- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.3.1-6.3.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士率全军按严整的队形行军进发;前哨望兵在平原上察觉敌军临近的迹象后,居鲁士下令主力暂停整备并派出侦察骑兵,审讯所俘获的敌方樵采人员以查明实情。
ἀκούσαντες δὲ ταῦτα οἱ μὲν συνεσκευάζοντο, ὁ δὲ Κῦρος ἐθύετο. ἐπεὶ δὲ καλὰ τὰ ἱερὰ ἦν, ὡρμᾶτο σὺν τῷ στρατεύματι· καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐξεστρατοπεδεύσατο ὡς δυνατὸν ἐγγύτατα,1 ὅπως εἴ τίς τι ἐπιλελησμένος εἴη, μετέλθοι, καὶ εἴ τίς τι ἐνδεόμενος γνοίη, τοῦτο ἐπιπαρασκευάσαιτο.
听了这些话,兵士们便收拾行装,居鲁士则举行献祭。待祭兆吉利,他便率领大军出发;第一天他尽可能在最近之处扎营,以便有人若是遗忘了什么便可回去取,若有人发觉欠缺了什么也可补办齐备。
Κυαξάρης μὲν οὖν τῶν Μήδων ἔχων τὸ τρίτον μέρος κατέμενεν, ὡς μηδὲ τὰ οἴκοι ἔρημα εἴη. ὁ δὲ Κῦρος ἐπορεύετο ὡς ἐδύνατο τάχιστα, τοὺς ἱππέας μὲν πρώτους ἔχων, καὶ πρὸ τούτων διερευνητὰς καὶ σκοποὺς αἰεὶ ἀναβιβάζων ἐπὶ τὰ πρόσθεν εὐσκοπώτατα· μετὰ δὲ τούτους ἦγε τὰ σκευοφόρα, ὅπου μὲν πεδινὸν εἴη, πολλοὺς ὁρμαθοὺς ποιούμενος τῶν ἁμαξῶν καὶ τῶν σκευοφόρων· ὄπισθεν δὲ ἡ φάλαγξ ἐφεπομένη, εἴ τι τῶν σκευοφόρων ὑπολείποιτο, οἱ προστυγχάνοντες τῶν ἀρχόντων ἐπεμέλοντο2 ὡς μὴ κωλύοιντο πορεύεσθαι.
于是,基亚克萨雷斯留守后方,率领三分之一的米底军队,以免国内空虚无备。居鲁士则尽可能迅速地行军,骑兵居前,并在他们前方不断将侦察兵和望兵派上前方视野最开阔的高处;其后由他统领辎重队,在平坦之地将大车和驮兽列成多行行进;方阵紧随其后,若是辎重有任何落伍滞后者,在场的军官便予以照应,以免行军受到延误。
ὅπου δὲ στενωτέρα εἴη ἡ ὁδός, διὰ μέσου ποιούμενοι τὰ σκευοφόρα ἔνθεν καὶ ἔνθεν ἐπορεύοντο οἱ ὁπλοφόροι· καὶ εἴ τι ἐμποδίζοι, οἱ κατὰ ταῦτα γιγνόμενοι τῶν στρατιωτῶν ἐπεμέλοντο. ἐπορεύοντο δὲ ὡς τὰ πολλὰ αἱ τάξεις παρʼ ἑαυταῖς ἔχουσαι τὰ σκευοφόρα· ἐπετέτακτο γὰρ πᾶσι τοῖς σκευοφόροις κατὰ τὴν ἑαυτῶν ἑκάστους τάξιν ἰέναι,3 εἰ μή τι ἀναγκαῖον ἀποκωλύοι.
