← 色诺芬

居鲁士的教育

§7.1.1-7.1.9

居鲁士进军与应对敌军包围的部署

居鲁士完成祈祷与进餐后,依凭吉兆的雷声挥军前进。敌军拉大两翼试图实施包围,居鲁士看穿其阵型弱点,向部将部署进军步调并交代战车突击的协同要领。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1.1

οἱ μὲν δὴ εὐξάμενοι τοῖς θεοῖς ἀπῇσαν πρὸς τὰς τάξεις· τῷ δὲ Κύρῳ καὶ τοῖς ἀμφʼ αὐτὸν προσήνεγκαν οἱ θεράποντες ἐμφαγεῖν καὶ πιεῖν ἔτι οὖσιν ἀμφὶ τὰ ἱερά. ὁ δὲ Κῦρος ὥσπερ εἶχεν ἑστηκὼς1 ἀπαρξάμενος ἠρίστα καὶ μετεδίδου ἀεὶ τῷ μάλιστα δεομένῳ· καὶ σπείσας καὶ εὐξάμενος ἔπιε, καὶ οἱ ἄλλοι δὲ οἱ περὶ αὐτὸν οὕτως ἐποίουν. μετὰ δὲ ταῦτα αἰτησάμενος Δία πατρῷον ἡγεμόνα εἶναι καὶ σύμμαχον ἀνέβαινεν ἐπὶ τὸν ἵππον καὶ τοὺς ἀμφʼ αὑτὸν ἐκέλευεν.

他们向众神祈祷之后,便各自回到自己的战列中;而侍从们趁着居鲁士和他的亲兵们仍在祭祀场地周围时,为他们送来了食物与饮品。居鲁士就那样站着,在献上初熟祭品后便吃了早饭,并且总是分给最匮乏的人;在奠酒并祈祷之后,他喝了酒,周围其他人也照样做。此后,他祈求祖先的宙斯作为向导与盟友,跨上战马,并命令随从们也照做。

§7.1.2

ὡπλισμένοι δὲ πάντες ἦσαν οἱ περὶ τὸν Κῦρον τοῖς αὐτοῖς Κύρῳ ὅπλοις,2 χιτῶσι φοινικοῖς, θώραξι χαλκοῖς, κράνεσι χαλκοῖς, λόφοις λευκοῖς, μαχαίραις, παλτῷ κρανεΐνῳ ἑνὶ ἕκαστος· οἱ δὲ ἵπποι προμετωπιδίοις καὶ προστερνιδίοις καὶ παραμηριδίοις χαλκοῖς· τὰ δʼ αὐτὰ ταῦτα παραμηρίδια ἦν καὶ τῷ ἀνδρί· τοσοῦτον μόνον διέφερον τὰ Κύρου ὅπλα ὅτι τὰ μὲν ἄλλα ἐκέχριτο τῷ χρυσοειδεῖ χρώματι, τὰ δὲ Κύρου ὅπλα ὥσπερ κάτοπτρον ἐξέλαμπεν.

居鲁士周围的人都配备着与居鲁士相同的武装:绛红色的短袍、青铜的胸甲、青铜的头盔、白色的盔羽、短剑,并且每人持有一根山茱萸木的标枪。战马则配有青铜的护额、护胸和护腿;这些相同的护腿也同时保护着骑手。居鲁士的铠甲唯一的不同之处仅在于:其他人的盔甲涂着金色的漆料,而居鲁士的铠甲则如明镜般闪耀。

§7.1.3

ἐπεὶ δὲ ἀνέβη καὶ ἔστη ἀποβλέπων ᾗπερ ἔμελλε πορεύεσθαι, βροντὴ δεξιὰ ἐφθέγξατο· ὁ δʼ εἶπεν· ἑψόμεθά σοι, ὦ Ζεῦ μέγιστε. καὶ ὡρμᾶτο ἐν μὲν δεξιᾷ ἔχων Χρυσάνταν τὸν ἵππαρχον καὶ τοὺς ἱππέας, ἐν ἀριστερᾷ δὲ Ἀρσάμαν καὶ τοὺς πεζούς.

当他骑上马并驻足眺望行军所向的方向时,右侧响起了雷声;他便说道:“我们将跟随你,至高无上的宙斯。”于是他率军出发,右翼部署骑兵统领赫律桑塔斯和骑兵,左翼部署阿尔萨马斯和步兵。

§7.1.4

παρηγγύησε δὲ παρορᾶν πρὸς τὸ σημεῖον καὶ ἐν ἴσῳ ἕπεσθαι· ἦν δὲ αὐτῷ τὸ σημεῖον ἀετὸς χρυσοῦς ἐπὶ δόρατος μακροῦ ἀνατεταμένος. καὶ νῦν δʼ ἔτι τοῦτο τὸ σημεῖον τῷ Περσῶν βασιλεῖ διαμένει. πρὶν δὲ ὁρᾶν τοὺς πολεμίους εἰς τρὶς ἀνέπαυσε τὸ στράτευμα.

