← 色诺芬

居鲁士的教育

§7.3.1-7.3.9

阿布拉达塔斯战死与居鲁士悼念遗体

次日清晨居鲁士安排处置缴获的财宝后,得知阿布拉达塔斯阵亡、其妻正于帕克托罗斯河畔守尸悼念。居鲁士急忙赶赴现场,握住阵亡者被斩断的手,陷入深切的悲痛之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.3.1

καὶ τότε μὲν οὕτως ἐκοιμήθησαν. τῇ δʼ ὑστεραίᾳ καλέσας ὁ Κῦρος τοὺς φίλους καὶ τοὺς ἡγεμόνας τοῦ στρατεύματος, τοὺς μὲν αὐτῶν ἔταξε τοὺς θησαυροὺς παραλαμβάνειν, τοὺς δʼ ἐκέλευσεν ὁπόσα παραδοίη Κροῖσος χρήματα, πρῶτον μὲν τοῖς θεοῖς ἐξελεῖν ὁποῖʼ ἂν οἱ μάγοι ἐξηγῶνται, ἔπειτα τἆλλα χρήματα παραδεχομένους ἐν ζυγάστροις στήσαντας1 ἐφʼ ἁμαξῶν ἐπισκευάσαι καὶ διαλαχόντας τὰς ἁμάξας κομίζειν ὅποιπερ ἂν αὐτοὶ πορεύωνται, ἵνα ὅπου καιρὸς εἴη διαλαμβάνοιεν ἕκαστοι τὰ ἄξια.

当时他们便这样歇息了。次日,居鲁士召集朋友和军队的将领,指派他们中的一部分人去接管财宝,又命令另一部分人:对于克罗伊索斯所交出的一切钱财,首先按照占星僧的指示为神明抽出一份,然后将接收的其余钱财过秤装入木箱,装载在车上,再将大车分配由众人押运,无论他们前往何处都随军携带,以便在适当时机让每一个人都能领受应得的赏赐。

§7.3.2

οἱ μὲν δὴ ταῦτʼ ἐποίουν. ὁ δὲ Κῦρος καλέσας τινὰς τῶν παρόντων ὑπηρετῶν, εἴπατέ μοι, ἔφη, ἑώρακέ τις ὑμῶν Ἀβραδάταν; θαυμάζω γάρ, ἔφη, ὅτι πρόσθεν θαμίζων ἐφʼ ἡμᾶς νῦν οὐδαμοῦ φαίνεται.

他们便去照办了。居鲁士则召来身边的几名仆役,说道:“告诉我,你们有人见到阿布拉达塔斯了吗?我很奇怪,他先前总是常来我们这里,如今却不见踪影。”

§7.3.3

τῶν οὖν ὑπηρετῶν τις ἀπεκρίνατο ὅτι ὦ δέσποτα, οὐ ζῇ, ἀλλʼ ἐν τῇ μάχῃ ἀπέθανεν ἐμβαλὼν τὸ ἅρμα εἰς τοὺς Αἰγυπτίους· οἱ δʼ ἄλλοι πλὴν τῶν ἑταίρων αὐτοῦ ἐξέκλιναν, ὥς φασιν, ἐπεὶ τὸ στῖφος εἶδον τὸ τῶν Αἰγυπτίων.

于是一名仆役回答道:“主人,他已经不在人世了,而在战斗中驾战车冲入埃及人阵中阵亡了;其余的人,除了他的亲密同伴外,据说在看到埃及人的密集方阵时都转向避开了。

§7.3.4

καὶ νῦν γε, ἔφη, λέγεται αὐτοῦ ἡ γυνὴ ἀνελομένη τὸν νεκρὸν καὶ ἐνθεμένη εἰς τὴν ἁρμάμαξαν, ἐν ᾗπερ αὐτὴ ὠχεῖτο, προσκεκομικέναι αὐτὸν ἐνθάδε ποι πρὸς τὸν Πακτωλὸν ποταμόν.

而且就在当下,”他说,“据说他的妻子收敛了他的遗体,安放在她自己乘坐的带篷马车里,已经运到了这附近的帕克托罗斯河畔。

§7.3.5

καὶ τοὺς μὲν εὐνούχους καὶ τοὺς θεράποντας αὐτοῦ ὀρύττειν φασὶν ἐπὶ λόφου τινὸς θήκην τῷ τελευτήσαντι· τὴν δὲ γυναῖκα λέγουσιν ὡς κάθηται χαμαὶ κεκοσμηκυῖα οἷς εἶχε τὸν ἄνδρα, τὴν κεφαλὴν αὐτοῦ ἔχουσα ἐπὶ τοῖς γόνασι.

