- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.1.38-7.1.49
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士落马后被侍从救起,他赞赏孤立坚守的埃及士兵的英勇,并与他们达成了体面的投降协议。随后记述了战后各兵种的表现评价,指出波斯骑兵装备与镰刀战车得以流传后世。
ἔνθα δὴ ἔγνω ἄν τις1 ὅσου ἄξιον εἴη τὸ φιλεῖσθαι ἄρχοντα ὑπὸ τῶν περὶ αὐτόν. εὐθὺς γὰρ ἀνεβόησάν τε πάντες καὶ προσπεσόντες ἐμάχοντο· ἐώθουν, ἐωθοῦντο, ἔπαιον, ἐπαίοντο. καταπηδήσας δέ τις ἀπὸ τοῦ ἵππου τῶν τοῦ Κύρου ὑπηρετῶν ἀναβάλλει αὐτὸν ἐπὶ τὸν ἑαυτοῦ ἵππον.
正是在这时,人们才能领悟到一位统帅受其身旁之人爱戴是何等珍贵。因为众人立刻大喊一声,扑上前去殊死搏斗:他们推搡,被推搡,击打,被击打。居鲁士的一位侍从跳下战马,将居鲁士扶上了自己的战马。
ὡς δʼ ἀνέβη ὁ Κῦρος, κατεῖδε πάντοθεν ἤδη παιομένους τοὺς Αἰγυπτίους· καὶ γὰρ Ὑστάσπας ἤδη παρῆν σὺν τοῖς Περσῶν ἱππεῦσι καὶ Χρυσάντας. ἀλλὰ τούτους ἐμβάλλειν μὲν οὐκέτι εἴα εἰς τὴν φάλαγγα τῶν Αἰγυπτίων, ἔξωθεν δὲ τοξεύειν καὶ ἀκοντίζειν ἐκέλευεν. ὡς δʼ ἐγένετο περιελαύνων παρὰ τὰς μηχανάς, ἔδοξεν αὐτῷ ἀναβῆναι ἐπὶ τῶν πύργων τινὰ καὶ κατασκέψασθαι εἴ πῃ καὶ ἄλλο τι μένοι τῶν πολεμίων καὶ μάχοιτο.
居鲁士上马之后,看见埃及人各处都已遭到打击;因为叙斯塔斯佩斯和赫律桑塔斯已经率领波斯骑兵赶到。但居鲁士不再容许他们冲入埃及人的方阵,而是命令他们从外围放箭投枪。当他策马巡行至攻城器械旁时,便想登上其中一座木塔,察看敌军是否还有其他部队在坚守战斗。
ἐπεὶ δὲ ἀνέβη, κατεῖδε μεστὸν τὸ πεδίον ἵππων, ἀνθρώπων, ἁρμάτων, φευγόντων, διωκόντων, κρατούντων, κρατουμένων· μένον δʼ οὐδαμοῦ οὐδὲν ἔτι ἐδύνατο κατιδεῖν πλὴν τὸ τῶν Αἰγυπτίων· οὗτοι δὲ ἐπειδὴ ἠποροῦντο, πάντοθεν κύκλον ποιησάμενοι, ὥστε ὁρᾶσθαι τὰ ὅπλα, ὑπὸ ταῖς ἀσπίσιν ἐκάθηντο· καὶ ἐποίουν μὲν οὐδὲν ἔτι, ἔπασχον δὲ πολλὰ καὶ δεινά.
