← 色诺芬

居鲁士的教育

§6.2.11-6.2.20

居鲁士安抚并激励动摇的军心

居鲁士的大军因敌方大规模集结与备战的消息而心生动摇,居鲁士随即召集将士,通过对比己方的精良战备与敌军的虚弱本质来消除全军的恐慌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.11

συλλέγεσθαι δὲ τὸ στράτευμα ἀμφὶ τὸν Πακτωλὸν ποταμόν, προϊέναι δὲ μέλλειν αὐτοὺς εἰς Θύμβραρα, ἔνθα καὶ νῦν ὁ σύλλογος τῶν ὑπὸ βασιλέα βαρβάρων τῶν κάτω, καὶ ἀγορὰν πᾶσι παρηγγέλθαι ἐνταῦθα κομίζειν· σχεδὸν δὲ τούτοις ταὐτὰ ἔλεγον καὶ οἱ αἰχμάλωτοι· ἐπεμελεῖτο γὰρ καὶ τούτου ὁ Κῦρος ὅπως ἁλίσκοιντο παρʼ ὧν ἔμελλε πεύσεσθαί τι· ἔπεμπε δὲ καὶ δούλοις ἐοικότας κατασκόπους ὡς αὐτομόλους·

使者又报告说,敌军正在帕克托洛斯河一带集结,且打算向前开拔至廷布拉拉——那里至今仍是国王属下低地亚细亚的蛮族聚会之地,并且已向所有人下达通告,将物资运至该处开设集市。战俘们所说的也几乎与此相同;因为居鲁士也极为注意这一点,务求擒获可能探得消息之人;他还派出了貌同奴仆的斥候,伪装成逃兵前往敌营。

§6.2.12

ὡς οὖν ταῦτα ἤκουσεν ὁ στρατὸς τοῦ Κύρου, ἐν φροντίδι τε ἐγένετο, ὥσπερ εἰκός, ἡσυχαίτεροί τε ἢ ὡς εἰώθεσαν διεφοίτων, φαιδροί τε οὐ πάνυ ἐφαίνοντο, ἐκυκλοῦντό τε καὶ μεστὰ ἦν πάντα ἀλλήλους ἐρωτώντων περὶ τούτων καὶ διαλεγομένων.

因此,当居鲁士的军队听到这些消息时,正如意料之中的那样,陷入了忧虑之中;他们往来走动比平时更加沉默,脸上毫无喜色,聚成团伙,到处都是人们相互打听此事和议论纷纷的身影。

§6.2.13

ὡς δὲ ᾔσθετο ὁ Κῦρος φόβον διαθέοντα ἐν τῇ στρατιᾷ, συγκαλεῖ τούς τε ἄρχοντας τῶν στρατευμάτων καὶ πάντας ὁπόσων ἀθυμούντων ἐδόκει βλάβη τις γίγνεσθαι καὶ προθυμουμένων ὠφέλεια.1 προεῖπε δὲ τοῖς ὑπηρέταις, καὶ ἄλλος εἴ τις βούλοιτο τῶν ὁπλοφόρων προσίστασθαι ἀκουσόμενος τῶν λόγων, μὴ κωλύειν. ἐπεὶ δὲ συνῆλθον, ἔλεξε τοιάδε.

居鲁士觉察到军中蔓延的恐惧,便召集了各支部队的长官,以及凡气馁便会带来损害、振作便会带来益处的所有人。他还预先吩咐侍从,若有其他全副武装的士兵想要靠近倾听他的话语,一概不得阻拦。

§6.2.14

ἄνδρες σύμμαχοι, ἐγὼ τοίνυν ὑμᾶς συνεκάλεσα ἰδών τινας ὑμῶν, ἐπεὶ αἱ ἀγγελίαι ἦλθον ἐκ τῶν πολεμίων, πάνυ ἐοικότας πεφοβημένοις ἀνθρώποις. δοκεῖ γάρ μοι θαυμαστὸν εἶναι εἴ τις ὑμῶν ὅτι μὲν οἱ πολέμιοι συλλέγονται δέδοικεν, ὅτι δὲ ἡμεῖς πολὺ πλείους συνειλέγμεθα νῦν ἢ ὅτε ἐνικῶμεν ἐκείνους, πολὺ δὲ ἄμεινον σὺν θεοῖς παρεσκευάσμεθα νῦν ἢ πρόσθεν, ταῦτα δὲ ὁρῶντες οὐ θαρρεῖτε.2

待众人聚齐,他发表了如下讲话: “盟军将士们,我在敌方的消息传来之后,见你们当中有人神色完全如同惊恐之人,因此将你们召集于此。因为在我看来,若你们当中有人仅仅因敌人集结而心生畏惧,却见我们如今聚集的人数比我们战胜他们时多得多,且在众神的眷顾下如今的准备也比以往完备得多,看到这些却毫不振作,这实在是一件不可思议之事。

