← 色诺芬

居鲁士的教育

§6.3.17-6.3.24

阿拉斯帕斯的军情报告与居鲁士调整阵形

阿拉斯帕斯向居鲁士报告了敌军的规模与阵列部署,尤其是埃及人的正方形大阵及克罗伊索斯意图实施侧翼包围的企图。居鲁士随即下令检阅装备并用早膳,并指示各指挥官摆脱过度深厚的旧阵,将投枪兵与弓箭手置于重装甲胄兵之后以发挥全军战力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.3.17

ἐκ τούτου δὴ πάντες ἠσπάζοντο τὸν Ἀράσπαν καὶ ἐδεξιοῦντο. εἰπόντος δὲ Κύρου ὅτι τούτων μὲν τοίνυν εἴη ἅλις, ἃ δὲ καιρὸς ἡμῖν εἰδέναι, ταῦτʼ, ἔφη, διηγοῦ,1 ὦ Ἀράσπα· καὶ μηδὲν ἐλάττου τοῦ ἀληθοῦς μηδὲ μείου τὰ τῶν πολεμίων. κρεῖττον γὰρ μείζω οἰηθέντας μείονα ἰδεῖν ἢ μείω ἀκούσαντας ἰσχυρότερα εὑρίσκειν.

于是,众人都向阿拉斯帕斯致意并握住他的手。但居鲁士表示此类问候已足够,便说:“阿拉斯帕斯啊,告诉我们那些我们正需知晓的事;绝不要将敌情贬低或缩减得少于实情。因为预期敌人更庞大而发现其较弱小,总好过听闻较弱小而发现其实力更强。”

§6.3.18

καὶ μήν, ἔφη ὁ Ἀράσπας, ὡς ἂν ἀσφαλέστατά γε εἰδείην ὁπόσον τὸ στράτευμά ἐστιν ἐποίουν·2 συνεξέταττον γὰρ παρὼν αὐτός. σὺ μὲν ἄρα, ἔφη ὁ Κῦρος, οὐ τὸ πλῆθος μόνον οἶσθα, ἀλλὰ καὶ τὴν τάξιν αὐτῶν. ἐγὼ μὲν ναὶ μὰ Δίʼ, ἔφη ὁ Ἀράσπας, καὶ ὡς διανοοῦνται τὴν μάχην ποιεῖσθαι. ἀλλʼ ὅμως, ἔφη ὁ Κῦρος, τὸ πλῆθος ἡμῖν πρῶτον εἰπὲ ἐν κεφαλαίῳ.

“确实,”阿拉斯帕斯说,“我所作的一切,正是为了能尽可能确切地探明这支军队究竟有多大;因为我本人就在场协助他们布阵。”“这么说来,”居鲁士道,“你不仅知晓其兵数,亦知晓其阵列了。”“指宙斯起誓,我确实知晓,”阿拉斯帕斯说,“甚至连他们打算如何交战也一清二楚。”“即便如此,”居鲁士说,“还是先概括地告诉我们其人数吧。”

§6.3.19

ἐκεῖνοι τοίνυν, ἔφη, πάντες τεταγμένοι ἐπὶ τριάκοντα τὸ βάθος καὶ πεζοὶ καὶ ἱππεῖς πλὴν τῶν Αἰγυπτίων ἐπέχουσιν ἀμφὶ τὰ τετταράκοντα στάδια· πάνυ γάρ μοι, ἔφη, ἐμέλησεν ὥστε εἰδέναι ὁπόσον κατεῖχον χωρίον.

“那么,”他说,“除埃及人外,无论步兵还是骑兵,全军皆排成三十列纵深,绵延约四十斯塔狄昂;因为我当时极为留心探查他们占领了多大地域。”

§6.3.20

οἱ δʼ Αἰγύπτιοι, ἔφη ὁ Κῦρος, πῶς εἰσι τεταγμένοι; ὅτι εἶπας πλὴν τῶν Αἰγυπτίων. τούτους δὲ οἱ μυρίαρχοι ἔταττον εἰς ἑκατὸν πανταχῇ τὴν μυριοστὺν ἑκάστην· τοῦτον γὰρ σφίσι καὶ οἴκοι νόμον ἔφασαν εἶναι τῶν τάξεων. καὶ ὁ Κροῖσος μέντοι μάλα ἄκων συνεχώρησεν αὐτοῖς οὕτω τάττεσθαι· ἐβούλετο γὰρ ὅτι πλεῖστον ὑπερφαλαγγῆσαι τοῦ σοῦ στρατεύματος. πρὸς τί δή, ἔφη ὁ Κῦρος, τοῦτο ἐπιθυμῶν; ὡς ναὶ μὰ Δίʼ, ἔφη, τῷ περιττῷ κυκλωσόμενος. καὶ ὁ Κῦρος εἶπεν· ἀλλʼ οὔτοι ἂν εἰδεῖεν εἰ οἱ κυκλούμενοι κυκλωθεῖεν.