登上木塔后,他看见平原上挤满了战马、步兵、战车,以及逃窜者、追击者、获胜者和战败者;但他再也看不见任何地方有坚守的部队,唯独埃及人的方阵除外。埃及人由于走投无路,便四面结成圆阵,使武器可见,蜷缩在盾牌之下;他们已无法采取任何行动,却承受着无数惨烈的伤害。
ἀγασθεὶς δὲ ὁ Κῦρος αὐτοὺς καὶ οἰκτίρων ὅτι ἀγαθοὶ ἄνδρες ὄντες ἀπώλλυντο, ἀνεχώρισε πάντας τοὺς περιμαχομένους καὶ μάχεσθαι οὐδένα ἔτι εἴα. πέμπει δὲ πρὸς αὐτοὺς κήρυκα ἐρωτῶν πότερα βούλονται ἀπολέσθαι πάντες ὑπὲρ τῶν προδεδωκότων αὐτοὺς ἢ σωθῆναι ἄνδρες ἀγαθοὶ δοκοῦντες εἶναι. οἱ δʼ ἀπεκρίναντο· πῶς δʼ ἂν ἡμεῖς σωθείημεν ἄνδρες ἀγαθοὶ δοκοῦντες εἶναι;
居鲁士对他们深表赞赏,又怜悯他们虽为勇士却遭歼灭,便将四面围攻的人全部撤回,不再准许任何人交战。他派遣一名传令官前去询问他们,究竟是甘愿为背弃他们的人全军覆没,还是愿意作为公认的勇士保全性命。他们回答道:“我们怎能在仍被视为勇士的同时保全性命呢?”
ὁ δὲ Κῦρος πάλιν ἔλεγεν· ὅτι ἡμεῖς ὑμᾶς ὁρῶμεν μόνους καὶ μένοντας καὶ μάχεσθαι θέλοντας. ἀλλὰ τοὐντεῦθεν, ἔφασαν οἱ Αἰγύπτιοι, τί καλὸν ἂν ποιοῦντες σωθείημεν; καὶ ὁ Κῦρος αὖ πρὸς τοῦτο εἶπεν· τά τε ὅπλα παραδόντες φίλοι τε γενόμενοι τοῖς αἱρουμένοις ὑμᾶς σῶσαι, ἐξὸν ἀπολέσαι.2
居鲁士再次传话说:“因为我们看到,唯有你们既坚守阵地,又愿意继续战斗。”埃及人说:“既然如此,我们若要保全性命,该做何种光明正大之事?”居鲁士又对此答道:“只要交出兵器,成为那些本可消灭你们、却选择拯救你们的人的朋友。”
ἀκούσαντες ταῦτα ἐπήροντο· ἢν δὲ γενώμεθά σοι φίλοι, τί ἡμῖν ἀξιώσεις χρῆσθαι; ἀπεκρίνατο ὁ Κῦρος εὖ ποιεῖν καὶ εὖ πάσχειν. ἐπηρώτων πάλιν οἱ Αἰγύπτιοι τίνα εὐεργεσίαν· πρὸς τοῦτο εἶπεν ὁ Κῦρος· μισθὸν μὲν ὑμῖν δοίην ἂν πλείονα ἢ νῦν ἐλαμβάνετε ὅσον ἂν χρόνον πόλεμος ᾖ· εἰρήνης δὲ γενομένης τῷ βουλομένῳ ὑμῶν μένειν παρʼ ἐμοὶ χώραν τε δώσω καὶ πόλεις καὶ γυναῖκας καὶ οἰκέτας.
他们听后追问道:“如果我们成为你的朋友,你将如何对待我们?”居鲁士回答:“施善并受善。”埃及人再次追问:“是何种善待?”对此居鲁士说:“只要战事持续,我给你们的军饷便多于你们如今所领取的;待到和平降临,你们中凡愿留在我处的人,我都将赐予土地、城池、妻子与仆从。”
ἀκούσαντες ταῦτα οἱ Αἰγύπτιοι τὸ μὲν ἐπὶ Κροῖσον συστρατεύειν ἀφελεῖν σφίσιν ἐδεήθησαν·3 τούτῳ γὰρ μόνῳ γιγνώσκεσθαι ἔφασαν· τὰ δʼ ἄλλα συνομολογήσαντες ἔδοσαν πίστιν καὶ ἔλαβον.
埃及人听了这些话,恳求免除随同征讨克罗伊索斯的军役,因为他们说仅与此人素有旧谊;在其余条款达成一致后,双方互换了信誓。
καὶ οἱ Αἰγύπτιοί τε οἱ καταμείναντες τότε ἔτι καὶ νῦν βασιλεῖ πιστοὶ διαμένουσι, Κῦρός τε πόλεις αὐτοῖς ἔδωκε, τὰς μὲν ἄνω, αἳ ἔτι καὶ νῦν πόλεις Αἰγυπτίων καλοῦνται, Λάρισαν δὲ καὶ Κυλλήνην παρὰ Κύμην πλησίον θαλάττης, ἃς ἔτι καὶ νῦν οἱ ἀπʼ ἐκείνων ἔχουσι. ταῦτα δὲ διαπραξάμενος ὁ Κῦρος ἤδη σκοταῖος ἀναγαγὼν ἐστρατοπεδεύσατο ἐν Θυμβράροις.
