- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.1.28-7.1.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿布拉达塔斯率领镰刀战车冲袭埃及方阵壮烈牺牲,波斯军队在埃及重装步兵的压迫下被迫后退;赶来支援的居鲁士从敌军后方发起突袭,却因战马被刺而坠马。
ὁ δὲ Ἀρταγέρσης συντεταγμένους ἔχων τοὺς μεθʼ ἑαυτοῦ ταραττομένοις ἐπέκειτο·1 καὶ τὰ ἅρματα δὲ κατὰ τὸ δεξιὸν καὶ τὸ εὐώνυμον ἅμα ἐνέβαλλε. καὶ πολλοὶ μὲν τὰ ἅρματα φεύγοντες ὑπὸ τῶν κατὰ κέρας ἑπομένων ἀπέθνῃσκον, πολλοὶ δὲ τούτους φεύγοντες ὑπὸ τῶν ἁρμάτων ἡλίσκοντο.
阿尔塔格耳塞斯保持部下队列整齐,向陷入混乱的敌军猛扑过去;战车队也同时从左右两侧发起冲锋。许多人在躲避战车时被沿翼侧追击的部队斩杀,许多人在躲避追兵时又被战车截获。
καὶ ὁ Ἀβραδάτας δὲ οὐκέτι ἔμελλεν, ἀλλʼ ἀναβοήσας· ἄνδρες φίλοι, ἕπεσθε, ἐνίει οὐδὲν φειδόμενος τῶν ἵππων, ἀλλʼ ἰσχυρῶς ἐξαιμάττων τῷ κέντρῳ· συνεξώρμησαν δὲ καὶ οἱ ἄλλοι ἁρματηλάται. καὶ τὰ μὲν ἅρματα ἔφευγεν αὐτοὺς εὐθύς, τὰ μὲν ἀναλαβόντα τοὺς παραβάτας, τὰ δὲ καὶ ἀπολιπόντα.
阿布拉达塔斯也不再迟疑,而是大呼道:“朋友们,跟我来!”他毫不顾惜战马,用刺棒狠狠刺出鲜血,向前猛冲;其他战车御者也一同疾驰杀出。敌人的战车立刻望风而逃,有的载上了同车的步战兵,有的则将他们遗弃原地。
ὁ δὲ Ἀβραδάτας ἀντικρὺ διᾴττων εἰς τὴν τῶν Αἰγυπτίων φάλαγγα ἐμβάλλει· συνεισέβαλον δὲ αὐτῷ καὶ οἱ ἐγγύτατα τεταγμένοι. πολλαχοῦ μὲν οὖν καὶ ἄλλοθι δῆλον ὡς οὐκ ἔστιν ἰσχυροτέρα φάλαγξ ἢ ὅταν ἐκ φίλων συμμάχων ἡθροισμένη ᾖ, καὶ ἐν τούτῳ δὲ ἐδήλωσεν.2 οἱ μὲν γὰρ ἑταῖροί τε αὐτοῦ καὶ ὁμοτράπεζοι συνεισέβαλλον· οἱ δʼ ἄλλοι ἡνίοχοι ὡς εἶδον ὑπομένοντας πολλῷ στίφει τοὺς Αἰγυπτίους, ἐξέκλιναν κατὰ τὰ φεύγοντα ἅρματα καὶ τούτοις ἐφείποντο.
阿布拉达塔斯径直向前疾驰,猛撞入埃及人的方阵之中;列阵在他最近处的人也随他一同冲入。方阵在由志同道合的盟友组成时最为坚强,这一事实在许多其他场合早已昭然若揭,而在此刻也同样显明。因为他的亲密同袍与同席挚友皆一同随他杀入;但其余的御者见埃及人以密集的阵形坚守阵地,便转向逃窜的战车,尾随追击去了。
οἱ δὲ ἀμφὶ Ἀβραδάταν ᾗ μὲν ἐνέβαλλον, ἅτε οὐ δυναμένων διαχάσασθαι τῶν Αἰγυπτίων διὰ τὸ μένειν τοὺς ἔνθεν καὶ ἔνθεν αὐτῶν, τοὺς μὲν ὀρθοὺς τῇ ῥύμῃ τῇ τῶν ἵππων παίοντες ἀνέτρεπον, τοὺς δὲ πίπτοντας κατηλόων καὶ αὐτοὺς καὶ ὅπλα καὶ ἵπποις καὶ τροχοῖς. ὅτου δʼ ἐπιλάβοιτο τὰ δρέπανα,3 πάντα βίᾳ διεκόπτετο καὶ ὅπλα καὶ σώματα.
