- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.4.1-6.4.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
决战清晨全军整装披甲之际,潘泰亚为丈夫阿布拉达塔斯献上秘密制作的黄金铠甲,并勉励其感念居鲁士之恩而英勇作战。阿布拉达塔斯向宙斯祈求让自己无愧于妻子与居鲁士,随后登上战车。
τῇ δʼ ὑστεραίᾳ πρῲ Κῦρος μὲν ἐθύετο, ὁ δʼ ἄλλος στρατὸς ἀριστήσας καὶ σπονδὰς ποιησάμενος ἐξωπλίζετο πολλοῖς μὲν καὶ καλοῖς χιτῶσι, πολλοῖς δὲ καὶ καλοῖς θώραξι καὶ κράνεσιν· ὥπλιζον δὲ καὶ ἵππους προμετωπιδίοις καὶ προστερνιδίοις· καὶ τοὺς μὲν μονίππους παραμηριδίοις, τοὺς δʼ ὑπὸ τοῖς ἅρμασιν ὄντας παραπλευριδίοις· ὥστε ἤστραπτε μὲν χαλκῷ, ἤνθει δὲ φοινικίσι πᾶσα ἡ στρατιά.
次日清晨,居鲁士举行祭礼,全军其他将士用过早膳并奠酒后,披挂上众多华美的战袍、众多精致的胸甲与头盔。他们亦为战马装备护额与护胸;骑兵之马装备护髀,拉战车之马装备护胁;以致全军青铜闪耀,绯袍盛开如花。
καὶ τῷ Ἀβραδάτᾳ δὲ τὸ τετράρρυμον ἅρμα καὶ ἵππων ὀκτὼ παγκάλως ἐκεκόσμητο. ἐπεὶ δʼ ἔμελλε τὸν λινοῦν θώρακα, ὃς ἐπιχώριος ἦν αὐτοῖς, ἐνδύεσθαι, προσφέρει αὐτῷ ἡ Πάνθεια χρυσοῦν καὶ χρυσοῦν κράνος καὶ περιβραχιόνια καὶ ψέλια πλατέα περὶ τοὺς καρποὺς τῶν χειρῶν καὶ χιτῶνα πορφυροῦν ποδήρη στολιδωτὸν τὰ κάτω καὶ λόφον ὑακινθινοβαφῆ. ταῦτα δʼ ἐποιήσατο λάθρᾳ τοῦ ἀνδρὸς ἐκμετρησαμένη τὰ ἐκείνου ὅπλα.
阿布拉达塔斯那辆装有四根辕木、由八匹马拖拽的战车亦装饰得极为华美。当他正欲穿上本族习用的亚麻胸甲时,潘泰亚为他送来一副黄金胸甲与一顶金盔、护臂、戴于手腕上的宽金镯、一件长垂及足且下摆带褶饰的紫袍,以及一顶染成风信子色的羽冠。这是她瞒着丈夫量取其铠甲尺寸后秘密制成的。
ὁ δὲ ἰδὼν ἐθαύμασέ τε καὶ ἐπήρετο τὴν Πάνθειαν· οὐ δήπου, ὦ γύναι, συγκόψασα τὸν σαυτῆς κόσμον τὰ ὅπλα μοι ἐποιήσω; μὰ Δίʼ, ἔφη ἡ Πάνθεια, οὔκουν τόν γε πλείστου ἄξιον· σὺ γὰρ ἔμοιγε, ἢν καὶ τοῖς ἄλλοις φανῇς οἷόσπερ ἐμοὶ δοκεῖς εἶναι, μέγιστος κόσμος ἔσῃ. ταῦτα δὲ λέγουσα ἅμα ἐνέδυε τὰ ὅπλα, καὶ λανθάνειν μὲν ἐπειρᾶτο, ἐλείβετο δὲ αὐτῇ τὰ δάκρυα κατὰ τῶν παρειῶν.
