- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.2.11-7.2.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士表示既要奖赏士兵又欲免于洗劫萨狄斯,克罗伊索斯遂献策由市民自愿奉献财宝并获采纳。随后在居鲁士的询问下,克罗伊索斯开始叙述自己当初试探阿波罗及向德尔斐求问神谕的经历。
ἄκουσον τοίνυν, ἔφη, ὦ Κροῖσε· ἐγὼ γὰρ ὁρῶν τοὺς στρατιώτας πολλὰ πεπονηκότας καὶ πολλὰ κεκινδυνευκότας καὶ νῦν νομίζοντας πόλιν ἔχειν τὴν πλουσιωτάτην ἐν τῇ Ἀσίᾳ μετὰ Βαβυλῶνα, ἀξιῶ ὠφεληθῆναι τοὺς στρατιώτας. γιγνώσκω γάρ, ἔφη, ὅτι εἰ μή τινα καρπὸν λήψονται τῶν πόνων, οὐ δυνήσομαι αὐτοὺς πολὺν χρόνον πειθομένους ἔχειν. διαρπάσαι μὲν οὖν αὐτοῖς ἐφεῖναι τὴν πόλιν οὐ βούλομαι· τήν τε γὰρ πόλιν νομίζω ἂν διαφθαρῆναι,1 ἔν τε τῇ ἁρπαγῇ εὖ οἶδʼ ὅτι οἱ πονηρότατοι πλεονεκτήσειαν ἄν.
他说:“那么,克罗伊索斯,你听着;因为我看到士兵们历经千辛万苦,冒了无数险阻,如今认为自己占领了除巴比伦外全亚洲最富庶的城池,所以我认为士兵们理应得到好处。因为我知道,”他说,“如果他们不能从辛劳中得到某种成果,我将无法长久维系他们的服从。然而,我并不愿意把这座城任由他们劫掠;因为我认为这座城市会被摧毁,而且在洗劫中,我深知最卑劣之徒反而会占到大便宜。”
ἀκούσας ταῦτα ὁ Κροῖσος ἔλεξεν· ἀλλʼ ἐμέ, ἔφη, ἔασον λέξαι πρὸς οὓς ἂν ἐγὼ Λυδῶν ἔλθω ὅτι διαπέπραγμαι παρὰ σοῦ μὴ ποιῆσαι ἁρπαγὴν μηδὲ ἐᾶσαι ἀφανισθῆναι παῖδας καὶ γυναῖκας· ὑπεσχόμην δέ σοι ἀντὶ τούτων ἦ μὴν παρʼ ἑκόντων Λυδῶν ἔσεσθαι πᾶν ὅ τι καλὸν κἀγαθόν ἐστιν ἐν Σάρδεσιν.
克罗伊索斯听了这话说道:“那么请准许我去向我所接触的吕底亚人宣告:我已从你这里争得承诺,绝不实行劫掠,也不容许妇孺被掳掠消灭;作为回报,我向你保证,出于吕底亚人的自愿,萨狄斯城中一切美好的财宝都将归你所有。
ἢν γὰρ ταῦτα ἀκούσωσιν, οἶδʼ ὅτι ἥξει σοι πᾶν ὅ τι ἐστὶν ἐνθάδε καλὸν κτῆμα ἀνδρὶ καὶ γυναικί· καὶ ὁμοίως εἰς νέωτα πολλῶν καὶ καλῶν πάλιν σοι πλήρης ἡ πόλις ἔσται. ἢν δὲ διαρπάσῃς, καὶ αἱ τέχναι σοι, ἃς πηγάς φασι τῶν καλῶν εἶναι, διεφθαρμέναι ἔσονται.
因为他们若是听到了这些话,我知道不论这里属于男子还是妇人的任何精美产业,都会呈献到你面前;同样地,到了来年,这座城池也将再次为你盛产许多美物。但若你洗劫它,那些被誉为一切美事之源的技艺,也将为你毁于一旦。
ἐξέσται δέ σοι ἰδόντι ταῦτα ἐλθόντα ἔτι καὶ περὶ τῆς ἁρπαγῆς βουλεύσασθαι. πρῶτον δʼ, ἔφη, ἐπὶ τοὺς ἐμοὺς θησαυροὺς πέμπε καὶ παραλαμβανόντων οἱ σοὶ φύλακες παρὰ τῶν ἐμῶν φυλάκων. ταῦτα μὲν δὴ πάντα οὕτω συνῄνεσε ποιεῖν ὁ Κῦρος ὥσπερ ἔλεξεν ὁ Κροῖσος.
当你看到这些财宝送来之后,你仍旧有权就洗劫一事再作定夺。而且首先,”他说,“请派人到我的宝库去,让你的卫士从我的卫士手中接收。”居鲁士完全同意按照克罗伊索斯所说的方式行事。
τάδε δέ μοι πάντως, ἔφη, ὦ Κροῖσε, λέξον πῶς σοι ἀποβέβηκε τὰ ἐκ τοῦ ἐν Δελφοῖς χρηστηρίου· σοὶ γὰρ δὴ λέγεται πάνυ γε τεθεραπεῦσθαι ὁ Ἀπόλλων καί σε πάντα ἐκείνῳ πειθόμενον πράττειν.
