- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.2.1-7.2.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士进军萨狄斯,派兵由险峻处登梯占领了卫城。他在严厉训诫了违纪劫掠的哈尔代亚人以严明军纪后,与被俘的克罗伊索斯首次相会。
καὶ οἱ μὲν ἀμφὶ τὸν Κῦρον δειπνοποιησάμενοι καὶ φυλακὰς καταστησάμενοι, ὥσπερ ἔδει, ἐκοιμήθησαν. Κροῖσος μέντοι εὐθὺς ἐπὶ Σάρδεων ἔφευγε σὺν τῷ στρατεύματι· τὰ δʼ ἄλλα φῦλα ὅποι ἐδύνατο προσωτάτω ἐν τῇ νυκτὶ τῆς ἐπʼ οἶκον ὁδοῦ1 ἕκαστος ἀπεχώρει.
居鲁士身旁的人用过晚餐并按规定设立岗哨后,便安歇了。然而克罗伊索斯立刻率军逃往萨狄斯,其他各部族也各自在夜间尽可能沿着归途向远处撤退。
ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, εὐθὺς ἐπὶ Σάρδεις ἦγε Κῦρος. ὡς δʼ ἐγένετο πρὸς τῷ τείχει τῷ ἐν Σάρδεσι, τάς τε μηχανὰς ἀνίστη ὡς προσβαλῶν πρὸς τὸ τεῖχος καὶ κλίμακας παρεσκευάζετο.
天亮之后,居鲁士立即率军开赴萨狄斯。当他抵达萨狄斯的城墙前时,便竖立起攻城器械,仿佛要强攻城墙,并准备了云梯。
ταῦτα δὲ ποιῶν κατὰ τὰ ἀποτομώτατα δοκοῦντα εἶναι τοῦ Σαρδιανῶν ἐρύματος τῆς ἐπιούσης νυκτὸς ἀναβιβάζει Χαλδαίους τε καὶ Πέρσας. ἡγήσατο δʼ αὐτοῖς ἀνὴρ Πέρσης δοῦλος γεγενημένος τῶν ἐν τῇ ἀκροπόλει τινὸς φρουρῶν2 καὶ καταμεμαθηκὼς κατάβασιν εἰς τὸν ποταμὸν καὶ ἀνάβασιν τὴν αὐτήν.
他在做出这些举动的同时,于次日夜间派遣哈尔代亚人与波斯人,从萨狄斯人要塞看似最为陡峭之处攀登而上。为他们领路的是一个波斯人,他曾给卫城驻军中的一名守兵当过奴隶,因而摸清了一条通往河流并能原路返回的险径。
ὡς δʼ ἐγένετο τοῦτο δῆλον ὅτι εἴχετο τὰ ἄκρα, πάντες δὴ ἔφευγον οἱ Λυδοὶ ἀπὸ τῶν τειχῶν ὅποι ἐδύνατο ἕκαστος τῆς πόλεως. Κῦρος δὲ ἅμα τῇ ἡμέρᾳ εἰσῄει εἰς τὴν πόλιν καὶ παρήγγειλεν ἐκ τῆς τάξεως μηδένα κινεῖσθαι.
当高地已被占领之事确凿无疑后,吕底亚人便全都从城墙上逃散,各自奔往城中各处。居鲁士于拂晓时分进城,下令任何人不得擅离阵列。
ὁ δὲ Κροῖσος κατακλεισάμενος ἐν τοῖς βασιλείοις Κῦρον ἐβόα· ὁ δὲ Κῦρος τοῦ μὲν Κροίσου φύλακας κατέλιπεν, αὐτὸς δὲ ἀπαγαγὼν πρὸς τὴν ἐχομένην ἄκραν ὡς εἶδε τοὺς μὲν Πέρσας φυλάττοντας τὴν ἄκραν, ὥσπερ ἔδει, τὰ δὲ τῶν Χαλδαίων ὅπλα ἔρημα ʽκατεδεδραμήκεσαν γὰρ ἁρπασόμενοι τὰ ἐκ τῶν οἰκιῶν̓, εὐθὺς συνεκάλεσεν αὐτῶν τοὺς ἄρχοντας καὶ εἶπεν αὐτοῖς ἀπιέναι ἐκ τοῦ στρατεύματος ὡς τάχιστα.
克罗伊索斯将自己关在王宫中,高声呼喊居鲁士。居鲁士留下卫兵看守克罗伊索斯,自己则带队前往已被占领的高地;当他看见波斯人正按规定防守高地,而哈尔代亚人的武器却被抛弃无主——因为他们已经冲下山去劫掠民房中的财物——便立即召集他们的将领,命令他们以最快速度脱离军队。
οὐ γὰρ ἄν, ἔφη, ἀνασχοίμην πλεονεκτοῦντας ὁρῶν τοὺς ἀτακτοῦντας. καὶ εὖ μέν, ἔφη, ἐπίστασθε ὅτι παρεσκευαζόμην ἐγὼ ὑμᾶς τοὺς ἐμοὶ συστρατευομένους πᾶσι Χαλδαίοις μακαριστοὺς ποιῆσαι· νῦν δʼ, ἔφη, μὴ θαυμάζετε ἤν τις καὶ ἀπιοῦσιν ὑμῖν κρείττων ἐντύχῃ.
