← 色诺芬

居鲁士的教育

§6.3.25-6.3.37

居鲁士军的纵深阵形布置与阿布拉达塔斯

居鲁士周密布置了殿军、望楼、辎重车队、预备步骑兵及战车队的纵深阵列;阿布拉达塔斯经抽签获准担当直面敌军主力的先锋战车指挥后,全军进餐歇息以备决战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.3.25

τελευταίους μέντοι στήσω τοὺς ἐπὶ πᾶσι καλουμένους. ὥσπερ γὰρ οἰκίας οὔτε ἄνευ λιθολογήματος ὀχυροῦ οὔτε ἄνευ τῶν στέγειν ποιούντων1 οὐδὲν ὄφελος, οὕτως οὐδὲ φάλαγγος οὔτʼ ἄνευ τῶν πρώτων οὔτʼ ἄνευ τῶν τελευταίων, εἰ μὴ ἀγαθοὶ ἔσονται, ὄφελος οὐδέν.

“然而,我将把所谓殿军配置在最后列。因为正如一座房屋既不可无坚实的基石,亦不可无蔽护风雨的屋顶,否则便毫无用处,方阵亦是如此,既不可无前列之士,亦不可无后列之士,倘若他们并非勇毅之辈,便同样毫无用处。

§6.3.26

ἀλλʼ ὑμεῖς τʼ, ἔφη, ὡς παραγγέλλω τάττεσθε, καὶ ὑμεῖς οἱ τῶν πελταστῶν ἄρχοντες ἐπὶ τούτοις ὡσαύτως τοὺς λόχους καθίστατε, καὶ ὑμεῖς οἱ τῶν τοξοτῶν ἐπὶ τοῖς πελτασταῖς ὡσαύτως.

诸位,”他说,“照我吩咐的布阵;轻盾兵的长官们,你们照样将所属各连配置在这些〔胸甲兵〕之后;弓箭手的长官们,亦照样配置在轻盾兵之后。

§6.3.27

σὺ δέ, ὃς τῶν ἐπὶ πᾶσιν ἄρχεις, τελευταίους ἔχων τοὺς ἄνδρας παράγγελλε τοῖς σαυτοῦ ἐφορᾶν τε ἑκάστῳ τοὺς καθʼ αὑτὸν καὶ τοῖς μὲν τὸ δέον ποιοῦσιν ἐπικελεύειν, τοῖς δὲ μαλακυνομένοις ἀπειλεῖν ἰσχυρῶς· ἢν δέ τις στρέφηται προδιδόναι θέλων, θανάτῳ ζημιοῦν. ἔργον γάρ ἐστι τοῖς μὲν πρωτοστάταις θαρρύνειν τοὺς ἑπομένους καὶ λόγῳ καὶ ἔργῳ· ὑμᾶς δὲ δεῖ τοὺς ἐπὶ πᾶσι τεταγμένους πλείω φόβον παρέχειν τοῖς κακοῖς τοῦ ἀπὸ τῶν πολεμίων.2

至于统领殿军的你,让你的部下留在最后列,吩咐你的人各自监视正对着自己的士兵,鼓励尽职者,严词威吓胆怯软弱者;若有人转身欲行背叛,则处以死刑。因为前列之士的职责,在于以言行鼓舞随后的战士;而受命配置在最后方的你们,必须在懦夫心中唤起超过敌人所致的恐惧。

§6.3.28

καὶ ὑμεῖς μὲν ταῦτα ποιεῖτε. σὺ δέ, ὦ Εὐφράτα, ὃς ἄρχεις τῶν ἐπὶ ταῖς μηχαναῖς, οὕτω ποίει ὅπως τὰ ζεύγη τὰ τοὺς πύργους ἄγοντα ἕψεται ὡς ἐγγύτατα τῆς φάλαγγος.

