← 色诺芬

居鲁士的教育

§6.2.21-6.2.30

迅速进军的决议与行军补给的筹备指令

赫律桑塔斯解释将士们的沮丧并非畏缩而是因再添劳苦而心生懊恼,借吕底亚的富庶振奋了士气,居鲁士提议迅速进军以抢先打乱敌军物资筹备并获得一致通过。随后居鲁士下令备足至少二十天的给养以穿越焦土地带,并具体传授了逐步适应饮水的调适方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.21

ἐπεὶ δὲ ταῦτα εἶπεν ὁ Κῦρος, ἀνέστη Χρυσάντας ὁ Πέρσης καὶ ἔλεξεν ὧδε. ὦ Κῦρε, μὴ θαύμαζε εἴ τινες ἐσκυθρώπασαν ἀκούσαντες τῶν ἀγγελλομένων· οὐ γὰρ φοβηθέντες οὕτω διετέθησαν, ἀλλʼ ἀχθεσθέντες· ὥσπερ γε, ἔφη, εἴ τινων βουλομένων τε καὶ οἰομένων ἤδη ἀριστήσειν ἐξαγγελθείη τι ἔργον ὃ ἀνάγκη εἴη πρὸ τοῦ ἀρίστου ἐξεργάσασθαι, οὐδεὶς ἂν οἶμαι ἡσθείη ἀκούσας· οὕτω τοίνυν καὶ ἡμεῖς ἤδη οἰόμενοι πλουτήσειν, ἐπεὶ ἠκούσαμεν ὅτι ἐστὶ περίλοιπον ἔργον ὃ δεῖ ἐξεργάσασθαι, συνεσκυθρωπάσαμεν, οὐ φοβούμενοι, ἀλλὰ πεποιῆσθαι ἂν ἤδη καὶ τοῦτο βουλόμενοι.1

居鲁士讲完这些话后,波斯人赫律桑塔斯站起身来,这样说道:“居鲁士啊,如果有人听了那些报告后现出阴郁之色,你切莫感到奇怪;因为他们如此神态并非出于畏惧,而是出于懊恼。正如同,”他说道,“当某些人正渴望且以为马上就可以用午餐时,却传来通报说必须在午餐前完成某项劳务,我想听到的人没有一个会高兴的。同样地,我们原本以为自己马上就能发财致富,如今听说还有一项未竟的任务必须完成,便一同面带戚容,这并非害怕,而是巴不得这项任务也早已完成。

§6.2.22

ἀλλὰ γὰρ ἐπειδὴ οὐ περὶ Συρίας μόνον ἀγωνιούμεθα, ὅπου σῖτος πολὺς καὶ πρόβατά ἐστι καὶ φοίνικες οἱ καρποφόροι, ἀλλὰ καὶ περὶ Λυδίας, ἔνθα πολὺς μὲν οἶνος, πολλὰ δὲ σῦκα, πολὺ δὲ ἔλαιον, θάλαττα δὲ προσκλύζει καθʼ ἣν πλείω ἔρχεται ἢ ὅσα τις ἑώρακεν ἀγαθά, ταῦτα, ἔφη, ἐννοούμενοι οὐκέτι ἀχθόμεθα, ἀλλὰ θαρροῦμεν ὡς μάλιστα, ἵνα θᾶττον καὶ τούτων τῶν Λυδίων ἀγαθῶν ἀπολαύωμεν. ὁ μὲν οὕτως εἶπεν· οἱ δὲ σύμμαχοι πάντες ἥσθησάν τε τῷ λόγῳ καὶ ἐπῄνεσαν.

“然而,既然我们争夺的不仅是拥有丰饶谷物、牛羊和果实累累的椰枣树的叙利亚,而且还有盛产葡萄美酒、大量无花果和丰沛橄榄油的吕底亚,且那里滨临大海,沿海运来的丰美之物比任何人见过的都要多——一想到这些,”他说道,“我们便不再懊恼,反而勇气倍增,好让我们也能更快地享用这些吕底亚的丰美之物。”他这样说完,所有盟军将士都对这番话感到欢欣并交口称赞。

§6.2.23

καὶ μὲν δή, ἔφη ὁ Κῦρος, ὦ ἄνδρες, δοκεῖ μοι ἰέναι ἐπʼ αὐτοὺς ὡς τάχιστα, ἵνα πρῶτον μὲν αὐτοὺς φθάσωμεν ἀφικόμενοι, ἢν δυνώμεθα, ὅπου τὰ ἐπιτήδεια αὐτοῖς συλλέγεται· ἔπειτα δὲ ὅσῳ ἂν θᾶττον ἴωμεν, τοσούτῳ μείω μὲν τὰ παρόντα αὐτοῖς εὑρήσομεν, πλείω δὲ τὰ ἀπόντα.2

