← 色诺芬

居鲁士的教育

§7.3.10-7.3.16

潘提亚自刎殉夫与太监殉死

潘提亚哀叹阿布拉达塔斯之死归咎于自己的催促及其对居鲁士的效忠;居鲁士许诺予以盛大葬礼并离去后,潘提亚自刎殉夫,忠诚的太监们亦随之自尽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.3.10

καὶ τἆλλά τοι, ὦ Κῦρε, οὕτως ἔχει· ἀλλὰ τί δεῖ σε ὁρᾶν; καὶ ταῦτα, ἔφη, οἶδʼ ὅτι διʼ ἐμὲ οὐχ ἥκιστα ἔπαθεν, ἴσως δὲ καὶ διὰ σέ, ὦ Κῦρε, οὐδὲν ἧττον. ἐγώ τε γὰρ ἡ μώρα πολλὰ διεκελευόμην αὐτῷ οὕτω ποιεῖν, ὅπως σοι φίλος ἄξιος γενήσοιτο· αὐτός τε οἶδʼ ὅτι οὗτος οὐ τοῦτο ἐνενόει ὅ τι πείσοιτο, ἀλλὰ τί ἄν σοι ποιήσας χαρίσαιτο.1 καὶ γὰρ οὖν, ἔφη, αὐτὸς μὲν ἀμέμπτως τετελεύτηκεν, ἐγὼ δʼ ἡ παρακελευομένη ζῶσα παρακάθημαι.

“而且居鲁士啊,其余的肢体也正是如此;可您何必非要看呢?而且他遭逢这一切,”她说,“我知道在很大程度上是由于我,居鲁士啊,恐怕在同等程度上也是由于您。因为我这愚蠢的妇人,曾百般激励他如此行事,好让他成为配得上您的朋友;我也知道,他自己所思虑的绝不是自己会遭遇什么,而是做些什么能让您欢心。因此确实,”她说,“他自己死得无可挑剔,而我这个激励他的人,却活着坐在他的身旁。”

§7.3.11

καὶ ὁ Κῦρος χρόνον μέν τινα σιωπῇ κατεδάκρυσεν, ἔπειτα δὲ ἐφθέγξατο· ἀλλʼ οὗτος μὲν δή, ὦ γύναι, ἔχει τὸ κάλλιστον τέλος· νικῶν γὰρ τετελεύτηκε· σὺ δὲ λαβοῦσα τοῖσδε ἐπικόσμει αὐτὸν τοῖς παρʼ ἐμοῦ· παρῆν δὲ ὁ Γωβρύας καὶ ὁ Γαδάτας πολὺν καὶ καλὸν κόσμον φέροντες· ἔπειτα δʼ, ἔφη, ἴσθι ὅτι οὐδὲ τὰ ἄλλα ἄτιμος ἔσται, ἀλλὰ καὶ τὸ μνῆμα πολλοὶ χώσουσιν ἀξίως ἡμῶν καὶ ἐπισφαγήσεται αὐτῷ ὅσα εἰκὸς ἀνδρὶ ἀγαθῷ.

居鲁士默默落泪良久,随后开口说道:“然而妇人啊,此人确实得到了最光荣的结局;因为他是作为胜利者而死去的。你且收下我差人送来的这些器物去装扮他吧”——这时戈布里亚斯和加达塔斯已经赶到,带来了许多精美的饰物——“而且,”他又说,“你要知道,他在其他方面也绝不会失去尊荣,众人将以配得上我们的规格为他筑起坟冢,并且一切应当献给勇士的供牲都会为他宰杀献祭。

§7.3.12

καὶ σὺ δʼ, ἔφη, οὐκ ἔρημος ἔσῃ, ἀλλʼ ἐγώ σε καὶ σωφροσύνης ἕνεκα καὶ πάσης ἀρετῆς καὶ τἆλλα τιμήσω καὶ συστήσω ὅστις ἀποκομιεῖ σε ὅποι ἂν αὐτὴ ἐθέλῃς· μόνον, ἔφη, δήλωσον πρὸς ἐμὲ πρὸς ὅντινα χρῄζεις κομισθῆναι.

而你,”他说,“也不会流离无依;相反,为了你的贞静节操与一切美德,我既将在其他各方面尊崇你,也将为你指派护送者,送你前往你自己所愿的任何地方。只是,”他说,“请向我明示,你希望被护送到何人那里。”

§7.3.13

καὶ ἡ Πάνθεια εἶπεν· ἀλλὰ θάρρει, ἔφη, ὦ Κῦρε, οὐ μή σε κρύψω πρὸς ὅντινα βούλομαι ἀφικέσθαι.2

潘提亚说道:“不过请放心,居鲁士啊,我绝不会向您隐瞒我究竟想前往何人那里。”

