← 色诺芬

居鲁士的教育

§6.2.31-6.2.41

居鲁士对军需物资与后勤编制的详细部署

居鲁士就副食、手磨、药品、工具及备用材的携带,修路队与工匠的编制,随军商贩的规章等作出周密部署,并命令全军整装待发。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.31

ὄψα δὲ χρὴ συνεσκευάσθαι ὅσα ἐστὶν ὀξέα καὶ δριμέα καὶ ἁλμυρά· ταῦτα γὰρ ἐπὶ σῖτόν τε ἄγει καὶ ἐπὶ πλεῖστον ἀρκεῖ. ὅταν δʼ ἐκβαίνωμεν εἰς ἀκέραια, ὅπου ἤδη εἰκὸς ἡμᾶς σῖτον λαμβάνειν, χειρομύλας χρὴ αὐτόθεν παρασκευάσασθαι αἷς σιτοποιησόμεθα· τοῦτο γὰρ κουφότατον τῶν σιτοποιικῶν ὀργάνων.

至于副食调味品,凡是酸的、辛辣的、咸的,都应当收拾带上;因为这些既能增进食欲,又能保存极久。当我们行进到未经破坏的未受损之地、按理可以获取粮食时,就应当就地备置手磨来加工谷物;因为在所有粮秣加工器具中,手磨是最轻便的。

§6.2.32

συνεσκευάσθαι δὲ χρὴ καὶ ὧν ἀσθενοῦντες δέονται ἄνθρωποι· τούτων γὰρ ὁ μὲν ὄγκος μικρότατος, ἢν δὲ τύχη τοιαύτη γένηται, μάλιστα δεήσει. ἔχειν δὲ χρὴ καὶ ἱμάντας· τὰ γὰρ πλεῖστα καὶ ἀνθρώποις καὶ ἵπποις ἱμᾶσιν ἤρτηται· ὧν κατατριβομένων καὶ ῥηγνυμένων ἀνάγκη ἀργεῖν, ἢν μή τις ἔχῃ περίζυγα. ὅστις δὲ πεπαίδευται καὶ παλτὸν ξύσασθαι, ἀγαθὸν καὶ ξυήλης μὴ ἐπιλαθέσθαι.

还应当收拾带上病患所需之物;因为这些物品体积最小,而一旦发生病况,却是最必不可缺的。还必须备带皮带;因为对人和马而言,大多数器具都是用皮带系住的;皮带磨损断裂时,若没有备用件,一切就必然陷于瘫痪。凡是受过刮削投枪训练的人,最好也不要忘记带上一把刮刀。

§6.2.33

ἀγαθὸν δὲ καὶ ῥίνην φέρεσθαι· ὁ γὰρ λόγχην ἀκονῶν ἐκεῖνος καὶ τὴν ψυχήν τι παρακονᾷ. ἔπεστι γάρ τις αἰσχύνη λόγχην ἀκονῶντα κακὸν εἶναι. ἔχειν δὲ χρὴ καὶ ξύλα περίπλεω καὶ ἅρμασι καὶ ἁμάξαις· ἐν γὰρ πολλαῖς πράξεσι πολλὰ ἀνάγκη καὶ τὰ ἀπαγορεύοντα εἶναι.

带上一把锉刀也是好的;因为磨砺长矛尖头的人,也在某种程度上磨砺了自己的斗志。毕竟,一边磨着矛头,一边做一个怯懦者,是带有一种耻辱感的。此外,还必须为战车和货车携带充裕的备用木材;因为在诸多劳务中,必然会有许多构件损毁失效。

§6.2.34

ἔχειν δὲ δεῖ καὶ τὰ ἀναγκαιότατα ὄργανα ἐπὶ ταῦτα πάντα· οὐ γὰρ πανταχοῦ χειροτέχναι παραγίγνονται· τὸ δʼ ἐφʼ ἡμέραν ἀρκέσον ὀλίγοι τινὲς οἳ οὐχ ἱκανοὶ ποιῆσαι.1 ἔχειν δὲ χρὴ καὶ ἄμην καὶ σμινύην κατὰ ἅμαξαν ἑκάστην, καὶ κατὰ τὸν νωτοφόρον δὲ ἀξίνην καὶ δρέπανον· ταῦτα γὰρ καὶ ἰδίᾳ ἑκάστῳ χρήσιμα καὶ ὑπὲρ τοῦ κοινοῦ πολλάκις ὠφέλιμα γίγνεται.

