- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.1.19-7.1.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士巡视各线并向指挥官部署协同突击的命令,全军在克洛伊索斯三面合围的威势下稳住阵脚,随后居鲁士通过奇袭敌翼纵队及投入骆驼战术彻底击溃敌军。
ὁ δʼ αὖ Κῦρος παριὼν ὡς ἐγένετο πρὸς τῷ εὐωνύμῳ, ἔνθα ὁ Ὑστάσπας τοὺς ἡμίσεις ἔχων ἦν τῶν Περσῶν ἱππέων, ὀνομάσας αὐτὸν εἶπεν· ὦ Ὑστάσπα, νῦν ʽὁρᾷς;ʼ ἔργον τῆς σῆς ταχυεργίας·1 νῦν γὰρ ἢν φθάσωμεν τοὺς πολεμίους κατακανόντες,2 οὐδεὶς ἡμῶν ἀποθανεῖται.
居鲁士在巡视中来到了左翼,叙斯塔斯佩斯正率领着半数波斯骑兵驻守在那里。居鲁士直呼其名说道:“叙斯塔斯佩斯,现在——你看到了吗?——正是需要你迅速行动的时候;因为如果我们现在抢先斩杀敌人,我们当中就不会有一人丧生。”
καὶ ὁ Ὑστάσπας ἐπιγελάσας εἶπεν· ἀλλὰ περὶ μὲν τῶν ἐξ ἐναντίας ἡμῖν μελήσει, τοὺς δʼ ἐκ πλαγίου σὺ ἄλλοις πρόσταξον, ὅπως μηδʼ οὗτοι σχολάζωσι. καὶ ὁ Κῦρος εἶπεν· ἀλλʼ ἐπί γε τούτους ἐγὼ αὐτὸς παρέρχομαι· ἀλλʼ, ὦ Ὑστάσπα, τόδε μέμνησο, ὅτῳ ἂν ἡμῶν ὁ θεὸς νίκην διδῷ, ἤν τί που μένῃ πολέμιον, πρὸς τὸ μαχόμενον ἀεὶ συμβάλλωμεν.
叙斯塔斯佩斯笑着答道:“正面的敌人交由我们负责;至于侧翼的敌人,你且指派他人去应对,好让他们也不至于闲着。”居鲁士说:“我正是亲自前往对付他们。不过叙斯塔斯佩斯,你要记住这一点:无论神明赐予我们谁以胜利,若何处尚有敌人坚守,我们就始终向仍在战斗的敌阵合力杀去。”
ταῦτʼ εἰπὼν προῄει. ἐπεὶ δὲ κατὰ τὸ πλευρὸν παριὼν ἐγένετο καὶ κατὰ τὸν ἄρχοντα τῶν ταύτῃ ἁρμάτων, πρὸς τοῦτον ἔλεξεν· ἐγὼ δὲ ἔρχομαι ὑμῖν ἐπικουρήσων· ἀλλʼ ὁπόταν αἴσθησθε ἡμᾶς ἐπιτιθεμένους κατʼ ἄκρον, τότε καὶ ὑμεῖς πειρᾶσθε ἅμα διὰ τῶν πολεμίων ἐλαύνειν· πολὺ γὰρ ἐν ἀσφαλεστέρῳ ἔσεσθε ἔξω γενόμενοι ἢ ἔνδον ἀπολαμβανόμενοι.