§7.3.14

ὁ μὲν δὴ ταῦτʼ εἰπὼν ἀπῄει, κατοικτίρων τήν τε γυναῖκα οἵου ἀνδρὸς στέροιτο καὶ τὸν ἄνδρα οἵαν γυναῖκα καταλιπὼν οὐκέτʼ ὄψοιτο.3 ἡ δὲ γυνὴ τοὺς μὲν εὐνούχους ἐκέλευσεν ἀποστῆναι, ἕως ἄν, ἔφη, τόνδʼ ἐγὼ ὀδύρωμαι ὡς βούλομαι· τῇ δὲ τροφῷ εἶπε παραμένειν, καὶ ἐπέταξεν αὐτῇ, ἐπειδὰν ἀποθάνῃ, περικαλύψαι αὐτήν τε καὶ τὸν ἄνδρα ἑνὶ ἱματίῳ. ἡ δὲ τροφὸς πολλὰ ἱκετεύουσα μὴ ποιεῖν τοῦτο, ἐπεὶ οὐδὲν ἥνυτε καὶ χαλεπαίνουσαν ἑώρα, ἐκάθητο κλαίουσα. ἡ δὲ ἀκινάκην πάλαι παρεσκευασμένον σπασαμένη σφάττει ἑαυτὴν καὶ ἐπιθεῖσα ἐπὶ τὰ στέρνα τοῦ ἀνδρὸς τὴν ἑαυτῆς κεφαλὴν ἀπέθνῃσκεν. ἡ δὲ τροφὸς ἀνωλοφύρατό τε καὶ περιεκάλυπτεν ἄμφω ὥσπερ ἡ Πάνθεια ἐπέστειλεν.

居鲁士说完这些话便离开了,他既怜悯那妇人失去了这样一位好丈夫,又怜悯那丈夫抛下了这样一位好妻子而再也无法相见。那妇人则命太监们退下,“直到,”她说,“我如我所愿地为他哀悼完毕。”她吩咐乳母留下来,并命令她,一旦自己死去,便用同一领斗篷将她和丈夫一同裹起来。乳母苦苦哀求她不要做这等事,但见毫无效果,又见她面露怒色,便坐在一旁痛哭。潘提亚拔出早已备好的弯刀自刎,将自己的头枕在丈夫的胸膛上死去了。乳母哀号不已,依照潘提亚的吩咐将两人裹好。

§7.3.15

ὁ δὲ Κῦρος ὡς ᾔσθετο τὸ ἔργον τῆς γυναικός, ἐκπλαγεὶς ἵεται, εἴ τι δύναιτο βοηθῆσαι.4 οἱ δὲ εὐνοῦχοι ἰδόντες τὸ γεγενημένον, τρεῖς ὄντες σπασάμενοι κἀκεῖνοι τοὺς ἀκινάκας ἀποσφάττονται οὗπερ ἔταξεν αὐτοὺς ἑστηκότες. "" .

居鲁士获知妇人的作为后,惊骇之下飞奔而来,看是否还能施加任何援手。然而太监们见到所发生的事,三人也拔出弯刀,就站在她吩咐他们站立的原地自刎身亡。

§7.3.16

ὁ δὲ Κῦρος ὡς ἐπλησίασε τῷ πάθει ἀγασθείς τε τὴν γυναῖκα καὶ κατολοφυράμενος ἀπῄει· καὶ τούτων μὲν ᾗ εἰκὸς ἐπεμελήθη ὡς τύχοιεν πάντων τῶν καλῶν, καὶ τὸ μνῆμα ὑπερμέγεθες ἐχώσθη, ὥς φασιν.

"" . 居鲁士走近这惨烈的现场,既赞叹那妇人,又深切哀恸之后,便离开了;他照应当有的礼数,使他们获得了所有崇高的待遇,据说还为他们筑起了一座极其宏大的封土堆。

语法注4 条
  1. 7.3.10οὐ τοῦτο ἐνενόει ὅ τι πείσοιτο, ἀλλὰ τί ἄν σοι ποιήσας χαρίσαιτο

    间接疑问句中希求法用法的对比:前项 ὅ τι πείσοιτο 是在过去时主动词 ἐνενόει 引导的间接引语中,由直陈式将来时(ὅ τι πείσομαι)转换而来的将来希求法;后项 τί ἄν... χαρίσαιτο 则保留了原本直接思考中的潜能希求法加 ἄν(即 τί ἂν χαρισαίμην)。

  2. 7.3.13οὐ μή σε κρύψω πρὸς ὅντινα βούλομαι ἀφικέσθαι

    οὐ μή 搭配第一不定过去时虚拟式(κρύψω),表达强烈的未来否定断言(“我绝不隐瞒”)。动词 κρύπτω 本可支配双宾格,此处人称宾格(σε)明确表达,而所隐瞒的内容则由间接疑问从句 πρὸς ὅντινα βούλομαι ἀφικέσθαι 充当其实质客体。

  3. 7.3.14κατοικτίρων τήν τε γυναῖκα οἵου ἀνδρὸς στέροιτο καὶ τὸν ἄνδρα οἵαν γυναῖκα καταλιπὼν οὐκέτʼ ὄψοιτο

    提先构造(prolepsis):分词 κατοικτίρων 的直接宾格 τήν τε γυναῖκα 与 τὸν ἄνδρα 在逻辑上是后接感叹从句/间接疑问从句(οἵου ἀνδρὸς... 与 οἵαν γυναῖκα...)的主语。动词 στέροιτο 支配分离属格 οἵου ἀνδρὸς,希求法则因主句过去时动词 ἀπῄει 而置于过去次序中。

  4. 7.3.15ἵεται, εἴ τι δύναιτο βοηθῆσαι

    εἰ 搭配希求法(δύναιτο)构成表示尝试或期待的从句(“试图看能否……”、“指望能够……”)。由于历史现在时 ἵεται 承担过去时态的功能,从属节动词随之采用希求法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.3.10-7.3.16