← 色诺芬

居鲁士的教育

§6.4.10-6.4.20

告别阿布拉达塔斯与居鲁士的战前演说

阿布拉达塔斯出征之际,潘泰亚依依惜别;随后居鲁士在获致吉兆后召集将领,发表激昂的战前演说,阐明全军的团结与战术优势,激励部下克敌制胜,特别是破除埃及人的密集阵形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.4.10

ἐπεὶ δὲ ἀναβάντος αὐτοῦ κατέκλεισε τὸν δίφρον ὁ ὑφηνίοχος, οὐκ ἔχουσα ἡ Πάνθεια πῶς ἂν ἔτι ἄλλως ἀσπάσαιτο αὐτόν, κατεφίλησε τὸν δίφρον· καὶ τῷ μὲν προῄει ἤδη τὸ ἅρμα,1 ἡ δὲ λαθοῦσα αὐτὸν συνεφείπετο, ἕως ἐπιστραφεὶς καὶ ἰδὼν αὐτὴν Ἀβραδάτας εἶπε· θάρρει, Πάνθεια, καὶ χαῖρε καὶ ἄπιθι ἤδη. ἐκ τούτου δὴ οἱ εὐνοῦχοι καὶ αἱ θεράπαιναι λαβοῦσαι ἀπῆγον αὐτὴν εἰς τὴν ἁρμάμαξαν καὶ κατακλίναντες κατεκάλυψαν τῇ σκηνῇ. οἱ δὲ ἄνθρωποι, καλοῦ ὄντος τοῦ θεάματος τοῦ τε Ἀβραδάτου καὶ τοῦ ἅρματος, οὐ πρόσθεν ἐδύναντο θεάσασθαι αὐτὸν πρὶν ἡ Πάνθεια ἀπῆλθεν.

当他登上战车,副御者关上车门后,潘泰亚因再无其他方式与他道别,便亲吻了战车厢体;此时他的战车已开始前行,她瞒着他悄然随行于旁,直到阿布拉达塔斯回过头看见她,说道: “振作起来,潘泰亚,多保重,现在回去吧。”于是太监与侍女们上前搀扶,将她送回车轿之中,安顿她躺下后拉上帷幕遮蔽。尽管阿布拉达塔斯与其战车的英姿蔚为壮观,但在潘泰亚离去之前,在场的众人甚至无暇瞻仰于他。

§6.4.12

ὡς δʼ ἐκεκαλλιερήκει μὲν ὁ Κῦρος, ἡ δὲ στρατιὰ παρετέτακτο αὐτῷ ὥσπερ παρήγγειλε, κατέχων σκοπὰς ἄλλας πρὸ ἄλλων συνεκάλεσε τοὺς ἡγεμόνας καὶ ἔλεξεν ὧδε. ἄνδρες φίλοι καὶ σύμμαχοι, τὰ μὲν ἱερὰ οἱ θεοὶ ἡμῖν φαίνουσιν οἷάπερ ὅτε τὴν πρόσθεν νίκην ἔδοσαν· ὑμᾶς δʼ ἐγὼ βούλομαι ἀναμνῆσαι ὧν μοι δοκεῖτε μεμνημένοι πολὺ ἂν εὐθυμότεροι εἰς τὸν ἀγῶνα ἰέναι.2 ἠσκήκατε μὲν γὰρ τὰ εἰς τὸν πόλεμον πολὺ μᾶλλον τῶν πολεμίων, συντέτραφθε δὲ καὶ συντέταχθε ἐν τῷ αὐτῷ πολὺ πλείω ἤδη χρόνον ἢ οἱ πολέμιοι καὶ συννενικήκατε μετʼ ἀλλήλων· τῶν δὲ πολεμίων οἱ πολλοὶ συνήττηνται μεθʼ αὑτῶν, οἱ δὲ ἀμάχητοι ἑκατέρων οἱ μὲν τῶν πολεμίων ἴσασιν ὅτι προδότας τοὺς παραστάτας ἔχουσιν, ὑμεῖς δὲ οἱ μεθʼ ἡμῶν ἴστε ὅτι μετὰ θελόντων τοῖς συμμάχοις ἀρήγειν μαχεῖσθε.

居鲁士在获致祭祀吉兆后,全军已如其所命列阵完毕;他依次占据各处瞭望哨所,随即召集将领,向他们陈词如下: “诸位同袍与盟友,诸神向我们显现的祭祀征兆,正与此前赐予我们胜利时毫无二致;但我仍愿提醒诸位记取一些事情,我想诸位若将之铭记于心,必能以远为昂扬的斗志奔赴战场。 因为在战阵之事上,诸位所受的训练远胜于敌军;诸位彼此共同成长、列阵于同一战线的时间已远较敌军长久,且曾并肩克敌制胜;反观敌军多数人,彼此只曾一同蒙受败绩;至于双方未尝经历战阵之人,敌方深知阵列相邻之人皆为叛徒,而与我们同在一阵的诸位,则深知自己将与甘愿救援盟友之人并肩作战。

§6.4.15

εἰκὸς δὲ τοὺς μὲν πιστεύοντας ἀλλήλοις ὁμόνως μάχεσθαι μένοντας, τοὺς δὲ ἀπιστοῦντας ἀναγκαῖον βουλεύεσθαι πῶς ἂν ἕκαστοι τάχιστα ἐκποδὼν γένοιντο.