针对这所有器具,还必须备齐最必需的维修工具;因为手艺工匠并非到处都有,而无法做出足以应付一日之物的人只是极少数。每辆大车还必须备有一把铲子和一把鹤嘴锄,每头驮兽则备有一把斧头和一把镰刀;因为这些工具不仅对每个人私下有用,而且对整个军队也屡屡大有助益。

§6.2.35

τὰ μὲν οὖν εἰς τροφὴν δέοντα οἱ ἡγεμόνες τῶν ὁπλοφόρων ἐξετάζετε τοὺς ὑφʼ ὑμῖν αὐτοῖς· οὐ γὰρ δεῖ παριέναι ὅτου ἄν τις τούτων ἐνδέηται· ἡμεῖς γὰρ τούτων ἐνδεεῖς ἐσόμεθα. ἃ δὲ κατὰ τὰ ὑποζύγια κελεύω ἔχειν, ὑμεῖς οἱ τῶν σκευοφόρων ἄρχοντες ἐξετάζετε, καὶ τὸν μὴ ἔχοντα κατασκευάζεσθαι ἀναγκάζετε.

那么,关于伙食所需之物,重装步兵的将领们,你们应当检阅自己麾下的兵士;绝不可漏掉任何一个缺少这些物资的人,因为挨饿受缺的将是我们自己。至于我命令为驮兽配备的物品,你们辎重官应当加以查验,并责令欠缺者购置置备。

§6.2.36

ὑμεῖς δʼ αὖ οἱ τῶν ὁδοποιῶν ἄρχοντες ἔχετε μὲν ἀπογεγραμμένους παρʼ ἐμοῦ τοὺς ἀποδεδοκιμασμένους καὶ τοὺς ἐκ τῶν ἀκοντιστῶν καὶ τοὺς ἐκ τῶν τοξοτῶν καὶ τοὺς ἐκ τῶν σφενδονητῶν· τούτων δὲ χρὴ τοὺς μὲν ἀπὸ τῶν ἀκοντιστῶν πέλεκυν ἔχοντας ξυλοκόπον ἀναγκάζειν στρατεύεσθαι, τοὺς δʼ ἀπὸ τῶν τοξοτῶν σμινύην, τοὺς δʼ ἀπὸ τῶν σφενδονητῶν ἄμην· τούτους δὲ ἔχοντας ταῦτα πρὸ τῶν ἁμαξῶν κατʼ ἴλας πορεύεσθαι, ὅπως ἤν τι δέῃ ὁδοποιίας, εὐθὺς ἐνεργοὶ ἦτε, καὶ ἐγὼ ἤν τι δέωμαι, ὅπως εἰδῶ ὅθεν δεῖ λαβόντα τούτοις χρῆσθαι.

而你们这些修路队的将领,手中已有我发给的名单,上面登记着从标枪手、弓箭手和投石手中裁汰下来的人员。在这些人中,你们应当强令来自标枪手的人携带伐木斧从军,来自弓箭手的人携带鹤嘴锄,来自投石手的人携带铲子;他们携带着这些工具,按小队走在货车的前面,以便一遇有修路之需,你们便能立即投入作业,而我一旦有所需要,也知道该从何处抽调他们任用。

§6.2.37

ἄξω δὲ καὶ τοὺς ἐν τῇ στρατιωτικῇ ἡλικίᾳ σὺν τοῖς ὀργάνοις χαλκέας τε καὶ τέκτονας καὶ σκυτοτόμους, ὅπως ἄν τι δέῃ καὶ τοιούτων τεχνῶν ἐν τῇ στρατιᾷ μηδὲν ἐλλείπηται. οὗτοι δὲ ὁπλοφόρου μὲν τάξεως ἀπολελύσονται, ἃ δὲ ἐπίστανται, τῷ βουλομένῳ μισθοῦ ὑπηρετοῦντες ἐν τῷ τεταγμένῳ ἔσονται.