说完这番话,他便继续向前。当他巡视来到侧面并走到此处战车指挥官面前时,便对他说道:“我正赶来支援你们;但只要你们发觉我们正在敌翼尽头展开攻击,那时你们也当同时奋力驾车冲穿敌阵;因为突围到外侧要比困在内侧安全得多。”
ἐπεὶ δʼ αὖ παριὼν ἐγένετο ὄπισθεν τῶν ἁρμαμαξῶν, Ἀρταγέρσαν μὲν καὶ Φαρνοῦχον ἐκέλευσεν ἔχοντας τήν τε τῶν πεζῶν χιλιοστὺν καὶ τὴν τῶν ἱππέων μένειν αὐτοῦ. ἐπειδὰν δʼ, ἔφη, αἰσθάνησθε ἐμοῦ ἐπιτιθεμένου τοῖς κατὰ τὸ δεξιὸν κέρας, τότε καὶ ὑμεῖς τοῖς καθʼ ὑμᾶς ἐπιχειρεῖτε· μαχεῖσθε δʼ, ἔφη, πρὸς κέρας, ᾗπερ ἀσθενέστατον στράτευμα γίγνεται, φάλαγγα ἔχοντες, ὥσπερ ἂν ἰσχυρότατοι εἴητε. καὶ εἰσὶ μέν, ὡς ὁρᾶτε, τῶν πολεμίων ἱππεῖς οἱ ἔσχατοι· πάντως δὲ πρόετε πρὸς αὐτοὺς τὴν τῶν καμήλων τάξιν, καὶ εὖ ἴστε ὅτι καὶ πρὶν μάχεσθαι γελοίους τοὺς πολεμίους θεάσεσθε.
当他巡视来到辎重车队后方时,便命令阿尔塔格耳塞斯与法耳努科斯率领各自的千人步兵队和千人骑兵队留驻原地。居鲁士说:“只要你们发觉我正在攻击面对右翼的敌军,那时你们也向面对你们的敌军发起进攻。你们将以齐整坚固的方阵横队,去击打敌人的侧翼纵队——那里正是军队最为薄弱之处,而你们则处于最强状态。正如你们所见,敌人阵线最外侧的是骑兵;你们务必将骆驼队放向前去冲向他们,确信在交战之前,你们就会看到敌人出尽洋相。”
ὁ μὲν δὴ Κῦρος ταῦτα διαπραξάμενος ἐπὶ τὸ δεξιὸν παρῄει· ὁ δὲ Κροῖσος νομίσας ἤδη ἐγγύτερον εἶναι τῶν πολεμίων τὴν φάλαγγα σὺν ᾗ αὐτὸς ἐπορεύετο ἢ τὰ ἀνατεινόμενα κέρατα, ἦρε τοῖς κέρασι σημεῖον μηκέτι ἄνω πορεύεσθαι, ἀλλʼ αὐτοῦ ἐν χώρᾳ στραφῆναι. ὡς δʼ ἔστησαν ἀντία πρὸς τὸ τοῦ Κύρου στράτευμα ὁρῶντες, ἐσήμηνεν αὐτοῖς πορεύεσθαι πρὸς τοὺς πολεμίους.
居鲁士安排妥当后便奔向右翼。而克洛伊索斯认为自己亲自率领推进的中军主力方阵已经比正在延伸的两翼更接近敌人,便向两翼发出信号,命令他们不再继续向前推进,而是就地转向。当他们停下并面朝居鲁士的大军时,克洛伊索斯便发出向敌军进击的信号。
καὶ οὕτω δὴ προσῇσαν τρεῖς φάλαγγες ἐπὶ τὸ Κύρου στράτευμα, ἡ μὲν μία κατὰ πρόσωπον, τὼ δὲ δύο, ἡ μὲν κατὰ τὸ δεξιόν, ἡ δὲ κατὰ τὸ εὐώνυμον· ὥστε πολὺν φόβον παρεῖναι πάσῃ τῇ Κύρου στρατιᾷ. ὥσπερ γὰρ μικρὸν πλινθίον ἐν μεγάλῳ τεθέν, οὕτω καὶ τὸ Κύρου στράτευμα πάντοθεν περιείχετο ὑπὸ τῶν πολεμίων καὶ ἱππεῦσι καὶ ὁπλίταις καὶ πελτοφόροις καὶ τοξόταις καὶ ἅρμασι πλὴν ἐξόπισθεν.
