- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.2.21-7.2.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克罗伊索斯述说了自己如何误解“认识你自己”的神谕、因傲慢而对抗居鲁士招致惨败的始末。当居鲁士承诺免去其战事之虞并保留其家人与优渥生活时,克罗伊索斯欣喜地表示这正是其妻子以往享有的至福人生、神谕因而应验,居鲁士遂将其留在身边随行。
ἐγὼ δʼ ἀκούσας τὴν μαντείαν ἥσθην· ἐνόμιζον γὰρ τὸ ῥᾷστόν μοι αὐτὸν προστάξαντα τὴν εὐδαιμονίαν διδόναι.1 ἄλλους μὲν γὰρ γιγνώσκειν τοὺς μὲν οἷόν τʼ εἶναι τοὺς δʼ οὔ· ἑαυτὸν δὲ ὅστις ἐστὶ πάντα τινὰ ἐνόμιζον ἄνθρωπον εἰδέναι.2
我听到了这个神谕后非常高兴;因为我认为他吩咐我做最容易的事,以此赐予我幸福。因为认识别人对于某些人是可能的,对于另一些人则不然;但我以为每一个人都知道自己是谁。
καὶ τὸν μετὰ ταῦτα δὴ χρόνον, ἕως μὲν εἶχον ἡσυχίαν, οὐδὲν ἐνεκάλουν μετὰ τὸν τοῦ παιδὸς θάνατον ταῖς τύχαις· ἐπειδὴ δὲ ἀνεπείσθην ὑπὸ τοῦ Ἀσσυρίου ἐφʼ ὑμᾶς στρατεύεσθαι, εἰς πάντα κίνδυνον ἦλθον· ἐσώθην μέντοι οὐδὲν κακὸν λαβών. οὐκ αἰτιῶμαι δὲ οὐδὲ τάδε τὸν θεόν. ἐπεὶ γὰρ ἔγνων ἐμαυτὸν μὴ ἱκανὸν ὑμῖν μάχεσθαι, ἀσφαλῶς σὺν τῷ θεῷ ἀπῆλθον καὶ αὐτὸς καὶ οἱ σὺν ἐμοί.
从那以后的岁月里,只要我保持安宁,在儿子死后,我未曾对命运有过任何怨言;但当我被亚述人说服起兵攻打你们时,我陷入了一切危险之中;然而,我未受任何损害便得以保全。在这件事上我也不归咎于神。因为当我认识到自己不足以与你们对抗时,在神的护佑下,我本人和随从我的人都平安地撤离了。
νῦν δʼ αὖ πάλιν ὑπό τε πλούτου3 τοῦ παρόντος διαθρυπτόμενος καὶ ὑπὸ τῶν δεομένων μου προστάτην γενέσθαι καὶ ὑπὸ τῶν δώρων ὧν ἐδίδοσάν μοι καὶ ὑπʼ ἀνθρώπων, οἵ με κολακεύοντες ἔλεγον ὡς εἰ ἐγὼ θέλοιμι ἄρχειν, πάντες ἂν ἐμοὶ πείθοιντο καὶ μέγιστος ἂν εἴην ἀνθρώπων, ὑπὸ τοιούτων δὲ λόγων ἀναφυσώμενος, ὡς εἵλοντό με πάντες οἱ κύκλῳ βασιλεῖς προστάτην τοῦ πολέμου, ὑπεδεξάμην τὴν στρατηγίαν, ὡς ἱκανὸς ὢν μέγιστος γενέσθαι, ἀγνοῶν ἄρα ἐμαυτόν, ὅτι σοὶ ἀντιπολεμεῖν ἱκανὸς ᾤμην εἶναι, πρῶτον μὲν ἐκ θεῶν γεγονότι, ἔπειτα δὲ διὰ βασιλέων πεφυκότι, ἔπειτα δʼ ἐκ παιδὸς ἀρετὴν ἀσκοῦντι· τῶν δʼ ἐμῶν προγόνων ἀκούω τὸν πρῶτον βασιλεύσαντα ἅμα τε βασιλέα καὶ ἐλεύθερον γενέσθαι.4 ταῦτʼ οὖν ἀγνοήσας δικαίως, ἔφη, ἔχω τὴν δίκην.