你们当照此实行。掌管器械的欧弗拉塔斯啊,你要设法使拖拽望楼的车队尽可能紧随方阵之后。

§6.3.29

σὺ δʼ, ὦ Δαοῦχε, ὃς ἄρχεις τῶν σκευοφόρων, ἐπὶ τοῖς πύργοις ἄγε πάντα τὸν τοιοῦτον στρατόν· οἱ δὲ ὑπηρέται σου ἰσχυρῶς κολαζόντων τοὺς προϊόντας τοῦ καιροῦ ἢ λειπομένους.

掌管辎重的达乌科斯啊,你要率领所有这类队伍紧随望楼之后;你的属吏当严惩越位前冲或掉队落后者。

§6.3.30

σὺ δέ, ὦ Καρδοῦχε, ὃς ἄρχεις τῶν ἁρμαμαξῶν αἳ ἄγουσι τὰς γυναῖκας, κατάστησον αὐτὰς τελευταίας ἐπὶ τοῖς σκευοφόροις. ἑπόμενα γὰρ ταῦτα πάντα καὶ πλήθους δόξαν παρέξει καὶ ἐνεδρεύειν ἡμῖν ἐξουσία ἔσται, καὶ τοὺς πολεμίους, ἢν κυκλοῦσθαι πειρῶνται, μείζω τὴν περιβολὴν ἀναγκάσει ποιεῖσθαι· ὅσῳ δʼ ἂν μεῖζον χωρίον περιβάλλωνται, τοσούτῳ ἀνάγκη αὐτοὺς ἀσθενεστέρους γίγνεσθαι.

负责运送妇人之辎车的卡尔杜科斯啊,你要将它们布置在最后,紧随辎重之后。因为这一切紧随于后的队伍,不仅能造成兵力庞大的假象,使我们得以设伏,并且敌人若企图实施包围,亦将迫使其扩大包围圈;而他们包围的地域越广大,其力量势必变得越削弱。

§6.3.31

καὶ ὑμεῖς μὲν οὕτω ποιεῖτε· σὺ δέ, ὦ Ἀρτάοζε καὶ Ἀρταγέρσα, τὴν χιλιοστὺν ἑκάτερος τῶν σὺν ὑμῖν πεζῶν ἐπὶ τούτοις ἔχετε.

你们当如此行事;阿尔塔奥佐斯与阿尔塔革耳萨斯啊,你们两人当各自率领所部的一千步兵驻守在这些〔队伍〕之后。

§6.3.32

καὶ σύ, ὦ Φαρνοῦχε καὶ Ἀσιαδάτα, τὴν τῶν ἱππέων χιλιοστὺν ἧς ἑκάτερος ἄρχει ὑμῶν μὴ συγκατατάττετε εἰς τὴν φάλαγγα, ἀλλʼ ὄπισθεν τῶν ἁρμαμαξῶν ἐξοπλίσθητε καθʼ ὑμᾶς αὐτούς· ἔπειτα πρὸς ἐμὲ ἥκετε σὺν τοῖς ἄλλοις ἡγεμόσιν. οὕτω δὲ δεῖ ὑμᾶς παρεσκευάσθαι ὡς πρώτους δεῆσον ἀγωνίζεσθαι.3

法耳努科斯与阿西亚达塔斯啊,你们两人各领的一千骑兵不要编入方阵,而当在辎车之后独自全副武装;随后同其他将领一道前来见我。你们必须作好准备,如同注定要率先投入交锋一般。

§6.3.33

καὶ σὺ δὲ ὁ ἄρχων τῶν ἐπὶ ταῖς καμήλοις ἀνδρῶν, ὄπισθεν τῶν ἁρμαμαξῶν ἐκτάττου· ποίει δʼ ὅ τι ἄν σοι παραγγέλλῃ Ἀρταγέρσης.

