← 色诺芬

居鲁士的教育

§6.2.1-6.2.10

印度资助与敌军集结的谍报

居鲁士收下印度国王运来的金援,并派遣其中三人伪装成使节前往敌营侦察。正当居鲁士整军经武、全军士气高涨之际,探马归来并报告了以克洛伊索斯为统帅的庞大联军集结情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.1

ἦλθον δʼ ἐν τούτῳ τῷ χρόνῳ καὶ παρὰ τοῦ Ἰνδοῦ χρήματα ἄγοντες καὶ ἀπήγγελλον αὐτῷ ὅτι ὁ Ἰνδὸς ἐπιστέλλει τοιάδε. ἐγώ, ὦ Κῦρε, ἥδομαι ὅτι μοι ἐπήγγειλας ὧν ἐδέου,1 καὶ βούλομαί σοι ξένος εἶναι καὶ πέμπω σοι χρήματα· κἂν ἄλλων δέῃ, μεταπέμπου. ἐπέσταλται δὲ τοῖς παρʼ ἐμοῦ ποιεῖν ὅ τι ἂν σὺ κελεύῃς.

正当此时,印度国王那里也有人运送财物抵达,并向居鲁士转达印度国王的信函如下:“居鲁士啊,我很高兴你将所需之物告知于我,我愿与你结为客友,故向你赠送财物;若还需要别物,尽管遣人来取。我已吩咐我派去的人,凡你所吩咐的,一概照办。”

§6.2.2

ἀκούσας δὲ ὁ Κῦρος εἶπε· κελεύω τοίνυν ὑμᾶς τοὺς μὲν ἄλλους μένοντας ἔνθα κατεσκηνώκατε φυλάττειν τὰ χρήματα καὶ ζῆν ὅπως ὑμῖν ἥδιστον· τρεῖς δέ μοι ἐλθόντες ὑμῶν ἐς τοὺς πολεμίους ὡς παρὰ τοῦ Ἰνδοῦ περὶ συμμαχίας, καὶ τὰ ἐκεῖ μαθόντες ὅ τι ἂν λέγωσί τε καὶ ποιῶσιν, ὡς τάχιστα ἀπαγγείλατε2 ἐμοί τε καὶ τῷ Ἰνδῷ· κἂν ταῦτά μοι καλῶς ὑπηρετήσητε, ἔτι μᾶλλον ὑμῖν χάριν εἴσομαι τούτου ἢ ὅτι χρήματα πάρεστε ἄγοντες. καὶ γὰρ οἱ μὲν δούλοις ἐοικότες κατάσκοποι οὐδὲν ἄλλο δύνανται εἰδότες ἀπαγγέλλειν ἢ ὅσα πάντες ἴσασιν· οἱ δὲ οἷοίπερ ὑμεῖς ἄνδρες πολλάκις καὶ τὰ βουλευόμενα καταμανθάνουσιν.

居鲁士听后说道:“那么,我吩咐你们其余的人留在你们扎营的地方看守财物,按照你们觉得最惬意的方式生活;但你们当中须有三人,假称是印度国王派来商议结盟的使者前往敌营,探知那里的虚实,无论他们说了什么、做了什么,都要尽快回报给我和印度国王。若你们在此事上为我办得妥当,比起你们带钱来此,我将为此更加感激你们。因为那些貌似奴仆的斥候,除了众所周知的事情之外,便无力探知并回报别的什么;然而像你们这样的人,却往往连正在密谋的事情也能探查清楚。”

§6.2.3

οἱ μὲν δὴ Ἰνδοὶ ἡδέως ἀκούσαντες καὶ ξενισθέντες τότε παρὰ Κύρῳ, συσκευασάμενοι τῇ ὑστεραίᾳ ἐπορεύοντο, ὑποσχόμενοι ἦ μὴν μαθόντες ὅσα ἂν δύνωνται πλεῖστα ἐκ τῶν πολεμίων ἥξειν ὡς δυνατὸν τάχιστα.