他说:“因为我无法容忍看到扰乱纪律者占到便宜。你们清楚地知道,我原本正打算让随我征战的你们成为全体哈尔代亚人羡慕的对象;但如今,若是你们在撤离时遇到更强之敌的攻击,也不必感到奇怪。”
ἀκούσαντες ταῦτα οἱ Χαλδαῖοι ἔδεισάν τε καὶ ἱκέτευον παύσασθαι ὀργιζόμενον καὶ τὰ χρήματα πάντα ἀποδώσειν ἔφασαν. ὁ δʼ εἶπεν ὅτι οὐδὲν αὐτῶν δέοιτο. ἀλλʼ εἴ με, ἔφη, βούλεσθε παύσασθαι ἀχθόμενον, ἀπόδοτε πάντα ὅσα ἐλάβετε τοῖς διαφυλάξασι τὴν ἄκραν. ἢν γὰρ αἴσθωνται οἱ ἄλλοι στρατιῶται ὅτι πλεονεκτοῦσιν οἱ εὔτακτοι γενόμενοι, πάντα μοι καλῶς ἕξει.
哈尔代亚人听了这些话,既惊恐又央求他息怒,并表示愿归还所有财物。居鲁士却说自己一点也不需要这些财物。“但如果你们希望我不再恼怒,就把你们掠夺的一切都交给坚守高地的人。因为如果其他士兵明白遵从纪律者才能得益,对我而言一切就会处置得宜。”
οἱ μὲν δὴ Χαλδαῖοι οὕτως ἐποίησαν ὡς ἐκέλευσεν ὁ Κῦρος· καὶ ἔλαβον οἱ πειθόμενοι πολλὰ καὶ παντοῖα χρήματα. ὁ δὲ Κῦρος καταστρατοπεδεύσας τοὺς ἑαυτοῦ, ὅπου ἐδόκει ἐπιτηδειότατον εἶναι τῆς πόλεως, μένειν ἐπὶ τοῖς ὅπλοις παρήγγειλε καὶ ἀριστοποιεῖσθαι.
哈尔代亚人果然按照居鲁士的命令照办;而那些服从号令的人则获得了各种各样的大量财物。居鲁士将自己的军队驻扎在城中看似最适宜的地方,命令他们持械待命并用早膳。
ταῦτα δὲ διαπραξάμενος ἀγαγεῖν ἐκέλευσεν αὑτῷ τὸν Κροῖσον. ὁ δὲ Κροῖσος ὡς εἶδε τὸν Κῦρον, χαῖρε, ὦ δέσποτα, ἔφη· τοῦτο γὰρ ἡ τύχη καὶ ἔχειν τὸ ἀπὸ τοῦδε δίδωσι σοὶ καὶ ἐμοὶ προσαγορεύειν.
办完这些事后,他下令将克罗伊索斯带到自己面前。克罗伊索斯一见到居鲁士便说:“向您致敬,主人;因为命运自此赐予你拥有这一称谓,也赐予我如此称呼你。”
καὶ σύ γε, ἔφη, ὦ Κροῖσε,3 ἐπείπερ ἄνθρωποί γέ ἐσμεν ἀμφότεροι. ἀτάρ, ἔφη, ὦ Κροῖσε, ἆρʼ ἄν τί μοι ἐθελήσαις συμβουλεῦσαι; καὶ βουλοίμην γʼ ἄν, ἔφη, ὦ Κῦρε, ἀγαθόν τί σοι εὑρεῖν· τοῦτο γὰρ ἂν οἶμαι ἀγαθὸν κἀμοὶ γενέσθαι.
居鲁士说:“克罗伊索斯,我也向你致意,因为我们双方终究同为凡人。不过,克罗伊索斯,你是否愿意为我提供一些建议?”克罗伊索斯说:“居鲁士啊,我确实希望能为你构想出某种良策;因为我认为,这对我也将是一件好事。”
- 7.2.1προσωτάτω ... τῆς ἐπʼ οἶκον ὁδοῦ
最高级副词 προσωτάτω 与表示范围/路径的属格 τῆς ... ὁδοῦ 连用,意为“尽可能沿着归家之路走到最远处”。这是附属于表示空间距离副词的部分属格/范围属格用法。
- 7.2.3τῶν ἐν τῇ ἀκροπόλει τινὸς φρουρῶν
不定代词 τινός(单数属格)插入其所支配的部分属格短语 τῶν ἐν τῇ ἀκροπόλει φρουρῶν 之中,整体作 δοῦλος 的所有/领属属格(即 τινὸς τῶν φρουρῶν,“卫城守兵中的一人”之奴隶)。此处存在语序的隔开搭配(hyperbaton)。
- 7.2.10καὶ σύ γε, ἔφη, ὦ Κροῖσε
承接前句克罗伊索斯的致敬 χαῖρε, ὦ δέσποτα(主人,祝您安好)的简略答语。动词 χαῖρε(或愿望语气 χαίροις)被省略,意为“克罗伊索斯,你也安好”。人称代词 σύ 加上助词 γε 起强调作用。