道路较窄之处,重装步兵则在左右两侧行进,将辎重队置于中间;若有任何阻碍,适逢其地的兵士便上前照管。各连队大多将各自的辎重随带在身边行进;因为已向所有辎重人员下达命令,除非有急难所阻,皆须依照各自所属的连队行进。
καὶ σημεῖον δὲ ἔχων ὁ τοῦ ταξιάρχου σκευοφόρος ἡγεῖτο γνωστὸν τοῖς τῆς ἑαυτοῦ τάξεως· ὥστε ἁθρόοι ἐπορεύοντο, ἐπεμελοῦντό τε ἰσχυρῶς ἕκαστος τῶν ἑαυτοῦ ὡς μὴ ὑπολείποιντο. καὶ οὕτω ποιούντων οὔτε ζητεῖν ἔδει ἀλλήλους ἅμα τε παρόντα ἅπαντα καὶ σαώτερα ἦν καὶ θᾶττον τὰ δέοντα εἶχον οἱ στρατιῶται.
连队长的辎重人员还携带着所属连队人员所熟识的标记在前方引路;因此他们编队紧凑,各自悉心照看自己的行李物品,以免落伍。如此行事,他们既无需彼此搜寻,一切器物随时俱在且更为稳妥,兵士们也能更快获得所需之物。
ὡς δʼ οἱ προϊόντες σκοποὶ ἔδοξαν ἐν τῷ πεδίῳ ὁρᾶν4 ἀνθρώπους λαμβάνοντας καὶ χιλὸν καὶ ξύλα, καὶ ὑποζύγια δὲ ἑώρων ἕτερα τοιαῦτα ἄγοντα, τὰ δὲ καὶ νεμόμενα, καὶ τὰ πρόσω αὖ ἀφορῶντες ἐδόκουν καταμανθάνειν μετεωριζόμενον ἢ καπνὸν ἢ κονιορτόν, ἐκ τούτων πάντων σχεδὸν ἐγίγνωσκον ὅτι εἴη που πλησίον τὸ στράτευμα τῶν πολεμίων.
当前出巡察的望兵似乎看到平原上有人在割草砍柴,又看到另有一些驮兽驮运着这类物资,还有些在吃草,再往远处眺望,似乎辨认出升腾而起的烟雾或尘土,从所有这些迹象中,他们几乎确知敌军就在附近的某处。
εὐθὺς οὖν πέμπει τινὰ ὁ σκόπαρχος ἀγγελοῦντα ταῦτα τῷ Κύρῳ. ὁ δὲ ἀκούσας ταῦτα ἐκείνους μὲν ἐκέλευσε μένοντας ἐπὶ ταύταις ταῖς σκοπαῖς ὅ τι ἂν ἀεὶ καινὸν ὁρῶσιν ἐξαγγέλλειν· τάξιν δʼ ἔπεμψεν ἱππέων εἰς τὸ πρόσθεν καὶ ἐκέλευσε πειραθῆναι συλλαβεῖν τινας τῶν ἀνὰ τὸ πεδίον ἀνθρώπων, ὅπως σαφέστερον μάθοιεν τὸ ὄν.
于是斥候队长立即派人将这些情况报告居鲁士。居鲁士闻讯后,命他们留驻在这些望哨上,一有新动静便及时回报;同时派出一队骑兵向前推进,命他们设法捕获平原上的一些人,以便更确切地探知实情。
οἱ μὲν δὴ ταχθέντες τοῦτο ἔπραττον. αὐτὸς δὲ τὸ ἄλλο στράτευμα αὐτοῦ κατεχώριζεν, ὅπως παρασκευάσαιντο ὅσα ᾤετο χρῆναι πρὶν πάνυ ὁμοῦ εἶναι. καὶ πρῶτον μὲν ἀριστᾶν παρηγγύησεν, ἔπειτα δὲ μένοντας ἐν ταῖς τάξεσι τὸ παραγγελλόμενον προνοεῖν·
受命者即刻照此执行。居鲁士自己则让其余大军就地驻扎,以便在与敌彻底交接之前整备他认为必要的各项事宜。他首先下令进朝餐,继而令兵士留驻各部阵列中,随时留意下达的军令。
ἐπεὶ δὲ ἠρίστησαν, συνεκάλεσε καὶ ἱππέων καὶ πεζῶν καὶ ἁρμάτων ἡγεμόνας, καὶ τῶν μηχανῶν δὲ καὶ τῶν σκευοφόρων τοὺς ἄρχοντας καὶ τῶν ἁρμαμαξῶν· καὶ οὗτοι μὲν συνῇσαν.
