- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.1.10-7.1.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士向全军传达口令并巡视阵线以激励士气,随后行至阿布拉达塔斯处。针对阿布拉达塔斯对侧翼防守的担忧,居鲁士承诺必将荡平敌人侧翼,并指示他发起冲锋的适当时机以及如何鼓舞麾下将士。
ταῦτʼ εἰπὼν καὶ ξύνθημα παρεγγυήσας Ζεὺς σωτὴρ καὶ ἡγεμὼν ἐπορεύετο. μεταξὺ δὲ τῶν ἁρμάτων καὶ τῶν θωρακοφόρων διαπορευόμενος ὁπότε προσβλέψειέ τινας τῶν ἐν ταῖς τάξεσι, τότε μὲν εἶπεν ἄν·1 ὦ ἄνδρες, ὡς ἡδὺ ὑμῶν τὰ πρόσωπα θεάσασθαι. τοτὲ δʼ αὖ ἐν ἄλλοις ἂν ἔλεξεν· ἆρα ἐννοεῖτε, ἄνδρες, ὅτι ὁ νῦν ἀγών ἐστιν οὐ μόνον περὶ τῆς τήμερον νίκης, ἀλλὰ καὶ περὶ τῆς πρόσθεν ἣν νενικήκατε καὶ περὶ πάσης εὐδαιμονίας;
说完这番话,并传下“拯救者与向导宙斯”的口令后,居鲁士便率军前进。他在战车与胸甲步兵之间行进时,每当望见阵列中的人,有时便会说:“勇士们,见到你们的面容是多么令人欣喜!”有时在其他人面前他又会说:“勇士们,你们是否意识到,现在的战斗不仅是为了今天的胜利,更是为了你们先前赢得的胜利以及全部的福祉?”
ἐν ἄλλοις δʼ ἂν παριὼν εἶπεν· ὦ ἄνδρες, τὸ ἀπὸ τοῦδε οὐδέν ποτε ἔτι θεοὺς αἰτιατέον ἔσται· παραδεδώκασι γὰρ ἡμῖν πολλά τε καὶ ἀγαθὰ κτήσασθαι.
在经过其他人时,他又会说:“勇士们,从此以后我们再也没有理由抱怨神明了,因为他们已经赐予我们获得众多美善之物的机会。
ἀλλʼ ἄνδρες ἀγαθοὶ γενώμεθα. κατʼ ἄλλους δʼ αὖ τοιάδε· ὦ ἄνδρες, εἰς τίνα ποτʼ ἂν καλλίονα ἔρανον ἀλλήλους παρακαλέσαιμεν ἢ εἰς τόνδε; νῦν γὰρ ἔξεστιν ἀγαθοῖς ἀνδράσι γενομένοις πολλὰ κἀγαθὰ ἀλλήλοις εἰσενεγκεῖν.
让我们展现出勇士的气概吧!”在另外一些人面前他又这样说:“勇士们,我们还能彼此邀请去参加比这更美妙的盛宴吗?因为现在正是时候,只要我们表现得英勇,就能彼此贡献许多美好的收获。”
κατʼ ἄλλους δʼ αὖ· ἐπίστασθε μέν, οἶμαι, ὦ ἄνδρες, ὅτι νῦν ἆθλα πρόκειται τοῖς νικῶσι μὲν διώκειν, παίειν, κατακαίνειν, ἀγαθὰ ἔχειν, καλὰ ἀκούειν, ἐλευθέροις εἶναι, ἄρχειν· τοῖς δὲ κακοῖς δῆλον ὅτι τἀναντία τούτων. ὅστις οὖν αὑτὸν φιλεῖ, μετʼ ἐμοῦ μαχέσθω· ἐγὼ γὰρ κακὸν οὐδὲν οὐδʼ αἰσχρὸν ἑκὼν εἶναι2 προσήσομαι.
在又一些人面前他说:“勇士们,我想你们很清楚,如今摆在胜利者面前的奖赏是追击、打击、歼灭、占有财富、赢得美名、享有自由和施行统治;而留给懦夫的显然是与这些完全相反的结果。因此,凡是自爱的人,就与我一同作战吧;因为我绝不会自愿容忍任何卑劣或耻辱之事。”
ὁπότε δʼ αὖ γένοιτο κατά τινας τῶν πρόσθεν συμμαχεσαμένων, εἶπεν ἄν· πρὸς δὲ ὑμᾶς, ὦ ἄνδρες, τί δεῖ λέγειν; ἐπίστασθε γὰρ οἵαν τε οἱ ἀγαθοὶ ἐν ταῖς μάχαις ἡμέραν ἄγουσι καὶ οἵαν οἱ κακοί.