居鲁士说:“既然如此,诸位,依我之见,我们应当尽快向他们进军;首先是为了在可能的情况下赶在他们前面,先到达他们物资集结之地;其次,我们进发得越快,就会发现他们就绪的物资越少,而尚未备齐的物资越多。

§6.2.24

ἐγὼ μὲν δὴ οὕτω λέγω· εἰ δέ τις ἄλλῃ πῃ γιγνώσκει ἢ ἀσφαλέστερον εἶναι ἢ ῥᾷον ἡμῖν, διδασκέτω. ἐπεὶ δὲ συνηγόρευον μὲν πολλοὶ ὡς χρεὼν εἴη ὅτι τάχιστα πορεύεσθαι ἐπὶ τοὺς πολεμίους, ἀντέλεγε δὲ οὐδείς, ἐκ τούτου δὴ ὁ Κῦρος ἤρχετο λόγου τοιοῦδε.

“我所说的就是这些;但如果有人知道有其他任何对我们更安全或更容易的途径,请告知大家。”许多人纷纷表示赞成,认为必须以最快的速度向敌人进军,而无人提出异议,于是居鲁士便接着发表了如下讲话:

§6.2.25

ἄνδρες σύμμαχοι, αἱ μὲν ψυχαὶ καὶ τὰ σώματα καὶ τὰ ὅπλα οἷς δεήσει χρῆσθαι ἐκ πολλοῦ ἡμῖν σὺν θεῷ παρεσκεύασται· νῦν δὲ τὰ ἐπιτήδεια δεῖ εἰς τὴν ὁδὸν συσκευάζεσθαι αὐτοῖς τε ἡμῖν καὶ ὁπόσοις τετράποσι χρώμεθα μὴ μεῖον ἢ εἴκοσιν ἡμερῶν. ἐγὼ γὰρ λογιζόμενος εὑρίσκω πλέον ἢ πεντεκαίδεκα ἡμερῶν ἐσομένην ὁδόν, ἐν ᾗ οὐδὲν εὑρήσομεν τῶν ἐπιτηδείων· ἀνεσκεύασται γὰρ τὰ μὲν ὑφʼ ἡμῶν, τὰ δʼ ὑπὸ τῶν πολεμίων ὅσα ἐδύναντο.

“盟军将士们,在神明保佑下,我们的斗志、体魄以及作战所需的武装早已准备就绪;但如今我们必须为行军收拾行装,为我们自身以及我们所使用的所有驮兽储备不少于二十天的粮饷物资。因为据我推算,途中我们将有超过十五天完全找不到任何给养,因为一部分已被我们搬走,另一部分已被敌方尽其所能地搬走。

§6.2.26

συσκευάζεσθαι οὖν χρὴ σῖτον μὲν ἱκανόν· ἄνευ γὰρ τούτου οὔτε μάχεσθαι οὔτε ζῆν δυναίμεθʼ ἄν· οἶνον δὲ τοσοῦτον ἕκαστον ἔχειν χρὴ ὅσος ἱκανὸς ἔσται ἐθίσαι ἡμᾶς αὐτοὺς ὑδροποτεῖν· πολλὴ γὰρ ἔσται τῆς ὁδοῦ ἄοινος, εἰς ἣν οὐδʼ ἂν πάνυ πολὺν οἶνον συσκευασώμεθα, διαρκέσει.

“因此,必须储备充足的粮食;因为没有粮食,我们既无法战斗,也无法存活。每个人所带的葡萄酒,只需足以让我们自己逐渐习惯饮水即可;因为行军的大部分路段将没有葡萄酒,即便我们携带极大量的葡萄酒,也无法支撑到底。

§6.2.27

ὡς οὖν μὴ ἐξαπίνης ἄοινοι γενόμενοι νοσήμασι περιπίπτωμεν, ὧδε χρὴ ποιεῖν· ἐπὶ μὲν τῷ σίτῳ νῦν εὐθὺς ἀρχώμεθα πίνειν ὕδωρ· τοῦτο γὰρ ἤδη ποιοῦντες οὐ πολὺ μεταβαλοῦμεν.

“为了不至于因突然断绝葡萄酒而染上疾病,我们应当这样做:进餐时,我们现在就立刻开始饮水;因为已经养成了这个习惯,就不会觉得改变太大。

§6.2.28

καὶ γὰρ ὅστις ἀλφιτοσιτεῖ, ὕδατι μεμαγμένην ἀεὶ τὴν μᾶζαν ἐσθίει, καὶ ὅστις ἀρτοσιτεῖ, ὕδατι δεδευμένον τὸν ἄρτον, καὶ τὰ ἑφθὰ δὲ πάντα μεθʼ ὕδατος τοῦ πλείστου ἐσκεύασται. μετὰ δὲ τὸν σῖτον ἐὰν οἶνον ἐπιπίνωμεν, οὐδὲν μεῖον ἔχουσα ἡ ψυχὴ ἀναπαύσεται.