待他们用过餐,他便召集了骑兵、步兵和战车的将领,以及攻城器械、辎重队和篷车的长官;这些人便聚集前来。
οἱ δὲ καταδραμόντες εἰς τὸ πεδίον συλλαβόντες ἀνθρώπους ἤγαγον· οἱ δὲ ληφθέντες ἀνερωτώμενοι ὑπὸ τοῦ Κύρου ἔλεγον ὅτι ἀπὸ τοῦ στρατοπέδου εἶεν, προεληλυθότες ἐπὶ χιλόν, οἱ δʼ ἐπὶ ξύλα, παρελθόντες τὰς προφυλακάς· διὰ γὰρ τὸ πλῆθος τοῦ στρατοῦ σπάνια πάντʼ εἶναι.
而疾驰奔赴平原的人捕获了一些人并押解归来;被俘者受到居鲁士的讯问,交代说他们来自军营,越过哨线外出,有的打草,有的砍柴;因为军队人数庞大,各项物资皆极匮乏。
- 6.3.1ἐξεστρατοπεδεύσατο ὡς δυνατὸν ἐγγύτατα
最高级副词 ἐγγύτατα 与 ὡς δυνατόν 连用,意为“尽可能近”。根据语境,此为出征首日,指部队行军未远,就在“距离出发地尽可能近之处”扎营,后面的目的状语从句(ὅπως...)说明这是为了方便遗漏物品者回去取回或补充缺额。
- 6.3.2ὄπισθεν δὲ ἡ φάλαγξ ἐφεπομένη, εἴ τι τῶν σκευοφόρων ὑπολείποιτο, οἱ προστυγχάνοντες τῶν ἀρχόντων ἐπεμέλοντο
此为悬置主格(nominativus pendens)或破格句(anacoluthon)现象。句首的 ἡ φάλαγξ ἐφεπομένη(随后跟进的方阵)原本作为整句的主语提出,但在插入条件从句(εἴ τι...)之后,主句的主语转变成了具体承担动作的 οἱ προστυγχάνοντες τῶν ἀρχόντων(在场遇见的军官们),支配动词 ἐπεμέλοντο。整个句子的结构即“在后方紧随的方阵中,若有辎重掉队,在场的军官便负责照料”。
- 6.3.3ἐπετέτακτο γὰρ πᾶσι τοῖς σκευοφόροις κατὰ τὴν ἑαυτῶν ἑκάστους τάξιν ἰέναι
无人称被动态动词 ἐπετέτακτο(已被命令)接与格 πᾶσι τοῖς σκευοφόροις 作为指令的承受者。不定式 ἰέναι 的逻辑主语由宾格 ἑκάστους 充当,与介词短语内的反身所有代词 ἑαυτῶν 连用,表示“各人(ἑκάστους)依各自所属连队行进”。尽管主动命令动词支配与格,但其后的不定式仍按常规采用宾格作为主语。
- 6.3.5ὡς δʼ οἱ προϊόντες σκοποὶ ἔδοξαν ἐν τῷ πεδίῳ ὁρᾶν
动词 δοκέω 在此采用人称构式(personal construction),以 οἱ προϊόντες σκοποὶ 为主语,而非无人称结构(ἔδοξε τοῖς σκοποῖς)。字面直译为“向前行进的望兵似乎看见……”,即“当前出的巡察望兵自以为看见……之时”。后文的 ἐδόκουν καταμανθάνειν 亦遵循相同的人称构式。
