψε πώποτε Πέρσην σατράπην οὔτε Κιλίκων οὔτε Κυπρίων, ἀλλʼ ἤρκουν αὐτῷ αἰεὶ οἱ ἐπιχώριοι βασιλεύοντες· δασμὸν μέντοι ἐλάμβανε καὶ στρατιᾶς ὁπότε δέοιτο ἐπήγγελλεν αὐτοῖς.
正因如此,居鲁士从未向基利家人或塞浦路斯人派遣过波斯总督,而是始终满足于由当地的本土君王治理他们;不过他依然收取贡赋,并且每当需要军队时,便向他们征调兵员。
ὁ δὲ Ἀδούσιος ἄγων τὸ στράτευμα ἐπὶ τὴν Καρίαν ἦλθε, καὶ ἀπʼ ἀμφοτέρων τῶν Καρῶν παρῆσαν πρὸς αὐτὸν ἕτοιμοι ὄντες δέχεσθαι εἰς τὰ τείχη ἐπὶ κακῷ τῶν ἀντιστασιαζόντων· ὁ δὲ Ἀδούσιος πρὸς ἀμφοτέρους ταὐτὰ ἐποίει· δικαιότερά τε ἔφη λέγειν τούτους ὁποτέροις διαλέγοιτο, λαθεῖν τε ἔφη δεῖν τοὺς ἐναντίους φίλους σφᾶς γενομένους, ὡς δὴ οὕτως ἂν μᾶλλον ἐπιπεσὼν ἀπαρασκεύοις τοῖς ἐναντίοις.2 πιστὰ δʼ ἠξίου γενέσθαι, καὶ τοὺς μὲν Κᾶρας ὀμόσαι ἀδόλως τε δέξεσθαι εἰς τὰ τείχη σφᾶς καὶ ἐπʼ ἀγαθῷ τῷ Κύρου καὶ Περσῶν· αὐτὸς δὲ ὀμόσαι θέλειν3 ἀδόλως εἰσιέναι εἰς τὰ τείχη καὶ ἐπʼ ἀγαθῷ τῶν δεχομένων.
阿杜修斯率军抵达卡里亚,卡里亚双方都派人来到他面前,准备接纳他进入城墙之内,以图打击敌对派系。但阿杜修斯对待双方采取了完全相同的手段:无论同哪一方交谈,他都宣称对方说得更有道理,并说他们彼此结为友好的事必须对敌手保密,因为这样他就能在敌手毫无防备时更加出其不意地予以突袭。他还要求互相立誓担保,卡里亚人须发誓不怀欺诈地接纳他们进入城墙,且为了居鲁士与波斯人的福祉;而他自己也愿意发誓,不怀欺诈地进入城墙,且为了接纳他之人的福祉。
ταῦτα δὲ ποιήσας ἀμφοτέροις λάθρᾳ ἑκατέρων νύκτα συνέθετο τὴν αὐτήν, καὶ ἐν ταύτῃ εἰσήλασέ τε εἰς τὰ τείχη καὶ παρέλαβε τὰ ἐρύματα ἀμφοτέρων. ἅμα δὲ τῇ ἡμέρᾳ καθεζόμενος εἰς τὸ μέσον σὺν τῇ στρατιᾷ ἐκάλεσεν ἑκατέρων τοὺς ἐπικαιρίους. οἱ δὲ ἰδόντες ἀλλήλους ἠχθέσθησαν, νομίζοντες ἐξηπατῆσθαι ἀμφότεροι.
他在双方不知情的情况下分别同两边如此约定在同一夜晚行动,并在那一夜率部进入城墙,接管了双方的要塞。黎明时分,他率全军居中驻扎,召集双方的首要人物。他们见到彼此时都愤懑不已,双方都认为自己受了骗。
ὁ μέντοι Ἀδούσιος ἔλεξε τοιάδε· ἐγὼ ὑμῖν, ὦ ἄνδρες, ὤμοσα ἀδόλως εἰσιέναι εἰς τὰ τείχη καὶ ἐπʼ ἀγαθῷ τῶν δεχομένων. εἰ μὲν οὖν ἀπολῶ ὁποτέρους ὑμῶν, νομίζω ἐπὶ κακῷ εἰσεληλυθέναι Καρῶν· ἢν δὲ εἰρήνην ὑμῖν ποιήσω καὶ ἀσφάλειαν ἐργάζεσθαι ἀμφοτέροις τὴν γῆν, νομίζω ὑμῖν ἐπʼ ἀγαθῷ παρεῖναι. νῦν οὖν χρὴ ἀπὸ τῆσδε τῆς ἡμέρας ἐπιμίγνυσθαί τε ἀλλήλοις φιλικῶς, ἐργάζεσθαί τε τὴν γῆν ἀδεῶς, διδόναι τε τέκνα καὶ λαμβάνειν παρʼ ἀλλήλων. ἢν δὲ παρὰ ταῦτα ἀδικεῖν τις ἐπιχειρῇ, τούτοις Κῦρός τε καὶ ἡμεῖς πολέμιοι ἐσόμεθα.