“事实上,凡吃大麦的人,所吃的麦饼总是用水调和揉成的;凡吃面包的人,所吃的面包也总是用水拌匀的;所有的熟肉也都是用大量的水烹制而成的。如果在饭后我们喝上一点葡萄酒,精神便毫无所缺,能够得到安宁。

§6.2.29

ἔπειτα δὲ καὶ τοῦ μετὰ δεῖπνον ἀφαιρεῖν χρή, ἔστʼ ἂν λάθωμεν ὑδροπόται γενόμενοι. ἡ γὰρ κατὰ μικρὸν παράλλαξις πᾶσαν ποιεῖ φύσιν ὑποφέρειν τὰς μεταβολάς· διδάσκει δὲ καὶ ὁ θεός, ἀπάγων ἡμᾶς κατὰ μικρὸν ἔκ τε τοῦ χειμῶνος εἰς τὸ ἀνέχεσθαι ἰσχυρὰ θάλπη ἔκ τε τοῦ θάλπους εἰς τὸν ἰσχυρὸν χειμῶνα· ὃν χρὴ μιμουμένους εἰς ὃ δεῖ ἐλθεῖν προειθισμένους ἡμᾶς ἀφικνεῖσθαι.

“接着,我们还必须逐步削减饭后所喝的酒,直到我们在不知不觉中完全成为饮水者。因为循序渐进的调适能使一切天性承受各种转变;神明也借由引导我们从严冬一步步适应酷暑,又从酷暑一步步适应严冬,以此训导我们;我们应当仿效神明,使我们在已然习惯的情况下抵达我们必须前往的目标。

§6.2.30

καὶ τὸ τῶν στρωμάτων δὲ βάρος εἰς τἀπιτήδεια καταδαπανᾶτε· τὰ μὲν γὰρ ἐπιτήδεια περιττεύοντα οὐκ ἄχρηστα ἔσται· στρωμάτων δὲ ἐνδεηθέντες μὴ δείσητε ὡς οὐχ ἡδέως καθευδήσετε· εἰ δὲ μή, ἐμὲ αἰτιᾶσθε.3 ἐσθὴς μέντοι ὅτῳ ἐστὶν ἀφθονωτέρα παροῦσα, πολλὰ καὶ ὑγιαίνοντι καὶ κάμνοντι ἐπικουρεῖ.

“此外,你们应当省下被褥的重量,把载重全部用在粮食给养上;因为给养哪怕过剩,也不会毫无用处。至于缺少了被褥,你们切莫担心睡得不香甜;如果事实并非如此,你们尽管责怪我好了。然而,若有人手头有较充裕的衣服,无论在健康还是患病之时,都大有裨益。”

语法注3 条
  1. 6.2.21πεποιῆσθαι ἂν ἤδη καὶ τοῦτο βουλόμενοι

    完成体不定式 πεποιῆσθαι 与 ἄν 连用,充当 βουλόμενοι 的补足语。表示意愿的动词 βούλομαι 后接带 ἄν 的不定式,表达一种非真实条件或潜在的愿望,即“巴不得这项任务也早已被完成”。

  2. 6.2.23ὅσῳ ἂν θᾶττον ἴωμεν, τοσούτῳ μείω μὲν τὰ παρόντα αὐτοῖς εὑρήσομεν, πλείω δὲ τὰ ἀπόντα

    由程度与格构成的对应句式(ὅσῳ... τοσούτῳ,“越……就越……”)。从句使用带 ἄν 的虚拟式 ἴωμεν 表示对将来的预期,主句由将来时直陈式 εὑρήσομεν 统领,其宾语由相对比的比较级构成:μείω τὰ παρόντα(已备齐物资的减少)与 πλείω τὰ ἀπόντα(欠缺物资的增多)。

  3. 6.2.30μὴ δείσητε ὡς οὐχ ἡδέως καθευδήσετε· εἰ δὲ μή, ἐμὲ αἰτιᾶσθε

    在恐惧动词(μὴ δείσητε)之后没有使用常规的从属连词 μή,而是使用了 ὡς οὐχ,引出一个客观的陈述/预判从句:“切莫担心你们睡得不安稳”。接下来的习惯短语 εἰ δὲ μή(“否则/若非如此”)承接相反的假设条件,即“如果你们睡得不安稳,就怪我好了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.2.21-6.2.30