他见状惊叹不已,询问潘泰亚道:“我的妻子,你总不至于毁掉了自己的首饰,来为我制作这副铠甲吧?”“绝非如此,以宙斯之名,”潘泰亚说道,“至少绝非毁掉了最具价值之物;因为若你在他人眼中亦如在我心中所见一般,你便是我最大的饰物。”她一边说着,一边为他穿上铠甲,虽竭力掩饰,泪水却仍自面颊潸潸滑落。
ἐπεὶ δὲ καὶ πρόσθεν ὢν ἀξιοθέατος ὁ Ἀβραδάτας ὡπλίσθη τοῖς ὅπλοις τούτοις, ἐφάνη μὲν κάλλιστος καὶ ἐλευθεριώτατος, ἅτε καὶ τῆς φύσεως ὑπαρχούσης· λαβὼν δὲ παρὰ τοῦ ὑφηνιόχου τὰς ἡνίας παρεσκευάζετο ὡς ἀναβησόμενος ἤδη ἐπὶ τὸ ἅρμα.
阿布拉达塔斯本已相貌堂堂,如今披上这副铠甲,加之生来的伟岸体魄,更显得英武非凡、高贵无比;他从副御者手中接过缰绳,正准备登上战车。
ἐν δὲ τούτῳ ἡ Πάνθεια ἀποχωρῆσαι κελεύσασα τοὺς παρόντας πάντας ἔλεξεν· ἀλλʼ ὅτι μέν, ὦ Ἀβραδάτα, εἴ τις καὶ ἄλλη πώποτε γυνὴ τὸν ἑαυτῆς ἄνδρα μεῖζον τῆς αὑτῆς ψυχῆς ἐτίμησεν, οἶμαί σε γιγνώσκειν ὅτι καὶ ἐγὼ μία τούτων εἰμί.1 τί οὖν ἐμὲ δεῖ καθʼ ἓν ἕκαστον λέγειν; τὰ γὰρ ἔργα οἶμαί σοι πιθανώτερα παρεσχῆσθαι τῶν νῦν λεχθέντων λόγων.
此时,潘泰亚吩咐在场众人退下,随后说道:“阿布拉达塔斯啊,倘若以往真有哪位女子敬重自己的丈夫甚于珍惜自己的性命,我想你是深知我亦是其中一人的。我何须逐一赘言?因为我想以往的行事已为你提供了比此刻言语更为确凿的凭据。
ὅμως δὲ οὕτως ἔχουσα πρὸς σὲ ὥσπερ σὺ οἶσθα, ἐπομνύω σοι τὴν ἐμὴν καὶ σὴν φιλίαν ἦ μὴν ἐγὼ βούλεσθαι ἂν μετὰ σοῦ ἀνδρὸς ἀγαθοῦ γενομένου κοινῇ γῆν ἐπιέσασθαι2 μᾶλλον ἢ ζῆν μετʼ αἰσχυνομένου αἰσχυνομένη· οὕτως ἐγὼ καὶ σὲ τῶν καλλίστων καὶ ἐμαυτὴν ἠξίωκα.
然而,正如你所深知我对你的深情,我凭着你我之间的深爱向你起誓:只要你展现出勇士的英姿,我宁愿与你一同葬身大地,亦不愿同蒙羞受辱之人一道蒙羞活着;我是如此认为你我皆配得上最崇高之物。
καὶ Κύρῳ δὲ μεγάλην τινὰ δοκῶ ἡμᾶς χάριν ὀφείλειν, ὅτι με αἰχμάλωτον γενομένην καὶ ἐξαιρεθεῖσαν αὑτῷ οὔτε ὡς δούλην ἠξίωσε κεκτῆσθαι οὔτε ὡς ἐλευθέραν ἐν ἀτίμῳ ὀνόματι, διεφύλαξε δὲ σοὶ ὥσπερ ἀδελφοῦ γυναῖκα λαβών.