他说:“不过,克罗伊索斯,务必告诉我,德尔斐神谕之事在你身上究竟是如何应验的;因为人们都说阿波罗得到了你极其恭敬的奉事,而你的一切行动也都依从他的意旨。”
ἐβουλόμην ἄν, ἔφη, ὦ Κῦρε, οὕτως ἔχειν· νῦν δὲ πάντα τἀναντία εὐθὺς ἐξ ἀρχῆς πράττων προσηνέχθην τῷ Ἀπόλλωνι. πῶς δέ; ἔφη ὁ Κῦρος· δίδασκε· πάνυ γὰρ παράδοξα λέγεις.
他说:“居鲁士啊,我但愿事情果真如此;但实际上,从一开始我就在一切事上完全反其道而行,以此来对待阿波罗。”居鲁士说:“这是怎么回事?请指教;因为你所说的话实在太匪夷所思了。”
ὅτι πρῶτον μέν, ἔφη, ἀμελήσας ἐρωτᾶν τὸν θεόν, εἴ τι ἐδεόμην, ἀπεπειρώμην αὐτοῦ εἰ δύναιτο ἀληθεύειν. τοῦτο δʼ, ἔφη, μὴ ὅτι θεός, ἀλλὰ καὶ ἄνθρωποι2 καλοὶ κἀγαθοί, ἐπειδὰν γνῶσιν ἀπιστούμενοι, οὐ φιλοῦσι τοὺς ἀπιστοῦντας.
他说:“因为首先,如果我有什么需要,我没有去向神求问,反而去考验他能否说出真相。不仅是神,就连正人君子,一旦发觉自己受到猜疑,也不会喜欢猜忌他们的人。
ἐπεὶ μέντοι ἔγνω καὶ μάλʼ ἄτοπα ἐμοῦ ποιοῦντος, καίπερ πρόσω Δελφῶν ἀπέχοντος, οὕτω δὴ πέμπω περὶ παίδων.
然而,尽管我远离德尔斐,他却识破了我在做极怪异之事,在那之后我才派人去询问子嗣之事。
ὁ δέ μοι τὸ μὲν πρῶτον οὐδʼ ἀπεκρίνατο· ἐπεὶ δʼ ἐγὼ πολλὰ μὲν πέμπων ἀναθήματα χρυσᾶ, πολλὰ δʼ ἀργυρᾶ, πάμπολλα δὲ θύων ἐξιλασάμην ποτὲ αὐτόν, ὡς ἐδόκουν, τότε δή μοι ἀποκρίνεται ἐρωτῶντι τί ἄν μοι ποιήσαντι παῖδες γένοιντο·3 ὁ δὲ εἶπεν ὅτι ἔσοιντο.
他起初甚至不予回答;但是当我送去大量黄金供物、大量白银供物,并献上无数祭牲,自以为终于平息了他的怒火时,这才对询问该做什么才能得到子嗣的我作出了答复;他说我必将得子。
καὶ ἐγένοντο μέν, οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐψεύσατο, γενόμενοι δὲ οὐδὲν ὤνησαν. ὁ μὲν γὰρ κωφὸς ὢν διετέλει, ὁ δὲ ἄριστος γενόμενος ἐν ἀκμῇ τοῦ βίου ἀπώλετο. πιεζόμενος δὲ ταῖς περὶ τοὺς παῖδας συμφοραῖς πάλιν πέμπω καὶ ἐπερωτῶ τὸν θεὸν τί ἂν ποιῶν τὸν λοιπὸν βίον εὐδαιμονέστατα διατελέσαιμι· ὁ δέ μοι ἀπεκρίνατο, "σαυτὸν γιγνώσκων εὐδαίμων, Κροῖσε, περάσεις."
孩子们确实出生了——因为在这一点上他也未曾欺骗我——然而出生之后却毫无益处。因为一个始终是哑巴,而最优秀的一个却在青年盛年夭折。在承受子嗣不幸的折磨下,我再次派人求问神明,我该做什么才能使余生过得最幸福;他给我的答复是: ‘克罗伊索斯,认识你自己,你便能幸福地度过一生。’
- 7.2.11νομίζω ἂν διαφθαρῆναι
不定词 διαφθαρῆναι(不定过去时被动态)与语气小词 ἄν 连用,构成间接引语中带有潜在/推测语气的从属结构,相当于直接引语中的 ἄν 搭配希求法(διαφθαρείη ἄν),表示“城池将会被毁”。
- 7.2.17μὴ ὅτι θεός, ἀλλὰ καὶ ἄνθρωποι
惯用句型 μὴ ὅτι... ἀλλὰ καί...(“不仅……连……也”或“且不说神,就连人也……”),系省略句式(字面义为“莫说神,就连端正之人也……”),用以表达程度递进。
- 7.2.19τί ἄν μοι ποιήσαντι παῖδες γένοιντο
疑问代词 τί 与与格分词 ποιήσαντι 构成条件从属含义(“我做了什么/如果我做了什么”),与小词 ἄν 及希求法 γένοιντο 共同在间接疑问句中构成潜在/可能句式;μοι 为利益或所属与格。