当时留驻的埃及人至今仍对国王保持忠诚,居鲁士也赐予了他们城池,一部分在上游内地,至今仍被称为“埃及人城”,还有临近大海、靠近库墨的拉里萨与库勒涅,其后裔至今仍保有这些城邑。处理完这些事务后,天色已黑,居鲁士引军回撤,在休姆布拉拉扎下营寨。
ἐν δὲ τῇ μάχῃ τῶν πολεμίων Αἰγύπτιοι μόνοι ηὐδοκίμησαν, τῶν δὲ σὺν Κύρῳ τὸ Περσῶν ἱππικὸν κράτιστον ἔδοξεν εἶναι· ὥστʼ ἔτι καὶ νῦν διαμένει ἡ ὅπλισις ἣν τότε Κῦρος τοῖς ἱππεῦσι κατεσκεύασεν.
在敌军之中,唯有埃及人在这场战斗中赢得了崇高声誉;而在居鲁士一方,波斯骑兵被认为战斗力最强。因此,居鲁士当时为骑兵配设的装备至今依然沿用。
ηὐδοκίμησε δὲ ἰσχυρῶς καὶ τὰ δρεπανηφόρα ἅρματα· ὥστε καὶ τοῦτο ἔτι καὶ νῦν διαμένει τὸ πολεμιστήριον τῷ ἀεὶ βασιλεύοντι.
镰刀战车也赢得了极高的声誉;因此这种战争器械至今仍为历代国王所保留。
αἱ μέντοι κάμηλοι ἐφόβουν μόνον τοὺς ἵππους, οὐ μέντοι κατέκαινόν γε οἱ ἐπʼ αὐτῶν ἱππεῖς, οὐδʼ αὐτοί γε ἀπέθνῃσκον ὑπὸ ἱππέων· οὐδεὶς γὰρ ἵππος ἐπέλαζε.
然而骆驼仅仅惊吓了战马,骑在骆驼上的战士并未斩杀敌人,他们自己也未被敌方骑兵所杀,因为没有任何战马敢于接近。
καὶ χρήσιμον μὲν ἐδόκει εἶναι· ἀλλὰ γὰρ οὔτε τρέφειν οὐδεὶς ἐθέλει καλὸς κἀγαθὸς κάμηλον ὥστʼ ἐποχεῖσθαι οὔτε μελετᾶν ὡς πολεμήσων ἀπὸ τούτων. οὕτω δὴ ἀπολαβοῦσαι πάλιν τὸ ἑαυτῶν σχῆμα ἐν τοῖς σκευοφόροις διάγουσι.
这虽看似有用,然而却没有任何有身份的体面人愿意饲养骆驼来骑乘,也不愿操练以便从骆驼上作战。因此,它们又恢复了原本的功用,留在辎重队中度日。
- 7.1.38ἔγνω ἄν τις
由 ἄν 与不定过去时直陈式动词 ἔγνω 构成的过去潜在句(“人们本会领悟到”),以不定代名词 τις 为主语,表述普适性的观察。
- 7.1.42ἐξὸν ἀπολέσαι
非人称动词 ἔξεστι 的中性宾格分词 ἐξόν 构成的宾格绝对结构,带有让步含义:“尽管本可以消灭你们”。
- 7.1.44τὸ μὲν ἐπὶ Κροῖσον συστρατεύειν ἀφελεῖν σφίσιν ἐδεήθησαν
主动词 ἐδεήθησαν(“请求”)统辖不定式 ἀφελεῖν(“免除”),后者带有冠词化不定式短语 τὸ ... συστρατεύειν(“一同出征”)作为直接宾语;σφίσιν 为表分离或利害的与格(“对他们 / 从他们身上”)。