“那么埃及人是如何布阵的?”居鲁士问,“因为你说了‘除埃及人外’。”“他们的万人长将每支万人队部署为横竖各百人的正方形方阵;因为他们说这是他们在故土的布阵法度。克罗伊索斯倒是极其勉强才同意他们如此布阵的;因为他本想尽可能在翼侧超越你的军阵。”“他怀着何种意图渴望如此呢?”居鲁士问。“指宙斯起誓,就是想用富余的兵力对我们实施包围,”阿拉斯帕斯答道。居鲁士便说:“然而他们哪里知道,包围者是否反被包围呢。

§6.3.21

ἀλλʼ ἃ μὲν παρὰ σοῦ καιρὸς μαθεῖν, ἀκηκόαμεν· ὑμᾶς δὲ χρή, ὦ ἄνδρες, οὕτω ποιεῖν· νῦν μὲν ἐπειδὰν ἐνθένδε ἀπέλθητε, ἐπισκέψασθε καὶ τὰ τῶν ἵππων καὶ τὰ ὑμῶν αὐτῶν ὅπλα· πολλάκις γὰρ μικροῦ ἐνδείᾳ καὶ ἀνὴρ καὶ ἵππος καὶ ἅρμα ἀχρεῖον γίγνεται· αὔριον δὲ πρῴ, ἕως ἂν ἐγὼ θύωμαι, πρῶτον μὲν χρὴ ἀριστῆσαι καὶ ἄνδρας καὶ ἵππους, ὅπως ὅ τι ἂν πράττειν ἀεὶ καιρὸς ᾖ μὴ τούτου ἡμῖν ἐνδέῃ· ἔπειτα δὲ σύ, ἔφη, ὦ Ἀρσάμα, τὸ δεξιὸν κέρας ἔχε ὥσπερ καὶ ἔχεις, καὶ οἱ ἄλλοι μυρίαρχοι ᾗπερ νῦν ἔχετε· ὁμοῦ δὲ τοῦ ἀγῶνος ὄντος οὐδενὶ ἅρματι καιρὸς ἵππους μεταζευγνύναι. παραγγείλατε δὲ τοῖς ταξιάρχοις καὶ λοχαγοῖς ἐπὶ φάλαγγος καθίστασθαι εἰς δύο ἔχοντας ἕκαστον τὸν λόχον. ὁ δὲ λόχος ἦν ἕκαστος εἴκοσι τέτταρες.

无论如何,应从你那里获知的信息我们已经听取;诸位将领,你们应当如此行事:眼下你们从这里离去后,既要检阅马匹的护具,也要检阅你们自己的武器;因为往往由于缺少微细之物,士兵、马匹与战车皆归于无用。明日拂晓,趁我行祭礼之时,首先人与马皆当进用早膳,以便无论何时出现行动的时机,我们皆不致在这方面有所欠缺。随后,阿尔萨马斯啊,”他说,“你如现在这般统领右翼,其他万人长亦各守现今的位置;交战迫在眉睫之际,决非任何战车调换马匹的时候。你们当传令给各百人长和连长,命其成线列展开,各连排成两列纵深。”——每个连原为二十四人。

§6.3.22

καί τις εἶπε τῶν μυριάρχων· καὶ δοκοῦμέν σοι, ἔφη, ὦ Κῦρε, ἱκανῶς ἕξειν εἰς τοσούτους τεταγμένοι πρὸς οὕτω βαθεῖαν φάλαγγα; καὶ ὁ Κῦρος εἶπεν· αἱ δὲ βαθύτεραι φάλαγγες ἢ ὡς ἐξικνεῖσθαι τοῖς ὅπλοις τῶν ἐναντίων3 τί σοι, ἔφη, δοκοῦσιν ἢ τοὺς πολεμίους βλάπτειν ἢ τοὺς συμμάχους ὠφελεῖν;

其中一位万人长便问道:“居鲁士啊,在面对如此深厚的方阵时,你以为我们排成这等深度便足以应付了吗?”居鲁士答道:“深厚到超出兵刃所及范围的方阵,你以为对杀伤敌人或助益友军究竟能有何作为?