每当他来到先前曾与自己并肩作战的人面前时,便会说:“勇士们,对你们我还用多说什么呢?因为你们深知英勇的人在战场上度过的是怎样的一天,而懦弱的人度过的又是怎样的一天。”
ὡς δὲ παριὼν κατὰ Ἀβραδάταν ἐγένετο, ἔστη· καὶ ὁ Ἀβραδάτας παραδοὺς τῷ ὑφηνιόχῳ τὰς ἡνίας προσῆλθεν αὐτῷ· προσέδραμον δὲ καὶ ἄλλοι τῶν πλησίον τεταγμένων καὶ πεζῶν καὶ ἁρματηλατῶν. ὁ δʼ αὖ Κῦρος ἐν τοῖς παραγεγενημένοις ἔλεξεν· ὁ μὲν θεός, ὦ Ἀβραδάτα, ὥσπερ σὺ ἠξίους, συνηξίωσέ σε καὶ τοὺς σὺν σοὶ πρωτοστάτας εἶναι τῶν συμμάχων· σὺ δὲ τοῦτο μέμνησο, ὅταν δέῃ σε ἤδη ἀγωνίζεσθαι, ὅτι Πέρσαι οἵ τε θεασόμενοι ὑμᾶς ἔσονται καὶ οἱ ἑψόμενοι ὑμῖν καὶ οὐκ ἐάσοντες ἐρήμους ὑμᾶς ἀγωνίζεσθαι.
当他前行来到阿布拉达塔斯身旁时,便停了下来;阿布拉达塔斯把缰绳交给副御者,迎向居鲁士;附近驻扎的其他步兵和战车兵也纷纷跑了过来。居鲁士便对聚拢过来的人说道:“阿布拉达塔斯,正如你所恳求的那样,神明已经准许你和你的人成为盟友的最前锋。但是到了你必须投入战斗的时候,你要记住这一点:注视着你们、跟随着你们、并且绝不会任由你们孤军奋战的,将是波斯人。”
καὶ ὁ Ἀβραδάτας εἶπεν· ἀλλὰ τὰ μὲν καθʼ ἡμᾶς ἔμοιγε δοκεῖ, ὦ Κῦρε, καλῶς ἔχειν· ἀλλὰ τὰ πλάγια λυπεῖ με, ὅτι τὰ μὲν τῶν πολεμίων κέρατα ἰσχυρὰ ὁρῶ ἀνατεινόμενα καὶ ἅρμασι καὶ παντοδαπῇ στρατιᾷ· ἡμέτερον δʼ οὐδὲν ἄλλο αὐτοῖς ἀντιτέτακται ἢ ἅρματα· ὥστʼ ἔγωγʼ, ἔφη, εἰ μὴ ἔλαχον τήνδε τὴν τάξιν, ᾐσχυνόμην ἂν ἐνθάδε ὤν·3 οὕτω πολύ μοι δοκῶ ἐν ἀσφαλεστάτῳ εἶναι.
阿布拉达塔斯答道:“居鲁士,在我看来,我们正面的防线情况良好;但是两翼让我感到担忧,因为我看到敌人的两翼被战车和各色军队极度加强延展,而在我们这边,对抗他们的除了战车别无他物。因此,”他说,“如果不是抽签分到了这个战位,我身在此处都会感到羞耻;因为我觉得自己处于一个极其安全的位置上。”
καὶ ὁ Κῦρος εἶπεν· ἀλλʼ εἰ τὰ παρὰ σοὶ καλῶς ἔχει, θάρρει ὑπὲρ ἐκείνων· ἐγὼ γάρ σοι σὺν θεοῖς ἔρημα τῶν πολεμίων τὰ πλάγια ταῦτα ἀποδείξω. καὶ σὺ μὴ πρότερον ἔμβαλλε τοῖς ἐναντίοις, διαμαρτύρομαι, πρὶν ἂν φεύγοντας τούτους οὓς νῦν φοβῇ θεάσῃ· τοιαῦτα δʼ ἐμεγαληγόρει, μελλούσης τῆς μάχης γίγνεσθαι· ἄλλως δʼ οὐ μάλα μεγαλήγορος ἦν· ὅταν μέντοι ἴδῃς τούτους φεύγοντας, ἐμέ τε ἤδη παρεῖναι νόμιζε καὶ ὅρμα εἰς τοὺς ἄνδρας· καὶ σὺ γὰρ τότε τοῖς μὲν ἐναντίοις κακίστοις ἂν χρήσαιο, τοῖς δὲ μετὰ σαυτοῦ ἀρίστοις.