他传令全军注意军旗,并保持齐头并进的步伐;他的军旗是一只展开双翼在长矛之上的金鹰。直到如今这面军旗仍留在波斯王身边。在望见敌人之前,他让军队休整了三次。

§7.1.5

ἐπεὶ δὲ προεληλύθεσαν ὡς εἴκοσι σταδίους, ἤρχοντο ἤδη τὸ τῶν πολεμίων στράτευμα ἀντιπροσιὸν καθορᾶν. ὡς δʼ ἐν τῷ καταφανεῖ πάντες ἀλλήλοις ἐγένοντο καὶ ἔγνωσαν οἱ πολέμιοι πολὺ ἑκατέρωθεν ὑπερφαλαγγοῦντες, στήσαντες τὴν αὑτῶν φάλαγγα ʽοὐ γὰρ ἔστιν ἄλλως κυκλοῦσθαἰ, ἐπέκαμπτον εἰς κύκλωσιν, ὥσπερ γάμμα ἑκατέρωθεν τὴν ἑαυτῶν τάξιν ποιήσαντες, ὡς πάντοθεν ἅμα μάχοιντο.

当他们行进了大约二十斯塔德时,就已经开始望见正迎面而来的敌军。当双方所有人都在彼此视线中完全显露,敌人发现自己在两翼都大大超出〔居鲁士〕战线的宽度时,他们停下了自己的方阵——因为否则无法进行包围——并开始将阵线向外弯折以形成包围,使两翼的队伍形成希腊字母伽玛的形状,以便能从各个方向同时作战。

§7.1.6

ὁ δὲ Κῦρος ὁρῶν ταῦτα οὐδέν τι μᾶλλον ἀφίστατο, ἀλλʼ ὡσαύτως ἡγεῖτο. κατανοῶν δὲ ὡς πρόσω τὸν καμπτῆρα ἑκατέρωθεν ἐποιήσαντο περὶ ὃν κάμπτοντες ἀνέτεινον τὰ κέρατα, ἐννοεῖς, ἔφη, ὦ Χρυσάντα, ἔνθα τὴν ἐπικαμπὴν ποιοῦνται; πάνυ γε, ἔφη ὁ Χρυσάντας, καὶ θαυμάζω γε· πολὺ γάρ μοι δοκοῦσιν ἀποσπᾶν τὰ κέρατα ἀπὸ τῆς ἑαυτῶν φάλαγγος. ναὶ μὰ Δίʼ, ἔφη ὁ Κῦρος, καὶ ἀπό γε τῆς ἡμετέρας.

居鲁士见此情景,没有丝毫退却,而是照样领兵前进。他观察到敌人在两侧确立转向点的距离是多么遥远,并绕着转向点弯折延伸出两翼,便说道:“赫律桑塔斯,你看到他们在哪里进行转弯了吗?”赫律桑塔斯答道:“确实看到了,我也感到很吃惊;因为在我看来,他们把两翼从自己的方阵中拉开得太远了。”居鲁士说:“凭宙斯起誓,的确如此,而且离我们的军队也很远。”

§7.1.7

τί δὴ τοῦτο; δῆλον ὅτι φοβούμενοι μὴ ἢν ἐγγὺς ἡμῶν γένωνται τὰ κέρατα τῆς φάλαγγος ἔτι πρόσω οὔσης, ἐπιθώμεθα αὐτοῖς.3 ἔπειτʼ, ἔφη ὁ Χρυσάντας, πῶς δυνήσονται ὠφελεῖν οἱ ἕτεροι τοὺς ἑτέρους οὕτω πολὺ ἀπέχοντες ἀλλήλων; ἀλλὰ δῆλον, ἔφη ὁ Κῦρος, ὅτι ἡνίκα ἂν γένωνται τὰ κέρατα ἀναβαίνοντα κατʼ ἀντιπέρας τῶν πλαγίων τοῦ ἡμετέρου στρατεύματος, στραφέντες ὡς εἰς φάλαγγα ἅμα πάντοθεν ἡμῖν προσίασι μαχούμενοι.

