← 色诺芬

居鲁士的教育

§6.3.10-6.3.16

敌军动向探明与阿拉斯帕斯的归来

居鲁士审讯俘虏探明敌军动向,并命许斯塔斯帕斯迎击来犯的敌军骑兵。随后潜伏敌营完成刺探任务的阿拉斯帕斯归来,居鲁士当众为其正名并盛赞其功绩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.3.10

καὶ ὁ Κῦρος ταῦτα ἀκούσας, πόσον δέ, ἔφη, ἄπεστιν ἐνθένδε τὸ στράτευμα; οἱ δʼ ἔλεγον· ὡς δύο παρασάγγας. ἐπὶ τούτοις ἤρετο ὁ Κῦρος· ἡμῶν δʼ, ἔφη, λόγος τις ἦν παρʼ αὐτοῖς; ναὶ μὰ Δίʼ, ἔφασαν, καὶ πολύς γε ὡς ἐγγὺς ἤδη εἶτε προσιόντες. τί οὖν; ἔφη ὁ Κῦρος, ἦ καὶ ἔχαιρον ἀκούοντες ἰόντας; τοῦτο δὲ ἐπήρετο τῶν παρόντων ἕνεκα. οὐ μὰ Δίʼ, εἶπον ἐκεῖνοι, οὐ μὲν δὴ ἔχαιρον, ἀλλὰ καὶ μάλα ἠνιῶντο.

居鲁士听了这些话,便问道:“那么,敌军离此地还有多远?”他们答道:“大约两帕拉桑格。”居鲁士接着问道:“在他们当中有谈论起我们的事情吗?”他们回答:“对,指宙斯起誓,议论极多,都在说你们已经逼近了。”居鲁士道:“那么,他们听说我们要来,感到高兴吗?”他提出这个问题,是为了在场的人听。“不,指宙斯起誓,”俘虏们说道,“他们绝不高兴,反倒深感不安。”

§6.3.11

νῦν δʼ, ἔφη ὁ Κῦρος, τί ποιοῦσιν; ἐκτάττονται, ἔφασαν· καὶ ἐχθὲς δὲ καὶ τρίτην ἡμέραν τὸ αὐτὸ τοῦτο ἔπραττον. ὁ δὲ τάττων, ἔφη ὁ Κῦρος, τίς ἐστιν; οἱ δὲ ἔφασαν· αὐτός τε Κροῖσος καὶ σὺν αὐτῷ Ἕλλην τις ἀνήρ, καὶ ἄλλος δέ τις Μῆδος· οὗτος μέντοι ἐλέγετο φυγὰς εἶναι παρʼ ὑμῶν. καὶ ὁ Κῦρος εἶπεν· ἀλλʼ, ὦ Ζεῦ μέγιστε, λαβεῖν μοι γένοιτο αὐτὸν ὡς ἐγὼ βούλομαι.1

居鲁士又问:“那他们现在在做什么?”他们答道:“正在布阵;而且昨天和前天他们也都在做这同一件事。”居鲁士问道:“排定战阵的人是谁?”他们回答:“是克罗伊索斯本人,同他在一起的有一个希腊男子,还有一个米底男子;不过据说这个米底人是从你们这里叛逃过去的。”居鲁士便说道:“至高至大的宙斯啊,但愿能让我按照我的心愿将他俘获!”

§6.3.12

ἐκ τούτου τοὺς μὲν αἰχμαλώτους ἀπάγειν ἐκέλευσεν, εἰς δὲ τοὺς παρόντας ὡς λέξων τι ἀνήγετο. ἐν τούτῳ δὲ παρῆν ἄλλος αὖ παρὰ τοῦ σκοπάρχου, λέγων ὅτι ἱππέων τάξις μεγάλη ἐν τῷ πεδίῳ προφαίνοιτο· καὶ ἡμεῖς μέν, ἔφη, εἰκάζομεν ἐλαύνειν αὐτοὺς βουλομένους ἰδεῖν τόδε τὸ στράτευμα. καὶ γὰρ πρὸ τῆς τάξεως ταύτης ἄλλοι ὡς τριάκοντα ἱππεῖς συχνὸν προελαύνουσι, καὶ μέντοι, ἔφη, κατʼ αὐτοὺς ἡμᾶς, ἴσως βουλόμενοι λαβεῖν, ἢν δύνωνται, τὴν σκοπήν· ἡμεῖς δʼ ἐσμὲν μία δεκὰς οἱ ἐπὶ ταύτης τῆς σκοπῆς.

在此之后,他下令将俘虏押下去,自己则转向在场的人,准备说些什么。就在这时,斥候队长派来的另一名信使赶到了,报告说平原上出现了一大队骑兵。“我们推测,”信使说,“他们策马前来是想侦察我们这支大军。因为在这队骑兵前头,另有约三十名骑兵远远走在前面,而且,”他说,“正朝着我们冲来,大概是想设法夺取这个望哨;而我们守在这处望哨上的只有十人小队。”

§6.3.13

καὶ ὁ Κῦρος ἐκέλευσε τῶν περὶ αὐτὸν ἀεὶ ὄντων ἱππέων ἐλάσαντας2 ὑπὸ τὴν σκοπὴν ἀδήλους τοῖς πολεμίοις ἀτρεμίαν ἔχειν. ὅταν δʼ, ἔφη, ἡ δεκὰς ἡ ἡμετέρα λείπῃ τὴν σκοπήν, ἐξαναστάντες ἐπίθεσθε τοῖς ἀναβαίνουσιν ἐπὶ τὴν σκοπήν. ὡς δὲ ὑμᾶς μὴ λυπῶσιν οἱ ἀπὸ τῆς μεγάλης τάξεως, ἀντέξελθε σύ, ἔφη, ὦ Ὑστάσπα, τὴν χιλιοστὺν τῶν ἱππέων λαβὼν καὶ ἐπιφάνηθι ἐναντίος τῇ τῶν πολεμίων τάξει. διώξῃς δὲ μηδαμῇ εἰς ἀφανές, ἀλλʼ ὅπως αἱ σκοπαί σοι διαμένωσιν ἐπιμεληθεὶς πάριθι. ἂν δʼ ἄρα ἀνατείναντές τινες τὰς δεξιὰς προσελαύνωσιν ὑμῖν, δέχεσθε φιλίως τοὺς ἄνδρας.