可是如今,我又被眼前的财富所娇惯,被那些恳求我充当首领的人、他们送给我的礼物,以及阿谀奉承我的人所迷惑——他们说只要我愿意统治,众人都会服从我,我将成为世上最伟大的人——在这样的话语吹捧之下,当四周的诸王都推举我为战争的统领时,我便自以为有能力成为最伟大之人而接受了帅印,我这才发现原来自己毫无自知之明,竟然自以为能与你匹敌作对,而你首先是神明的后裔,其次世代为王,再次自幼便砥砺美德;相比之下,我听闻我祖先中首位称王者,乃是同时成为国王与自由人的。正因我对这些事情茫然不知,所以我如今理当承受这番惩罚,”他说。
ἀλλὰ νῦν δή, ἔφη, ὦ Κῦρε, γιγνώσκω μὲν ἐμαυτόν· σὺ δʼ, ἔφη, ἔτι δοκεῖς ἀληθεύειν τὸν Ἀπόλλω ὡς εὐδαίμων ἔσομαι γιγνώσκων ἐμαυτόν; σὲ δὲ ἐρωτῶ διὰ τοῦτο ὅτι ἄριστʼ ἄν μοι δοκεῖς εἰκάσαι τοῦτο ἐν τῷ παρόντι· καὶ γὰρ δύνασαι ποιῆσαι.
“然而现在,居鲁士啊,”他说,“我确实认识我自己了。但你认为阿波罗预言我认识自己后便能获得幸福,这话如今依然算数吗?我向你询问这个,是因为在我看来,眼前唯有你最能对此作出推断;因为你确实有能力促成此事。”
καὶ ὁ Κῦρος εἶπε· βουλήν μοι δὸς περὶ τούτου, ὦ Κροῖσε· ἐγὼ γάρ σου ἐννοῶν τὴν πρόσθεν εὐδαιμονίαν οἰκτίρω τέ σε καὶ ἀποδίδωμι ἤδη γυναῖκά τε ἔχειν ἣν εἶχες καὶ τὰς θυγατέρας (ἀκούω γάρ σοι εἶναι), καὶ τοὺς φίλους καὶ τοὺς θεράποντας καὶ τράπεζαν σὺν οἵᾳπερ ἐζῆτε· μάχας δέ σοι καὶ πολέμους ἀφαιρῶ.
居鲁士说:“克罗伊索斯,关于此事且容我考虑一番;因为我念及你昔日的幸福,既怜悯你,便立刻准许你保有曾经拥有的妻子,还有你的女儿们——因为我听闻你有女儿——以及你的朋友们、仆役们,和你们往昔赖以生活的盛宴;但战斗与战争,我将从你身边免除。”
μὰ Δία μηδὲν τοίνυν, ἔφη ὁ Κροῖσος, σὺ ἔτι βουλεύου περὶ τῆς ἐμῆς εὐδαιμονίας· ἐγὼ γὰρ ἤδη σοι λέγω, ἢν ταῦτά μοι ποιήσῃς ἃ λέγεις, ὅτι ἣν ἄλλοι τε μακαριωτάτην ἐνόμιζον εἶναι βιοτὴν καὶ ἐγὼ συνεγίγνωσκον αὐτοῖς, ταύτην καὶ ἐγὼ νῦν ἔχων διάξω.