据说他的太监和仆役们正在某座山丘上为逝者挖掘坟墓;而他的妻子,人们说她坐在地上,用手头所有的饰物装扮了丈夫,将他的头枕在自己膝上。”

§7.3.6

ταῦτα ἀκούσας ὁ Κῦρος ἐπαίσατο ἄρα τὸν μηρὸν2 καὶ εὐθὺς ἀναπηδήσας ἐπὶ τὸν ἵππον λαβὼν χιλίους ἱππέας ἤλαυνεν ἐπὶ τὸ πάθος.

居鲁士听闻此言,猛击自己的大腿,随即跃上战马,率领一千名骑兵赶往这出惨祸的发生地。

§7.3.7

Γαδάταν δὲ καὶ Γωβρύαν ἐκέλευσεν ὅ τι δύναιντο λαβόντας καλὸν κόσμημα ἀνδρὶ φίλῳ καὶ ἀγαθῷ τετελευτηκότι μεταδιώκειν· καὶ ὅστις εἶχε τὰς ἑπομένας ἀγέλας, καὶ βοῦς καὶ ἵππους εἶπε τούτῳ καὶ ἅμα πρόβατα πολλὰ ἐλαύνειν ὅποι ἂν αὐτὸν πυνθάνηται ὄντα, ὡς ἐπισφαγείη τῷ Ἀβραδάτᾳ.3

他命加达塔斯和戈布里亚斯为这位战死沙场的亲爱而高尚之人带上所能找到的美好饰物,随后赶来;他又吩咐掌管随军牲畜群的人,将牛、马以及大批羊群赶往他获悉〔居鲁士〕所在之处,以便为阿布拉达塔斯宰牲献祭。

§7.3.8

ἐπεὶ δὲ εἶδε τὴν γυναῖκα χαμαὶ καθημένην καὶ τὸν νεκρὸν κείμενον, ἐδάκρυσέ τε ἐπὶ τῷ πάθει καὶ εἶπε· φεῦ, ὦ ἀγαθὴ καὶ πιστὴ ψυχή, οἴχῃ δὴ ἀπολιπὼν ἡμᾶς; καὶ ἅμα ἐδεξιοῦτο αὐτὸν καὶ ἡ χεὶρ τοῦ νεκροῦ ἐπηκολούθησεν· ἀπεκέκοπτο γὰρ κοπίδι ὑπὸ τῶν Αἰγυπτίων.

当他看到坐在地上的妇人和横陈的尸体时,为这惨景流下了眼泪,说道:“哀哉!善良忠诚的灵魂,你竟弃我们而去了吗?”与此同时,他伸手去握死者的右手,死者的手却随之脱离了躯体,因为它已被埃及人用佩刀砍断了。

§7.3.9

ὁ δὲ ἰδὼν πολὺ ἔτι μᾶλλον ἤλγησε· καὶ ἡ γυνὴ δὲ ἀνωδύρατο καὶ δεξαμένη δὴ παρὰ τοῦ Κύρου ἐφίλησέ τε τὴν χεῖρα καὶ πάλιν ὡς οἷόν τʼ ἦν προσήρμοσε, καὶ εἶπε·

居鲁士见状更加悲痛;妇人也哀号起来,从居鲁士手中接过那只手,亲吻之后,尽其所能将其重新拼接上去,并说道:

语法注3 条
  1. 7.3.1ἐν ζυγάστροις στήσαντας

    动词 ἵστημι 的不定过去时主动分词在此并非单纯表示“放置”,而是取其专门含义“过秤/称重”。在财宝管理中,这指将钱财称重后封存入木箱(ζύγαστρον)的常规行政程序。

  2. 7.3.6ἐπαίσατο ἄρα τὸν μηρὸν

    中动相动词 ἐπαίσατο 支配表示受影响部位的宾格(部分宾格或限制宾格)τὸν μηρόν。自拍大腿在古希腊语境中是表达极度震惊与悲痛的程式化动作;语气词 ἄρα 则表现了居鲁士在获悉噩耗瞬间自发、直接的情感反应。

  3. 7.3.7ὡς ἐπισφαγείη τῷ Ἀβραδάτᾳ

    由过去时主动词 εἶπε 引出的目的从句(ὡς 加希求相被动态)。复合动词 ἐπισφάζω 支配与格(τῷ Ἀβραδάτᾳ),意为“在……之上宰杀(献祭)”,指古代战士葬礼中在遗体或坟墓前宰杀牲畜作为祭品的仪轨。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.3.1-7.3.9