骆驼兵的长官,你当在辎车之后列阵;凡阿尔塔革耳萨斯向你传达之令,你皆照办。

§6.3.34

ὑμεῖς δʼ οἱ τῶν ἁρμάτων ἡγεμόνες διακληρωσάμενοι, ὁ μὲν λαχὼν ὑμῶν πρὸ τῆς φάλαγγος τὰ μεθʼ ἑαυτοῦ ἑκατὸν ἔχων ἅρματα καταστησάτω· αἱ δʼ ἕτεραι ἑκατοστύες τῶν ἁρμάτων, ἡ μὲν κατὰ τὸ δεξιὸν πλευρὸν τῆς στρατιᾶς στοιχοῦσα ἑπέσθω τῇ φάλαγγι ἐπὶ κέρως, ἡ δὲ κατὰ τὸ εὐώνυμον. Κῦρος μὲν οὕτω διέταττεν.

战车长官们,你们当抽签决定,中签者率领本部的一百辆战车配置在方阵之前;其余百辆战车的各队,一队沿全军右翼排成纵队跟随方阵,另一队则沿左翼跟随。”居鲁士如此部署完毕。

§6.3.35

Ἀβραδάτας δὲ ὁ Σούσων βασιλεὺς εἶπεν· ἐγώ σοι, Κῦρε, ἐθελούσιος ὑφίσταμαι τὴν κατὰ πρόσωπον τῆς ἀντίας φάλαγγος τάξιν ἔχειν, εἰ μή τί σοι ἄλλο δοκεῖ.

苏萨之王阿布拉达塔斯说道:“居鲁士啊,若你无其他意见,我愿自告奋勇担当敌方方阵正面的阵位。”

§6.3.36

καὶ ὁ Κῦρος ἀγασθεὶς αὐτὸν καὶ δεξιωσάμενος ἐπήρετο τοὺς ἐπὶ τοῖς ἄλλοις ἅρμασι Πέρσας· ἦ καὶ ὑμεῖς, ἔφη, ταῦτα συγχωρεῖτε; ἐπεὶ δʼ ἐκεῖνοι ἀπεκρίναντο ὅτι οὐ καλὸν εἴη ταῦτα ὑφίεσθαι, διεκλήρωσεν αὐτούς, καὶ ἔλαχεν ὁ Ἀβραδάτας ᾗπερ ὑφίστατο, καὶ ἐγένετο κατὰ τοὺς Αἰγυπτίους.

居鲁士对其深表赞赏并握住他的手,询问其他战车的波斯长官道:“你们也赞成此事吗?”然而当众人答称退让这一位置并不光彩时,居鲁士便命他们抽签。阿布拉达塔斯恰恰抽中了他自告奋勇担当的阵位,正对埃及人。

§6.3.37

τότε μὲν δὴ ἀπιόντες καὶ ἐπιμεληθέντες ὧν προεῖπον ἐδειπνοποιοῦντο καὶ φυλακὰς καταστησάμενοι ἐκοιμήθησαν.

当时,众人退下并料理了我前面所说的诸事,随后进用晚餐,布置了岗哨便歇息了。

语法注3 条
  1. 6.3.25τῶν στέγειν ποιούντων

    实质化的分词 ποιούντων 支配不定式 στέγειν,构成意为“提供遮蔽/防止风雨渗漏的事物(即屋顶组件)”的迂回式表达,与前文的石砌地基 λιθολογήματος 相对成文。

  2. 6.3.27πλείω φόβον παρέχειν τοῖς κακοῖς τοῦ ἀπὸ τῶν πολεμίων

    与比较级 πλείω 配合的比较属格结构。τοῦ ἀπὸ τῶν πολεμίων 为省略名词 φόβου 的“定冠词+介词短语”结构,意为“相比于来自敌人的恐惧”,即殿军施加给怯懦者的恐惧应压倒敌方带来的恐惧。

  3. 6.3.32ὡς πρώτους δεῆσον ἀγωνίζεσθαι

    由 ὡς 引导的宾格绝对结构,采用非人称动词 δεῖ 的中性将来分词 δεῆσον,表示主观预期或目的,修饰主句的 παρεσκευάσθαι,意为“做好准备,如同注定必须率先投入战斗一样”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.3.25-6.3.37