在阿布拉达塔斯及其随从冲入之处,由于埃及人两侧的阵列坚守不退,以致他们无法散开避让,冲入者借战马冲击之势将直立之人撞翻,并将倒地之人连同武器一起用战马和车轮践踏辗碎。凡是镰刀钩住之物,无论兵器还是躯体,都被强力斩断。
ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ ὑπὸ τῶν παντοδαπῶν σωρευμάτων ἐξαλλομένων τῶν τροχῶν ἐκπίπτει ὁ Ἀβραδάτας καὶ ἄλλοι δὲ τῶν συνεισβαλόντων, καὶ οὗτοι μὲν ἐνταῦθα ἄνδρες ἀγαθοὶ γενόμενοι κατεκόπησαν καὶ ἀπέθανον· οἱ δὲ Πέρσαι συνεπισπόμενοι, ᾗ μὲν ὁ Ἀβραδάτας ἐνέβαλε καὶ οἱ σὺν αὐτῷ, ταύτῃ ἐπεισπεσόντες τεταραγμένους ἐφόνευον, ᾗ δὲ ἀπαθεῖς ἐγένοντο οἱ Αἰγύπτιοι ʽπολλοὶ δʼ οὗτοι ἦσαν̓, ἐχώρουν ἐναντίοι τοῖς Πέρσαις.
在这难以言状的混乱中,由于车轮颠簸于各类堆积物之上,阿布拉达塔斯被抛出车外,同他一起冲入阵中的其他人也纷纷落车;他们在此表现得极为英勇,终被乱刀砍倒阵亡。紧随其后的波斯部队在阿布拉达塔斯及其随从冲开的缺口处杀入,斩杀混乱的敌军;但埃及人未受创击之处——这部分人数甚众——则迎面向波斯人推进。
ἔνθα δὴ δεινὴ μάχη ἦν καὶ δοράτων καὶ ξυστῶν καὶ μαχαιρῶν· ἐπλεονέκτουν μέντοι οἱ Αἰγύπτιοι καὶ πλήθει καὶ τοῖς ὅπλοις. τά τε γὰρ δόρατα ἰσχυρὰ καὶ μακρὰ ἔτι καὶ νῦν ἔχουσιν, αἵ τε ἀσπίδες πολὺ μᾶλλον τῶν θωράκων καὶ τῶν γέρρων καὶ στεγάζουσι τὰ σώματα καὶ πρὸς τὸ ὠθεῖσθαι συνεργάζονται πρὸς τοῖς ὤμοις οὖσαι. συγκλείσαντες οὖν τὰς ἀσπίδας ἐχώρουν καὶ ἐώθουν.
于是那里展开了一场动用长矛、刺矛与短剑的惨烈搏杀;然而埃及人在人数和兵器上皆占优势。因为他们至今仍装备着坚固的长矛,而他们的盾牌不仅比胸甲和柳条盾更能严密护体,而且抵在肩头更有利于推挤。因此他们紧扣盾牌,列队推进推挤。
οἱ δὲ Πέρσαι οὐκ ἐδύναντο ἀντέχειν, ἅτε ἐν ἄκραις ταῖς χερσὶ τὰ γέρρα ἔχοντες, ἀλλʼ ἐπὶ πόδα ἀνεχάζοντο4 παίοντες καὶ παιόμενοι, ἕως ὑπὸ ταῖς μηχαναῖς ἐγένοντο. ἐπεὶ μέντοι ἐνταῦθα ἦλθον, ἐπαίοντο αὖθις οἱ Αἰγύπτιοι ἀπὸ τῶν πύργων· καὶ οἱ ἐπὶ πᾶσι δὲ οὐκ εἴων φεύγειν οὔτε τοὺς τοξότας οὔτε τοὺς ἀκοντιστάς, ἀλλʼ ἀνατεταμένοι τὰς μαχαίρας ἠνάγκαζον καὶ τοξεύειν καὶ ἀκοντίζειν.