我还会把兵役年龄以内的铁匠、木匠和鞋匠连同他们的工具一同带去,以便军队若需此类手艺,不至有任何欠缺。他们将免除重装步兵的编队服役,但要用其手艺受雇为有需要的人服务,并留驻在指定的岗位上。

§6.2.38

ἢν δέ τις καὶ ἔμπορος βούληται ἕπεσθαι πωλεῖν τι βουλόμενος, τῶν μὲν προειρημένων ἡμερῶν τὰ ἐπιτήδεια ἔχειν2 ἤν τι πωλῶν ἁλίσκηται, πάντων στερήσεται· ἐπειδὰν δʼ αὗται παρέλθωσιν αἱ ἡμέραι, πωλήσει ὅπως ἂν βούληται. ὅστις δʼ ἂν τῶν ἐμπόρων πλείστην ἀγορὰν παρέχων φαίνηται, οὗτος καὶ παρὰ τῶν συμμάχων καὶ παρʼ ἐμοῦ δώρων καὶ τιμῆς τεύξεται.

如果有商人也想跟随前去兜售物品,若被抓到在上述规定持有给养的日数内出售任何东西,他将被没收所有财产;但一旦这些日数过去,他便可随意买卖。商贩之中凡能提供最充裕集市交易者,将从盟军和我这里获得赏赐与尊荣。

§6.2.39

εἰ δέ τις χρημάτων προσδεῖσθαι νομίζει εἰς ἐμπολήν, γνωστῆρας ἐμοὶ προσαγαγὼν καὶ ἐγγυητὰς ἦ μὴν πορεύσεσθαι3 σὺν τῇ στρατιᾷ, λαμβανέτω ὧν ἡμεῖς ἔχομεν. ἐγὼ μὲν δὴ ταῦτα προαγορεύω· εἰ δέ τίς τι καὶ ἄλλο δέον ἐνορᾷ, πρὸς ἐμὲ σημαινέτω.

如果有人认为需要追加进货资金,只要向我引见证明人和担保人,确证他必将随军而行,即可从我们所拥有的钱财中借取。我公布的指令就是这些;如果有人还看出其他必需之物,应当向我报告。

§6.2.40

καὶ ὑμεῖς μὲν ἀπιόντες συσκευάζεσθε, ἐγὼ δὲ θύσομαι ἐπὶ τῇ ὁρμῇ· ὅταν δὲ τὰ τῶν θεῶν καλῶς ἔχῃ, σημανοῦμεν. παρεῖναι δὲ χρὴ ἅπαντας τὰ προειρημένα ἔχοντας εἰς τὴν τεταγμένην χώραν πρὸς τοὺς ἡγεμόνας αὐτῶν.

你们且各自退下收拾行装,我将为出征举行献祭;待神意显出吉兆,我们将发出信号。所有人都必须携带上述器具,前往指定的地点,在各自的将领面前齐集。

§6.2.41

ὑμεῖς δὲ οἱ ἡγεμόνες τὴν ἑαυτοῦ ἕκαστος τάξιν εὐτρεπισάμενος πρὸς ἐμὲ πάντες συμβάλλετε, ἵνα τὰς ἑαυτῶν ἕκαστοι χώρας καταμάθητε.

各位将领,在各自整备好自己的连队之后,全体前来与我汇合,以便你们各自查明所属的位置。

语法注3 条
  1. 6.2.34τὸ δʼ ἐφʼ ἡμέραν ἀρκέσον ὀλίγοι τινὲς οἳ οὐχ ἱκανοὶ ποιῆσαι

    该句结构紧凑,主句 ὀλίγοι τινές 与关系从句 οἳ οὐχ ἱκανοί 均省略了系动词 εἰσί,句首的 τὸ ἐφʼ ἡμέραν ἀρκέσον 作不定式 ποιῆσαι 的前置宾语,意为“无法做出足以应付一日之物的人只是极少数”,说明即使没有工匠在场,只要备有工具,绝大多数人都能自行应急修补。

  2. 6.2.38τῶν μὲν προειρημένων ἡμερῶν τὰ ἐπιτήδεια ἔχειν

    属格 τῶν προειρημένων ἡμερῶν 为表示时间范围的属格(“在上述规定日数内”),通过 μὲν ... δέ 与后文 ἐπειδὰν δʼ αὗται παρέλθωσιν αἱ ἡμέραι(“一旦这些日数过去”)相对照;不定式 ἔχειν(宾语为 τὰ ἐπιτήδεια)依附于分词 προειρημένων,意指在规定持有给养的日数内,商人若被抓到出售任何物品,将被没收全部财产。

  3. 6.2.39ἐγγυητὰς ἦ μὴν πορεύσεσθαι

    誓言质词 ἦ μήν 与不定式 πορεύσεσθαι 连用,构成誓约内容(“确誓必定随军进发”),在此作为 ἐγγυητάς(保证人)所担保的具体内容的说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.2.31-6.2.41