§6.2.15

ὢ πρὸς θεῶν, ἔφη, τί δῆτα ἂν ἐποιήσατε οἱ νῦν δεδοικότες, εἰ ἤγγελλόν τινες τὰ παρʼ ἡμῖν νῦν ὄντα ταῦτα ἀντίπαλα ἡμῖν προσιόντα, καὶ πρῶτον μὲν ἠκούετε, ἔφη, ὅτι οἱ πρότερον νικήσαντες ἡμᾶς οὗτοι πάλιν ἔρχονται ἔχοντες ἐν ταῖς ψυχαῖς ἣν τότε νίκην ἐκτήσαντο· ἔπειτα δὲ οἱ τότε ἐκκόψαντες τῶν τοξοτῶν καὶ ἀκοντιστῶν τὰς ἀκροβολίσεις νῦν οὗτοι ἔρχονται καὶ ἄλλοι ὅμοιοι τούτοις πολλαπλάσιοι· ἔπειτα δὲ ὥσπερ οὗτοι ὁπλισάμενοι τοὺς πεζοὺς τότʼ ἐνίκων, νῦν οὕτω καὶ οἱ ἱππεῖς αὐτῶν παρεσκευασμένοι πρὸς τοὺς ἱππέας προσέρχονται, καὶ τὰ μὲν τόξα καὶ ἀκόντια ἀποδεδοκιμάκασι, παλτὸν δὲ ἓν ἰσχυρὸν ἕκαστος λαβὼν προσελαύνειν διανενόηται ὡς ἐκ χειρὸς τὴν μάχην ποιησόμενος· ἔτι δὲ ἅρματα ἔρχεται, ἃ οὐχ οὕτως ἑστήξει ὥσπερ πρόσθεν ἀπεστραμμένα ὥσπερ εἰς φυγήν, ἀλλʼ οἵ τε ἵπποι εἰσὶ κατατεθωρακισμένοι οἱ ἐν τοῖς ἅρμασιν, οἵ τε ἡνίοχοι ἐν πύργοις ἑστᾶσι ξυλίνοις τὰ ὑπερέχοντα ἅπαντα συνεστεγασμένοι θώραξι καὶ κράνεσι,3 δρέπανά τε σιδηρᾶ περὶ τοῖς ἄξοσι προσήρμοσται, ὡς ἐλῶντες καὶ οὗτοι εὐθὺς εἰς τὰς τάξεις τῶν ἐναντίων· πρὸς δʼ ἔτι κάμηλοι εἰσὶν αὐτοῖς ἐφʼ ὧν προσελῶσιν, ὧν μίαν ἑκάστην ἑκατὸν ἵπποι οὐκ ἂν ἀνάσχοιντο ἰδόντες· ἔτι δὲ πύργους προσίασιν ἔχοντες ἀφʼ ὧν τοῖς μὲν ἑαυτῶν ἀρήξουσιν, ἡμᾶς δὲ βάλλοντες κωλύσουσι τοῖς ἐν τῷ ἰσοπέδῳ μάχεσθαι· εἰ δὴ ταῦτα ἀπήγγελλέ τις ὑμῖν ἐν τοῖς πολεμίοις ὄντα, οἱ νῦν φοβούμενοι τί ἂν ἐποιήσατε; ὁπότε ἀπαγγελλομένων ὑμῖν ὅτι4 Κροῖσος μὲν ᾕρηται τῶν πολεμίων στρατηγός, ὃς τοσούτῳ Σύρων κακίων ἐγένετο ὅσῳ Σύροι μὲν μάχῃ ἡττηθέντες ἔφυγον, Κροῖσος δὲ ἰδὼν ἡττημένους ἀντὶ τοῦ ἀρήγειν τοῖς συμμάχοις φεύγων ᾤχετο·