于是居鲁士命令常随身边的骑兵中分出一批,驰骋到望哨高地下方隐蔽停驻,不让敌人发觉。“当我们的十人小队撤离哨位时,”他说,“你们便跃然而起,袭击那些攀上哨位的人。为了不让那支大部队的人干扰你们,许斯塔斯帕斯啊,”居鲁士说,“你率领千人骑兵队出迎,在敌军阵列正面显露身形。但切不可追入无法看清的险地,务须留意确保望哨始终在你们手中,方可向前推进。若有人举起右手向你们驰来,当以友善的态度接纳这些人。”

§6.3.14

ὁ μὲν δὴ Ὑστάσπας ἀπιὼν ὡπλίζετο· οἱ δʼ ὑπηρέται ἤλαυνον εὐθὺς ὡς ἐκέλευσεν. ἀπαντᾷ δʼ αὐτοῖς καὶ δὴ ἐντὸς τῶν σκοπῶν σὺν τοῖς θεράπουσιν ὁ πεμφθεὶς πάλαι κατάσκοπος, ὁ φύλαξ τῆς Σουσίδος γυναικός.

于是许斯塔斯帕斯前去披挂甲胄,侍从们也遵照命令立即飞驰而去。就在望哨之内,先前被派出的间谍,即那位苏萨妇人的看护人,正带着仆从与他们相遇。

§6.3.15

ὁ μὲν οὖν Κῦρος ὡς ἤκουσεν, ἀναπηδήσας ἐκ τῆς ἕδρας ὑπήντα τε αὐτῷ καὶ ἐδεξιοῦτο· οἱ δὲ ἄλλοι, ὥσπερ εἰκὸς μηδὲν εἰδότας,3 ἐκπεπληγμένοι ἦσαν τῷ πράγματι, ἕως Κῦρος εἶπεν· ἄνδρες φίλοι, ἥκει ἡμῖν ἀνὴρ ἄριστος. νῦν γὰρ ἤδη πάντας ἀνθρώπους δεῖ εἰδέναι τὰ τούτου ἔργα. οὗτος οὔτε αἰσχροῦ ἡττηθεὶς οὐδενὸς ᾤχετο οὔτʼ ἐμὲ φοβηθείς, ἀλλʼ ὑπʼ ἐμοῦ πεμφθεὶς ὅπως ἡμῖν μαθὼν τὰ τῶν πολεμίων σαφῶς τὰ ὄντα ἐξαγγείλειεν.

居鲁士一听此事,便从座席上一跃而起,迎上前去,握住他的右手。其他人因不明原委,自然对这桩变故惊诧不已,直到居鲁士开口道:“朋友们,我们最优秀的男子归来了。因为如今人人都应当知晓他的作为。他当初离去,既非屈从于任何可耻的欲望,也非畏惧于我,而是由我派去,以便探明敌情后向我们如实报告真情。

§6.3.16

ἃ μὲν οὖν ἐγώ σοι ὑπεσχόμην, ὦ Ἀράσπα, μέμνημαί τε καὶ ἀποδώσω σὺν τούτοις πᾶσι. δίκαιον δὲ καὶ ὑμᾶς ἅπαντας, ὦ ἄνδρες, τοῦτον τιμᾶν ὡς ἀγαθὸν ἄνδρα· ἐπὶ γὰρ τῷ ἡμετέρῳ ἀγαθῷ καὶ ἐκινδύνευσε καὶ αἰτίαν ὑπέσχεν, ᾗ ἐβαρύνετο.

因此,阿拉斯帕斯啊,我对你所作的许诺,我铭记在心,并将与这众人一同兑现。诸位,你们大家将他尊为勇士也是理所应当的;因为他是为了我们的利益而甘冒凶险,并忍受了曾使他倍感沉重的污名。”

语法注3 条
  1. 6.3.11λαβεῖν μοι γένοιτο αὐτὸν ὡς ἐγὼ βούλομαι

    由表示愿望的希求法动词 γένοιτο、充当主语的不定式 λαβεῖν 以及与格代词 μοι 构成的愿望句结构,字面意为“愿上天应允我捕获他”,表达强烈的企望。

  2. 6.3.13τῶν περὶ αὐτὸν ἀεὶ ὄντων ἱππέων ἐλάσαντας

    动词 ἐκέλευσε 后接不定式 ἀτρεμίαν ἔχειν,其省略的宾格逻辑主语(τινάς,“若干人”)与部分属格 τῶν... ἱππέων 及宾格分词 ἐλάσαντας 相配合。

  3. 6.3.15ὥσπερ εἰκὸς μηδὲν εἰδότας

    尽管主句主语是主格 οἱ δὲ ἄλλοι,分词 εἰδότας 却采用宾格形式,这是因为省略了 ὥσπερ εἰκός [ἐστι] 后引出的泛指宾格不定式主语(“正如一无所知之人本就自然会有的反应”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.3.10-6.3.16