阿杜修斯却如此说道:“诸位,我曾向你们起誓,不怀欺诈地进入城墙,并为了接纳我之人的福祉。因此,如果我消灭你们当中的任何一方,我就认为自己是为了卡里亚人的灾祸而来;但如果我为你们缔造和平,让双方都能安全地耕种土地,我就认为自己在此是为了你们的福祉。所以从今日起,你们应当友好地互相交往,无所畏惧地耕种土地,并在彼此之间通婚嫁娶。若有人企图违反这些条款施加不义,居鲁士和我们都将成为他们的敌人。”
ἐκ τούτου πύλαι μὲν ἀνεῳγμέναι ἦσαν τῶν τειχῶν, μεσταὶ δὲ αἱ ὁδοὶ πορευομένων παρʼ ἀλλήλους, μεστοὶ δὲ οἱ χῶροι ἐργαζομένων· ἑορτὰς δὲ κοινῇ ἦγον, εἰρήνης δὲ καὶ εὐφροσύνης πάντα πλέα ἦν.
自此,各处的城门大开,道路上挤满了彼此往来的人,田野间挤满了耕作者;他们共同欢度节庆,处处充满和平与欢愉。
ἐν δὲ τούτῳ ἧκον παρὰ Κύρου ἐρωτῶντες εἴ τι στρατιᾶς προσδέοιτο ἢ μηχανημάτων· ὁ δὲ Ἀδούσιος ἀπεκρίνατο ὅτι καὶ τῇ παρούσῃ ἐξείη ἄλλοσε χρῆσθαι στρατιᾷ·4 καὶ ἅμα ταῦτα λέγων ἀπῆγε τὸ στράτευμα, φρουροὺς ἐν ταῖς ἄκραις καταλιπών. οἱ δὲ Κᾶρες ἱκέτευον μένειν αὐτόν· ἐπεὶ δὲ οὐκ ἤθελε, προσέπεμψαν πρὸς Κῦρον δεόμενοι πέμψαι Ἀδούσιον σφίσι σατράπην.
在此期间,居鲁士派人前来询问他是否还需要增派军队或器械。阿杜修斯回答说,现有的军队甚至都可以调往他处使用;话音未落,他便在各城堡留下守备队,率大军启程离开。卡里亚人哀求他留下来;见他不肯,他们便遣使前往居鲁士那里,恳求将阿杜修斯作为总督派遣给他们。
- 7.4.1ὡς τῶν μὴ πειθομένων ἐρείψων τὰ τείχη
连词 ὡς 结合将来时分词 ἐρείψων,表示主语居鲁士的主观意图或打算(“打算/准备拆毁……”)。实词化的现在时属格分词 τῶν μὴ πειθομένων 作领属属格修饰 τὰ τείχη(“不顺从者的城墙”)。
- 7.4.3λαθεῖν τε ἔφη δεῖν τοὺς ἐναντίους φίλους σφᾶς γενομένους, ὡς δὴ οὕτως ἂν μᾶλλον ἐπιπεσὼν ἀπαρασκεύοις τοῖς ἐναντίοις
间接引语中的复合句式。动词 λαθεῖν 带宾格加分词结构(φίλους σφᾶς γενομένους),意为“使他们彼此结为朋友之事避开敌手的察觉”。后半部分的 ὡς ... ἂν ... ἐπιπεσών 包含与 ἄν 连用的主格阳性单数条件/潜势分词(与省略的主语阿杜修斯一致),表达其给出的托辞:“以为如此一来便能在敌手毫无防备时更有效地实施突袭”。
- 7.4.3αὐτὸς δὲ ὀμόσαι θέλειν
在间接引语的不定式结构中,由于不定式 θέλειν 的逻辑主语与主句主语(阿杜修斯)一致,故采用主格 αὐτός 而非宾格。不定式 ὀμόσαι 则作为 θέλειν 的补足不定式。
- 7.4.7καὶ τῇ παρούσῃ ἐξείη ἄλλοσε χρῆσθαι στρατιᾷ
非人称动词 ἔξεστι 在 ὅτι 引导的过去序列间接引语中变为间接祈愿语气(oblique optative)ἐξείη。补足不定式 χρῆσθαι 支配与格,故 τῇ παρούσῃ ... στρατιᾷ 为与格形式,意为“甚至(καί)现有的军队都可以调用到别处去”。