“这究竟是为什么?”“显然是因为他们害怕,如果两翼在方阵尚远时就逼近我们,我们会对他们发起攻击。”赫律桑塔斯接着说:“那么,他们相隔如此之远,彼此又如何能够互相支援呢?”居鲁士答道:“显而易见,当他们两翼在推进中正对着我们军队的两侧时,他们将转向重组成战线,同时从四面八方向我们逼近作战。”

§7.1.8

οὐκοῦν, ἔφη ὁ Χρυσάντας, εὖ σοι δοκοῦσι βουλεύεσθαι; πρός γε ἃ ὁρῶσι· πρὸς δὲ ἃ οὐχ ὁρῶσιν ἔτι κάκιον ἢ εἰ κατὰ κέρας προσῇσαν. ἀλλὰ σὺ μέν, ἔφη, ὦ Ἀρσάμα, ἡγοῦ τῷ πεζῷ ἠρέμα ὥσπερ ἐμὲ ὁρᾷς· καὶ σύ, ὦ Χρυσάντα, ἐν ἴσῳ τούτῳ τὸ ἱππικὸν ἔχων συμπαρέπου. ἐγὼ δὲ ἄπειμι ἐκεῖσε ὅθεν μοι δοκεῖ καιρὸς εἶναι ἄρχεσθαι τῆς μάχης· ἅμα δὲ παριὼν ἐπισκέψομαι ἕκαστα πῶς ἡμῖν ἔχει.

赫律桑塔斯说:“那么,你认为他们谋划得好吗?”“就他们所能看到的情况而言,是的;但就他们看不到的情况而言,这比他们以纵队推进还要糟糕。但是你,阿尔萨马斯,”居鲁士说,“你要率领步兵缓缓前进,就像看到我这样;而你,赫律桑塔斯,带着骑兵与他平齐前行。我将前往我认为发起战斗的适当时机所在的地点;在经过的过程中,我将逐一视察我们各处的态势。

§7.1.9

ἐπειδὰν δʼ ἐκεῖ γένωμαι, ὅταν ἤδη ὁμοῦ προσιόντες ἀλλήλοις γιγνώμεθα, παιᾶνα ἐξάρξω, ὑμεῖς δὲ ἐπείγεσθε. ἡνίκα δʼ ἂν ἡμεῖς ἐγχειρῶμεν τοῖς πολεμίοις, αἰσθήσεσθε μέν, οὐ γὰρ οἶμαι ὀλίγος θόρυβος ἔσται, ὁρμήσεται δὲ τηνικαῦτα Ἀβραδάτας ἤδη σὺν τοῖς ἅρμασιν εἰς τοὺς ἐναντίους· οὕτω γὰρ αὐτῷ εἰρήσεται· ὑμᾶς δὲ χρὴ ἕπεσθαι ἐχομένους ὅτι μάλιστα τῶν ἁρμάτων.4 οὕτω γὰρ μάλιστα τοῖς πολεμίοις τεταραγμένοις ἐπιπεσούμεθα. παρέσομαι δὲ κἀγὼ ᾗ ἂν δύνωμαι τάχιστα διώκων τοὺς ἄνδρας, ἢν οἱ θεοὶ θέλωσι.

当我在那里到位,我们在彼此接近、已经迎面相对之时,我将领唱战歌,你们便要加快推进。当我们向敌人动手时,你们会察觉到的,因为我想喧嚣声绝不会小;那时阿布拉达塔斯就会立即驾着战车冲向敌人,因为我将这样对他传令。你们必须紧紧跟在战车后面;因为只有这样,我们才能趁敌人陷入混乱时最为有效地打击他们。如果众神允许,我也会尽我所能以最快速度追击敌人,与你们汇合。”

语法注4 条
  1. 7.1.1ὥσπερ εἶχεν ἑστηκὼς

    意为“就那样站着不动”的习语表达。连词 ὥσπερ 结合表示状态的未完成式 εἶχεν 与完成时分词 ἑστηκώς,生动表现出居鲁士在仓促准备出征之际,未曾坐下而是保持站立姿态进餐。

  2. 7.1.2τοῖς αὐτοῖς Κύρῳ ὅπλοις

    与 ὁ αὐτός(“相同的”)搭配的与格(联合/标准与格),构成简略比较(brachylogy),意为“与居鲁士[所拥有的]相同的装备”,省略并压缩了 τοῖς αὐτοῖς ὅπλοις οἷσπερ ὁ Κῦρος εἶχεν 这样的完整从句。

  3. 7.1.7φοβούμενοι μὴ ἢν ἐγγὺς ἡμῶν γένωνται τὰ κέρατα τῆς φάλαγγος ἔτι πρόσω οὔσης, ἐπιθώμεθα αὐτοῖς

    由表示担忧的动词分词 φοβούμενοι 引出的顾虑从句(μή + 虚拟式 ἐπιθώμεθα),内部嵌套了一个条件从句(ἤν + 虚拟式 γένωνται)和一个独立属格结构(τῆς φάλαγγος ἔτι πρόσω οὔσης),结构为“担心如果在方阵尚远时两翼就逼近我们,我们会进攻他们”。

  4. 7.1.9ἐχομένους ὅτι μάλιστα τῶν ἁρμάτων

    中间态动词 ἔχομαι 支配属格 τῶν ἁρμάτων,意为“紧贴着”、“紧随其后”。副词性最高级 ὅτι μάλιστα 起强化作用,意为“尽可能紧密地”,用于指示步骑兵紧跟在战车后面突击。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:7.1.1-7.1.9