啊,凭诸神起誓!”他说道,“你们这些如今胆怯的人,要是有人报告说,我们如今拥有的这些战力正作为敌手向我们逼近,你们究竟会怎么做?若是你们首先听到,”他说道,“当初击败我们的人再次卷土重来,心中怀着那时的胜利信念;接着又听到,当初摧毁弓箭手和投枪手的前哨骚扰战的人如今杀了过来,并且与他们同类的战士人数激增了数倍; 再接着,如同当初他们那样武装起来战胜了步兵一样,如今他们的骑兵也同样整装以对付我们的骑兵,且他们已弃用弓弩和标枪,人人手持一根坚固的长枪,决心策马冲杀以进行肉搏短兵相接; 此外,战车迎面开来,它们不再像从前那样仿佛为了逃跑而背向停放,战车上的马匹全都披挂铠甲,御者立于木塔之中,一切露出的部位均以胸甲和头盔严密防护,车轴四周装配了铁镰,他们也意在直接冲撞敌军的阵列; 加之他们还配备了骆驼,将骑乘骆驼冲锋而来,而哪怕一头骆驼,一百匹马见之也无法忍受;他们甚至还带着堡楼前进,借此既能掩护己方人员,又能居高临下向我们投掷矢石,阻碍〔我们〕与平地上的人作战;如果真有人向你们报告说敌方拥有这些装备,你们这些如今畏缩不前的人究竟会怎么做?然而如今向你们通报的,不过是克洛伊索斯被推选为敌军主帅而已;此人在怯懦上比叙利亚人犹有过之,因为叙利亚人是战败之后才逃跑的,而克洛伊索斯一见他们战败,不但不去救援盟军,反而仓皇逃奔而去。

§6.2.20

ἔπειτα δὲ διαγγέλλεται δήπου ὅτι αὐτοὶ μὲν οἱ πολέμιοι οὐχ ἱκανοὶ ἡγοῦνται ὑμῖν εἶναι μάχεσθαι, ἄλλους δὲ μισθοῦνται, ὡς ἄμεινον μαχουμένους ὑπὲρ σφῶν ἢ αὐτοί. εἰ μέντοι τισὶ ταῦτα μὲν τοιαῦτα ὄντα δεινὰ δοκεῖ εἶναι, τὰ δὲ ἡμέτερα φαῦλα, τούτους ἐγώ φημι χρῆναι, ὦ ἄνδρες, ἀφεῖναι εἰς τοὺς ἐναντίους· πολὺ γὰρ ἐκεῖ ὄντες πλείω ἂν ἡμᾶς ἢ παρόντες ὠφελοῖεν.

再者,如今报知你们的,无疑是敌军自身认为不足以与你们交战,因而招募别国雇佣军,以为别人能比他们自己更好地替他们打仗。然而,如果真有人认为敌方这些情况虽然如此却很可怕,而我们自身的军备微不足道,诸位,我认为应当把这些人放走送到敌人那边去;因为他们呆在敌营对我们的益处,将远胜于留在我们这里!”

语法注4 条
  1. 6.2.13ὁπόσων ἀθυμούντων ἐδόκει βλάβη τις γίγνεσθαι καὶ προθυμουμένων ὠφέλεια

    ὁπόσων 是关系代名词属格,与分词 ἀθυμούντων 及 προθυμουμένων 构成关系从句内的独立属格结构,带有条件含义(“若是他们气馁……若是他们振作……”),整体修饰先行词 πάντας,表示“凡这些人气馁便会带来损害、振作便会带来益处的人”。

  2. 6.2.14εἴ τις ὑμῶν ὅτι μὲν οἱ πολέμιοι συλλέγονται δέδοικεν, ὅτι δὲ ἡμεῖς πολὺ πλείους συνειλέγμεθα νῦν ἢ ὅτε ἐνικῶμεν ἐκείνους, πολὺ δὲ ἄμεινον σὺν θεοῖς παρεσκευάσμεθα νῦν ἢ πρόσθεν, ταῦτα δὲ ὁρῶντες οὐ θαρρεῖτε

    该句在句首以单数不定代词引导的条件从句开始(εἴ τις ὑμῶν... δέδοικεν),但在后半句逻辑转向直接面对听众,动词转换为第二人称复数的分词与谓语(ὁρῶντες οὐ θαρρεῖτε),构成了句法上的破格(anacoluthon)。与前半部 ὅτι μὲν 从句相对比的 ὅτι δὲ 从句,在后半部由 ταῦτα δὲ ὁρῶντες 统摄复述。

  3. 6.2.17τὰ ὑπερέχοντα ἅπαντα συνεστεγασμένοι θώραξι καὶ κράνεσι

    中被动态分词 συνεστεγασμένοι 带有中动态含义(“使自己遮蔽/防护”),τὰ ὑπερέχοντα ἅπαντα(“所有突出的部分,即暴露处”)作其直接宾语或关系对格(表示部位)。θώραξι καὶ κράνεσι 为方式/手段与格。

  4. 6.2.19ὁπότε ἀπαγγελλομένων ὑμῖν ὅτι

    ἀπαγγελλομένων 是中性复数现在被动态分词,在句中不带明确名词主语,作非人称的独立属格使用,后接 ὅτι 引导的内容从句(“当向你们报告说……之时”),用以引入眼下的实际情报,与前文假设的与事实相反的设问形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.2.11-6.2.20