§6.3.23

ἐγὼ μὲν γάρ, ἔφη, τοὺς εἰς ἑκατὸν τούτους ὁπλίτας εἰς μυρίους ἂν μᾶλλον βουλοίμην τετάχθαι· οὕτω γὰρ ἂν ἐλαχίστοις μαχοίμεθα. ἐξ ὅσων μέντοι ἐγὼ τὴν φάλαγγα βαθυνῶ οἴομαι ὅλην ἐνεργὸν καὶ σύμμαχον ποιήσειν αὐτὴν ἑαυτῇ.

就我而言,”他说,“我倒宁愿这些排成百人纵深的重装步兵排成万人纵深;因为如此一来,我们将与之交锋的人便极少了。然而以我为方阵所设的纵深,我认为能使全军皆投入行动并彼此策应。

§6.3.24

ἀκοντιστὰς μὲν ἐπὶ τοῖς θωρακοφόροις τάξω, ἐπὶ δὲ τοῖς ἀκοντισταῖς τοὺς τοξότας. τούτους γὰρ πρωτοστάτας μὲν τί ἄν τις τάττοι, οἳ καὶ αὐτοὶ ὁμολογοῦσι μηδεμίαν μάχην ἂν ὑπομεῖναι ἐκ χειρός; προβεβλημένοι δὲ τοὺς θωρακοφόρους4 μενοῦσί τε, καὶ οἱ μὲν ἀκοντίζοντες, οἱ δὲ τοξεύοντες, ὑπὲρ τῶν πρόσθεν πάντων λυμανοῦνται τοὺς πολεμίους. ὅ τι δʼ ἂν κακουργῇ τις τοὺς ἐναντίους, δῆλον ὅτι παντὶ τούτῳ τοὺς συμμάχους κουφίζει.

我将把标枪兵布置在胸甲兵之后,弓箭手布置在标枪兵之后。试问谁会将连自身都承认无法承受任何肉搏战的人排在最前列呢?但以胸甲兵作为屏障遮护于前,他们便能坚守阵地,一些投掷标枪,另一些射出箭矢,越过前方所有人重创敌人。无论对敌方造成怎样的打击,显然在同等程度上都能减轻同袍的重负。”

语法注4 条
  1. 6.3.17εἰπόντος δὲ Κύρου ὅτι τούτων μὲν τοίνυν εἴη ἅλις, ἃ δὲ καιρὸς ἡμῖν εἰδέναι, ταῦτʼ, ἔφη, διηγοῦ

    该句以属格绝对结构(εἰπόντος δὲ Κύρου)引入间接引语(ὅτι... εἴη),但在句中插入 ἔφη 进而转变为直接命令(διηγοῦ),形成了破格句(anacoluthon)。这种从间接陈述向直接引语的过渡,突显了居鲁士打断客套、迅速下达军事指令的急迫感。

  2. 6.3.18ὡς ἂν ἀσφαλέστατά γε εἰδείην ὁπόσον τὸ στράτευμά ἐστιν ἐποίουν

    从句 ὡς ἄν + 祈愿式(εἰδείην)依附于未完成过去时主动词 ἐποίουν,充当目的或方式状语从句(“我采取行动,以便尽可能确凿地获知”)。在历史时态之后使用 ἄν + 祈愿式表示目的,带有潜在或附带条件的色彩(即“尽可能做到最确凿”)。

  3. 6.3.22αἱ δὲ βαθύτεραι φάλαγγες ἢ ὡς ἐξικνεῖσθαι τοῖς ὅπλοις τῶν ἐναντίων

    比较级 βαθύτεραι 之后接“ἢ ὡς + 不定词(ἐξικνεῖσθαι)”构成表示程度过甚的习惯句型,意为“过深以至于兵刃无法触及敌人”(字面为“比能够触及敌人的程度还要深”)。句首的 αἱ δὲ βαθύτεραι φάλαγγες 是后文疑问结构 τί σοι... δοκοῦσιν 的前置话题主语。

  4. 6.3.24προβεβλημένοι δὲ τοὺς θωρακοφόρους

    中动完成分词 προβεβλημένοι 支配宾格宾语 τοὺς θωρακοφόρους,表自为/受益中动态,意为“把胸甲兵立在自己前方作为掩体”。此处非被动语态,而是描述轻装部队以重装步兵为护盾的战术部署姿态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.3.17-6.3.24