互相信赖之人自然能同心同德、坚守阵地以战;而彼此猜忌之人,则势必各自盘算如何能尽快脱身逃遁。

§6.4.16

ἴωμεν δή, ὦ ἄνδρες, ἐπὶ τοὺς πολεμίους, ἅρματα μὲν ἔχοντες ὡπλισμένα πρὸς ἄοπλα τὰ τῶν πολεμίων, ὡς δʼ αὔτως καὶ ἱππέας καὶ ἵππους ὡπλισμένους πρὸς ἀόπλους, ὡς ἐκ χειρὸς μάχεσθαι.

将士们,让我们向敌军挺进吧!我们拥有披甲战车对付敌军毫无护备的战车,同样亦拥有重铠武装的骑兵与战马对付不设防的敌人,从而展开近身肉搏。

§6.4.17

πεζοῖς δὲ τοῖς μὲν ἄλλοις οἷς καὶ πρόσθεν μαχεῖσθε, Αἰγύπτιοι δὲ ὁμοίως μὲν ὡπλισμένοι εἰσίν, ὁμοίως δὲ τεταγμένοι· τάς τε γὰρ ἀσπίδας μείζους ἔχουσιν ἢ ὡς ποιεῖν τι καὶ ὁρᾶν,3 τεταγμένοι τε εἰς ἑκατὸν δῆλον ὅτι κωλύσουσιν ἀλλήλους μάχεσθαι πλὴν πάνυ ὀλίγων.

至于敌军其余步兵,诸位将要交战的正是往昔亦曾交战过的那些人;唯独埃及人,在如何武装与如何列阵上〔彼此〕相类。盖因他们的盾牌过于庞大,以致既难以动作亦难辨视线;加之其纵深达百人之厚,显而易见,除极少数人外,彼此必将相互阻碍而无法交战。

§6.4.18

εἰ δὲ ὠθοῦντες ἐξώσειν πιστεύουσιν, ἵπποις αὐτοὺς πρῶτον δεήσει ἀντέχειν καὶ σιδήρῳ ὑφʼ ἵππων ἰσχυριζομένῳ· ἢν δέ τις αὐτῶν καὶ ὑπομείνῃ, πῶς ἅμα δυνήσεται ἱππομαχεῖν τε καὶ φαλαγγομαχεῖν καὶ πυργομαχεῖν; καὶ γὰρ οἱ ἀπὸ τῶν πύργων ἡμῖν μὲν ἐπαρήξουσι, τοὺς δὲ πολεμίους παίοντες ἀμηχανεῖν ἀντὶ τοῦ μάχεσθαι ποιήσουσιν.

倘若他们自以为凭靠推挤便能将我们逐出阵地,他们首先必须抵挡得住战马,以及在战马冲势助威下的铁兵利刃;哪怕他们中有人能勉力支撑,又岂能同时与骑兵、方阵乃至塔楼抗衡?因为塔上之人必会策应我们,痛击敌人,使其手足无措而无法应战。

§6.4.19

εἰ δέ τινος ἔτι ἐνδεῖσθαι δοκεῖτε, πρὸς ἐμὲ λέγετε· σὺν γὰρ θεοῖς οὐδενὸς ἀπορήσομεν. καὶ εἰ μέν τις εἰπεῖν τι βούλεται, λεξάτω· εἰ δὲ μή, ἐλθόντες πρὸς τὰ ἱερὰ καὶ προσευξάμενοι οἷς ἐθύσαμεν θεοῖς ἴτε ἐπὶ τὰς τάξεις· καὶ ἕκαστος ὑμῶν ὑπομιμνῃσκέτω τοὺς μεθʼ αὑτοῦ ἅπερ ἐγὼ ὑμᾶς, καὶ ἐπιδεικνύτω τις τοῖς ἀρχομένοις ἑαυτὸν ἄξιον ἀρχῆς, ἄφοβον δεικνὺς καὶ σχῆμα καὶ πρόσωπον καὶ λόγους.

若诸位以为尚有所欠缺,尽可向我提出;有诸神相助,我们必无所匮乏。若有人欲有所言,请即陈述;若无所言,便且前往祭所,向我们献祭过的诸神祈祷,然后归入各自的阵列;诸位各人当将我提醒诸位之事,如实叮嘱各自部属;更当向部下展现自身无愧为统领之才,使自己的举止、神色与言辞皆毫无惧色。”

语法注3 条
  1. 6.4.10καὶ τῷ μὲν προῄει ἤδη τὸ ἅρμα

    与格 τῷ 为指示代词 ὁ 的阳性单数与格,指代阿布拉达塔斯,作关涉与格(dativus relationis)或领属与格(“于他而言,其战车……”)。小词 μέν 则与紧接着的 ἡ δέ(潘泰亚)形成并列对照。

  2. 6.4.13ὧν μοι δοκεῖτε μεμνημένοι πολὺ ἂν εὐθυμότεροι εἰς τὸν ἀγῶνα ἰέναι

    关系代词 ὧν 包含先行词的省略(代表 τούτων ἅ),因动词 ἀναμνῆσαι 或分词 μεμνημένοι 要求属格支配,关系代词同化(attraction)为属格。接在 δοκεῖτε 之后的虚词 ἄν 与不定词 ἰέναι 连用,相当于直陈语气或祈愿语气加 ἄν 的潜在推论,分词 μεμνημένοι 则具有条件含义(“若诸位铭记”)。

  3. 6.4.17μείζους ἔχουσιν ἢ ὡς ποιεῖν τι καὶ ὁρᾶν

    “比较级 + ἢ ὡς(或 ἢ ὥστε)+ 不定词”结构,表示过度或不成比例而导致某种结果(“过大而无法……”)。此处意指埃及兵的盾牌尺寸过于巨大,以致他们既无法施展有效动作,亦无法看清战局。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.4.10-6.4.20