波斯人因仅用双手末端握持柳条盾而难以招架,只得且战且退,一步步向后退却,直至退到了攻城木塔下方。然而当他们退至此处时,埃及人再次遭到塔上投射力量的打击;而驻守在最后方的指挥官也不准弓手和标枪手逃跑,而是拔出短剑,逼迫他们射箭和掷枪。
ἦν δὲ πολὺς μὲν ἀνδρῶν φόνος, πολὺς δὲ κτύπος ὅπλων καὶ βελῶν παντοδαπῶν, πολλὴ δὲ βοὴ τῶν μὲν ἀνακαλούντων ἀλλήλους, τῶν δὲ παρακελευομένων, τῶν δὲ θεοὺς ἐπικαλουμένων.
场上出现了惨重的人员伤亡,各类兵器和投射物碰撞出巨大的轰响,四处充满了叫喊声:有人彼此呼应,有人互相督促进击,有人向神明祈祷求助。
ἐν δὲ τούτῳ Κῦρος διώκων τοὺς καθʼ αὑτὸν παραγίγνεται. ὡς δʼ εἶδε τοὺς Πέρσας ἐκ τῆς χώρας ἐωσμένους, ἤλγησέ τε καὶ γνοὺς ὅτι οὐδαμῶς ἂν θᾶττον σχοίη τοὺς πολεμίους τῆς εἰς τὸ πρόσθεν προόδου ἢ εἰ εἰς τὸ ὄπισθεν περιελάσειεν αὐτῶν,5 παραγγείλας ἕπεσθαι τοῖς μεθʼ αὑτοῦ περιήλαυνεν εἰς τὸ ὄπισθεν· καὶ εἰσπεσόντες παίουσιν ἀφορῶντας καὶ πολλοὺς κατακαίνουσιν.
与此同时,居鲁士追击着正面的敌人赶到了现场。当他看到波斯人已被迫离开阵位时,深感痛心;他明白要想最快阻止敌军向前推进,莫过于绕行到其背后,便下令部下紧随其后,策马迂回到敌军后方。他们猛扑上去,击杀背对他们的敌军,斩杀了许多人。
οἱ δὲ Αἰγύπτιοι ὡς ᾔσθοντο, ἐβόων τε ὅτι ὄπισθεν οἱ πολέμιοι καὶ ἐστρέφοντο ἐν ταῖς πληγαῖς. καὶ ἐνταῦθα δὴ φύρδην ἐμάχοντο καὶ πεζοὶ καὶ ἱππεῖς, πεπτωκὼς δέ τις ὑπὸ τῷ Κύρου ἵππῳ καὶ πατούμενος παίει εἰς τὴν γαστέρα τῇ μαχαίρᾳ τὸν ἵππον αὐτοῦ· ὁ δὲ ἵππος πληγεὶς σφαδᾴζων ἀποσείεται τὸν Κῦρον.
埃及人一发觉此事,便大喊敌人出现在背后,并在遭受打击中急忙转身。于是在那里,步兵和骑兵混战在一起;而一个倒在居鲁士马下受践踏的人,用短剑刺入了居鲁士战马的腹部。战马负伤后猛烈挣扎,将居鲁士摔了下来。
- 7.1.28ταραττομένοις ἐπέκειτο
复合动词 ἐπίκειμαι(猛攻、压迫)支配与格 ταραττομένοις,分词在此表示情状,意为“向陷入混乱的敌军发起猛攻”。
- 7.1.30ἐδήλωσεν
作不及物或无人称用法,或以暗示的前述事实或情境(τὸ πρᾶγμα)作主语,意为“这一点显明了 / 事实证明了这一点”。
- 7.1.31ὅτου δʼ ἐπιλάβοιτο τὰ δρέπανα
关系从句中表示过去普遍或重复行为的希求语气(反复希求法)。中动态动词 ἐπιλαμβάνομαι 支配属格 ὅτου,意为“凡是镰刀钩住之物”。
- 7.1.34ἐπὶ πόδα ἀνεχάζοντο
习惯性军事短语,指不转身背对敌人,而是正面面向敌军一步一步且战且退。
- 7.1.36οὐδαμῶς ἂν θᾶττον σχοίη τοὺς πολεμίους τῆς εἰς τὸ πρόσθεν προόδου ἢ εἰ εἰς τὸ ὄπισθεν περιελάσειεν αὐτῶν
间接引语中潜在希求语气(ἄν + 希求语气 σχοίη)与条件从句(εἰ + 希求语气 περιελάσειεν)的组合。动词 σχοίη 支配分离属格 τῆς προόδου(推进),意为“遏止敌人的前进步伐”,而比较结构 θᾶττον ... ἢ εἰ(“绝不可能比……更快”)表达了居鲁士认定迂回到敌后是唯一速效对策的判断。