居鲁士说:“只要你这里情况良好,两翼的事你就尽管放心;因为在神明的帮助下,我将让那些侧翼完全没有敌人的立足之地。我郑重嘱咐你:在看到你现在所畏惧的这些人溃逃之前,绝不可向对面的敌人发起冲击。”(在战斗即将打响时,他总是会说出这样豪迈激昂的话;而在平时,他并不爱夸口。)“然而,一旦你看到这些人溃逃,你便要认定我已经到达,并向敌阵发起冲锋;因为那时你面对的将是战斗力最弱的敌人,而你身边的部下则处于最佳状态。
ἀλλʼ ἕως ἔτι σοι σχολή, ὦ Ἀβραδάτα, πάντως παρελάσας παρὰ τὰ σαυτοῦ ἅρματα παρακάλει τοὺς σὺν σοὶ εἰς τὴν ἐμβολήν, τῷ μὲν προσώπῳ παραθαρρύνων, ταῖς δʼ ἐλπίσιν ἐπικουφίζων. ὅπως δὲ κράτιστοι φανεῖσθε τῶν ἐπὶ τοῖς ἅρμασι, φιλονικίαν αὐτοῖς ἔμβαλλε·4 καὶ γάρ, εὖ ἴσθι, ἢν τάδε εὖ γένηται, πάντες ἐροῦσι τὸ λοιπὸν μηδὲν εἶναι κερδαλεώτερον ἀρετῆς. ὁ μὲν δὴ Ἀβραδάτας ἀναβὰς παρήλαυνε καὶ ταῦτʼ ἐποίει.
阿布拉达塔斯,趁着你现在还有闲暇,务必沿着你的战车队驰骋一圈,激励你的部下准备发起冲锋,用你的神情带给他们勇气,用希望卸下他们的沉重负担。为了使你们在战车队伍中显得最为英勇,要在他们心中激发起竞争之心;因为你要确信,如果此战告捷,此后所有人都会说,再没有任何东西比勇敢更具益处了。”阿布拉达塔斯于是登上战车,沿线巡视,依计而行。
- 7.1.10ὁπότε προσβλέψειέ τινας τῶν ἐν ταῖς τάξεσι, τότε μὲν εἶπεν ἄν
时间从句中使用表示过去的反复性希求法(ὁπότε+希求法),主句则由过去时直陈式加上 ἄν(εἶπεν ἄν)构成,用以表达过去习惯性、重复发生的情形(“每当望见……便常说……”)。后文的 ἂν ἔλεξεν 与 εἶπεν ἄν 均属同类句式。
- 7.1.13ἑκὼν εἶναι
由形容词 ἑκών 与不定式 εἶναι 结合构成的绝对不定式(限定性不定式)习惯用法,主要出现在否定句中,表达“出于自愿地”“故意地”这一限定意味。
- 7.1.16εἰ μὴ ἔλαχον τήνδε τὴν τάξιν, ᾐσχυνόμην ἂν ἐνθάδε ὤν
非真实条件句。条件从句 εἰ μὴ ἔλαχον 使用不定过去时直陈式表示与过去事实相反的假设(“如果我没有抽签分到这一战位”),结论从句 ᾐσχυνόμην ἄν 则使用未完成过去时直陈式加上 ἄν,表示持续状态或与现在事实相反的结果(“我在此处便会感到羞耻”)。
- 7.1.18ὅπως δὲ κράτιστοι φανεῖσθε τῶν ἐπὶ τοῖς ἅρμασι, φιλονικίαν αὐτοῖς ἔμβαλλε
连词 ὅπως 后接将来时直陈式 φανεῖσθε 构成目的从句(“为了让你们显得最为英勇”),置于句首,修饰主句中的命令句 φιλονικίαν αὐτοῖς ἔμβαλλε。