此外,我认为我们对居鲁士欠下了极大的恩情,因为我虽沦为俘虏并被选留给他,他却不愿将我视作女奴占有,亦未以不光彩的名义视我为自由之身,反倒像照料兄弟的妻子一样,为你完好地守护着我。
πρὸς δὲ καὶ ὅτε Ἀράσπας ἀπέστη αὐτοῦ ὁ ἐμὲ φυλάττων, ὑπεσχόμην αὐτῷ, εἴ με ἐάσειε πρὸς σὲ πέμψαι, ἥξειν αὐτῷ σὲ πολὺ Ἀράσπου ἄνδρα καὶ πιστότερον καὶ ἀμείνονα.
再者,当看守我的阿拉斯帕斯背弃他逃走时,我曾向他许诺,若他准许我派人召你前来,你来到他麾下,必将成为一个远比阿拉斯帕斯更为忠诚、更为英勇的栋梁。”
ἡ μὲν ταῦτα εἶπεν· ὁ δὲ Ἀβραδάτας ἀγασθεὶς τοῖς λόγοις καὶ θιγὼν αὐτῆς τῆς κεφαλῆς ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐπηύξατο· ἀλλʼ, ὦ Ζεῦ μέγιστε, δός μοι φανῆναι ἀξίῳ μὲν Πανθείας ἀνδρί, ἀξίῳ δὲ Κύρου φίλῳ3 τοῦ ἡμᾶς τιμήσαντος. ταῦτʼ εἰπὼν κατὰ τὰς θύρας τοῦ ἁρματείου δίφρου ἀνέβαινεν ἐπὶ τὸ ἅρμα.
她言毕于此;阿布拉达塔斯为其言辞所深切打动,轻抚她的头颅,仰面望天祈祷道:“至尊的宙斯啊,求你使我无愧为潘泰亚的丈夫,亦无愧为敬重我们的居鲁士的挚友。”言罢,他便自战车箱体的门登上了战车。
- 6.4.5ἀλλʼ ὅτι μέν, ὦ Ἀβραδάτα, εἴ τις καὶ ἄλλη πώποτε γυνὴ τὸν ἑαυτῆς ἄνδρα μεῖζον τῆς αὑτῆς ψυχῆς ἐτίμησεν, οἶμαί σε γιγνώσκειν ὅτι καὶ ἐγὼ μία τούτων εἰμί.
句首连词 ὅτι 因呼格和插入的条件从句(εἴ τις...)而被打断,随后在主句动词 οἶμαι 之后通过第二个 ὅτι 重新拾起从句结构(复指性 ὅτι / epanalepsis)。在句法上,这并非双重从属,而是同一名词性从句在插入语后的语法复显。
- 6.4.6βούλεσθαι ἂν μετὰ σοῦ ἀνδρὸς ἀγαθοῦ γενομένου κοινῇ γῆν ἐπιέσασθαι
在誓言动词 ἐπομνύω 所引出的 ἦ μήν 间接引语中,不定式加 ἄν(βούλεσθαι ἄν)相当于表潜在或条件意愿的祈愿语气加 ἄν(“宁愿……”)。短语 γῆν ἐπιέσασθαι(动词 ἐπιέννυμι 的不定过去中动相不定式,字面意为“披覆大地”)是表示“被埋葬”或“死去”的诗意隐喻。μετὰ σοῦ ἀνδρὸς ἀγαθοῦ γενομένου 则带有条件意味(“在你证明自己为英勇之士的前提下”)。
- 6.4.9ἀξίῳ μὲν Πανθείας ἀνδρί, ἀξίῳ δὲ Κύρου φίλῳ
不定式 φανῆναι 的谓语名词与形容词受祈使动词 δός 的与格间接宾语(亦为不定式的逻辑主语)μοι 的吸引,一致作与格(与格吸引),而非像常规不定式构型那样采取宾格(ἄξιον... ἄνδρα)。