“凭宙斯起誓,”克罗伊索斯说,“那么你就再也不必为我的幸福多加考虑了!因为我现在就告诉你,如果你真照你所说的那样待我,那么别人视作至福的生活——我也曾赞同他们的这一看法——如今正将由我享有度过。”
καὶ ὁ Κῦρος εἶπε· τίς δὴ ὁ ἔχων ταύτην τὴν μακαρίαν βιοτήν; ἡ ἐμὴ γυνή, εἶπεν, ὦ Κῦρε· ἐκείνη γὰρ τῶν μὲν ἀγαθῶν καὶ τῶν μαλακῶν καὶ εὐφροσυνῶν πασῶν ἐμοὶ τὸ ἴσον μετεῖχε, φροντίδων δὲ ὅπως ταῦτα ἔσται καὶ πολέμου καὶ μάχης οὐ μετῆν αὐτῇ. οὕτω δὴ καὶ σὺ δοκεῖς ἐμὲ κατασκευάζειν ὥσπερ ἐγὼ ἣν ἐφίλουν μάλιστα ἀνθρώπων, ὥστε τῷ Ἀπόλλωνι ἄλλα μοι δοκῶ χαριστήρια ὀφειλήσειν.
居鲁士说:“那么享有这种至福生活的人究竟是谁?”他说:“居鲁士啊,是我的妻子;因为她与我同等享有一切美物、舒适和所有喜悦,却无需为操心这些从何而来分担焦虑,也无需置身于战争与搏杀。如此看来,你待我正如我待我世上最钟爱之人一般,以至于我觉得自己还要欠阿波罗另外一份谢恩祭品。”
ἀκούσας δʼ ὁ Κῦρος τοὺς λόγους αὐτοῦ ἐθαύμασε μὲν τὴν εὐθυμίαν, ἦγε δὲ τὸ λοιπὸν ὅποι καὶ αὐτὸς πορεύοιτο, εἴτε ἄρα καὶ χρήσιμόν τι νομίζων αὐτὸν εἶναι εἴτε καὶ ἀσφαλέστερον οὕτως ἡγούμενος.
居鲁士听了他这番话,对其乐观豁达大为赞叹,此后无论行至何处都将他带在身边,或许是认为他还有所用处,或许是觉得这样做更为稳妥。
- 7.2.21τὸ ῥᾷστόν μοι αὐτὸν προστάξαντα τὴν εὐδαιμονίαν διδόναι
由动词 ἐνόμιζον 引出的宾格加不定式结构(宾格主语为指代阿波罗的 αὐτόν,不定式为 διδόναι)。分词 προστάξαντα 与 αὐτόν 性数格一致,表手段或伴随条件(“通过吩咐/吩咐了最容易之事”),τὸ ῥᾷστον 为该分词的直接宾语。
- 7.2.21ἑαυτὸν δὲ ὅστις ἐστὶ πάντα τινὰ ἐνόμιζον ἄνθρωπον εἰδέναι
与前句 ἄλλους μὲν γὰρ γιγνώσκειν... 形成对比。间接疑问句 ὅστις ἐστὶ 的逻辑主语被前提(prolepsis)为宾格 ἑαυτόν。整句由 ἐνόμιζον 统领,πάντα τινὰ ... ἄνθρωπον 为不定式 εἰδέναι 的宾格主语。
- 7.2.23νῦν δʼ αὖ πάλιν ὑπό τε πλούτου
长周期的句式骨架:并列的表原因的介词短语(ὑπό τε πλούτου... καὶ ὑπὸ τῶν δεομένων... καὶ ὑπὸ τῶν δώρων... καὶ ὑπʼ ἀνθρώπων...)配合被动分词(διαθρυπτόμενος... ἀναφυσώμενος),修饰主句谓语动词 ὑπεδεξάμην(“我接受了”)。紧接在前的 ὡς εἵλοντο... 为引导的时间/原因从句。
- 7.2.24τὸν πρῶτον βασιλεύσαντα ἅμα τε βασιλέα καὶ ἐλεύθερον γενέσθαι
宾格加不定式结构(主语为 τὸν πρῶτον βασιλεύσαντα 即巨吉斯,不定式为 γενέσθαι)。谓语补足语 ἅμα τε βασιλέα καὶ ἐλεύθερον(“成为国王的同时成为自由人”)暗含了他称王之前并非王族出身而是臣仆属民的修辞与历史对比。