于是,三支方阵向居鲁士的大军压来:一支在正面,另两支中一支攻其右侧,另一支攻其左侧;以至于居鲁士全军上下充满了极大的恐惧。因为就像一块置于大砖之中的小砖一样,居鲁士的军队除了后方之外,四面八方都被敌人的骑兵、重装步兵、轻盾兵、弓箭手和战车所包围。
ὅμως δὲ ὡς ὁ Κῦρος παρήγγειλεν, ἐστράφησαν πάντες ἀντιπρόσωποι τοῖς πολεμίοις· καὶ ἦν μὲν πολλὴ πανταχόθεν σιγὴ ὑπὸ τοῦ τὸ μέλλον ὀκνεῖν· ἡνίκα δὲ ἔδοξε τῷ Κύρῳ καιρὸς εἶναι, ἐξῆρχε παιᾶνα, συνεπήχησε δὲ πᾶς ὁ στρατός.
然而,正如居鲁士所下达的命令那样,所有人都转向直面敌人。四下里因对前途未卜的畏惧而陷入一片肃静。当居鲁士认为时机成熟时,他领头唱起凯歌赞美诗,全军齐声呼应合唱。
μετὰ δὲ τοῦτο τῷ Ἐνυαλίῳ τε ἅμα ἐπηλάλαξαν καὶ ἐξανίσταται ὁ Κῦρος, καὶ εὐθὺς μὲν μετὰ τῶν ἱππέων λαβὼν πλαγίους τοὺς πολεμίους ὁμόσε αὐτοῖς τὴν ταχίστην συνεμίγνυεν· οἱ δὲ πεζοὶ αὐτῷ συντεταγμένοι ταχὺ ἐφείποντο, καὶ περιεπτύσσοντο ἔνθεν καὶ ἔνθεν, ὥστε πολὺ ἐπλεονέκτει· φάλαγγι γὰρ κατὰ κέρας προσέβαλλεν·3 ὥστε ταχὺ ἰσχυρὰ φυγὴ ἐγένετο τοῖς πολεμίοις.
此后,他们一同向战神厄纽阿利奥斯发出战吼,居鲁士随即发起猛攻。他立即率领骑兵突袭敌人侧翼,以最快速度与敌军短兵相接。与他协同列阵的步兵迅速紧随其后,从两边合围敌阵,因此居鲁士占据了极大优势;因为他是以严整横队猛击敌人的侧翼纵列;于是敌人迅速陷入剧烈的溃败之中。
ὡς δὲ ᾔσθετο Ἀρταγέρσης ἐν ἔργῳ ὄντα τὸν Κῦρον, ἐπιτίθεται καὶ αὐτὸς κατὰ τὰ εὐώνυμα, προεὶς τὰς καμήλους ὥσπερ Κῦρος ἐκέλευσεν. οἱ δὲ ἵπποι αὐτὰς ἐκ πάνυ πολλοῦ οὐκ ἐδέχοντο, ἀλλʼ οἱ μὲν ἔκφρονες γιγνόμενοι ἔφευγον, οἱ δʼ ἐξήλλοντο, οἱ δʼ ἐνέπιπτον ἀλλήλοις. τοιαῦτα γὰρ πάσχουσιν ἵπποι ὑπὸ καμήλων.
阿尔塔格耳塞斯一察觉居鲁士已经交手,便也从左侧发起攻击,依照居鲁士的命令驱赶骆驼队先行冲锋。但敌人的战马在极远处便受不了骆驼,有的发狂乱窜,有的惊跳乱蹦,有的彼此相撞。因为马匹遇到骆驼时往往正是这般反应。
- 7.1.19ἔργον τῆς σῆς ταχυεργίας
名词 ἔργον 后接所有/特征属格 τῆς σῆς ταχυεργίας,作表语用,意为“现在正是需要发挥你行动迅速之时(展示你本领的场合)”。
- 7.1.19ἢν φθάσωμεν τοὺς πολεμίους κατακανόντες
动词 φθάνω 支配宾格宾语(τοὺς πολεμίους)和补充从属分词(κατακανόντες),构成标准惯用句型,表示“如果我们抢先一步将敌人杀死”。
- 7.1.26φάλαγγι γὰρ κατὰ κέρας προσέβαλλεν
方式/手段与格 φάλαγγι(“以展开的正规横队”)与介词短语 κατὰ κέρας(“针对侧翼/纵队”)构成军事战术上的鲜明对比,表明居鲁士是以展开的宽大正面猛击敌人暴露的薄弱侧面。