印度人欣然听从,当时在居鲁士那里受到款待,次日便收拾行装出发,并保证必定会尽可能多地探明敌方的动静,并以最快的速度返回。

§6.2.4

ὁ δὲ Κῦρος τά τε ἄλλα εἰς τὸν πόλεμον παρεσκευάζετο μεγαλοπρεπῶς, ὡς δὴ ἀνὴρ οὐδὲν μικρὸν ἐπινοῶν πράττειν, ἐπεμελεῖτο δὲ οὐ μόνον ὧν ἔδοξε τοῖς συμμάχοις, ἀλλὰ καὶ ἔριν ἐνέβαλλε πρὸς ἀλλήλους τοῖς φίλοις ὅπως αὐτοὶ ἕκαστοι φανοῦνται καὶ εὐοπλότατοι καὶ ἱππικώτατοι καὶ ἀκοντιστικώτατοι καὶ τοξικώτατοι καὶ φιλοπονώτατοι.

居鲁士则以不甘做寻常小事之人的气度,极尽排场、规模宏大地筹备战事的一切其余事务。他不仅关注盟军议定的事项,还在友人之间挑起竞争,使他们每个人都力争展现出最精良的武装、最娴熟的骑术、最出色的投枪技艺、最精准的箭术以及最刻苦耐劳的精神。

§6.2.5

ταῦτα δὲ ἐξειργάζετο ἐπὶ τὰς θήρας ἐξάγων καὶ τιμῶν τοὺς κρατίστους ἕκαστα· καὶ τοὺς ἄρχοντας δὲ οὓς ἑώρα ἐπιμελομένους τούτου ὅπως οἱ αὑτῶν κράτιστοι ἔσονται στρατιῶται, καὶ τούτους ἐπαινῶν τε παρώξυνε καὶ χαριζόμενος αὐτοῖς ὅ τι δύναιτο.

他通过带领他们出猎并对各方面的佼佼者予以嘉奖来达成这一目的;凡见有将领用心操练部下使其成为最精锐的战士,对这些人他也一方面予以褒奖,另一方面尽其所能施以恩惠,以此激励他们。

§6.2.6

εἰ δέ ποτε θυσίαν ποιοῖτο καὶ ἑορτὴν ἄγοι, καὶ ἐν ταύτῃ ὅσα πολέμου ἕνεκα μελετῶσιν ἄνθρωποι πάντων τούτων ἀγῶνας ἐποίει καὶ ἆθλα τοῖς νικῶσι μεγαλοπρεπῶς ἐδίδου, καὶ ἦν πολλὴ εὐθυμία ἐν τῷ στρατεύματι.

每逢献祭和庆祝节日,他也会在节庆中就人们为战争所训练的各项技能设立竞技,并向优胜者慷慨颁发赏品,全军之中士气极其高涨。

§6.2.7

τῷ δὲ Κύρῳ σχεδόν τι ἤδη ἀποτετελεσμένα ἦν ὅσα ἐβούλετο ἔχων στρατεύεσθαι πλὴν τῶν μηχανῶν. καὶ γὰρ οἱ Πέρσαι ἱππεῖς ἔκπλεῳ ἤδη ἦσαν εἰς τοὺς μυρίους, καὶ τὰ ἅρματα τὰ δρεπανηφόρα, ἅ τε αὐτὸς κατεσκεύαζεν, ἔκπλεω ἤδη ἦν εἰς τὰ ἑκατόν, ἅ τε Ἀβραδάτας ὁ Σούσιος ἐπεχείρησε κατασκευάζειν ὅμοια τοῖς Κύρου, καὶ ταῦτα ἔκπλεω ἦν εἰς ἄλλα ἑκατόν.

对居鲁士而言,除了攻城器械之外,他所期望出征配备的全部军力几乎已经齐备。事实上,波斯骑兵已满员达一万人;他亲自督造的装镰战车已满员达到一百辆;而苏萨人阿布拉达塔斯着手仿照居鲁士样式制造的战车,也达到了另外一百辆的满员数目。

§6.2.8

καὶ τὰ Μηδικὰ δὲ ἅρματα ἐπεπείκει Κῦρος Κυαξάρην εἰς τὸν αὐτὸν τρόπον τοῦτον μετασκευάσαι ἐκ τῆς Τρωικῆς καὶ Λιβυκῆς διφρείας· καὶ ἔκπλεω καὶ ταῦτα ἦν εἰς ἄλλα ἑκατόν. καὶ ἐπὶ τὰς καμήλους δὲ τεταγμένοι ἦσαν ἄνδρες δύο ἐφʼ ἑκάστην τοξόται. καὶ ὁ μὲν πλεῖστος στρατὸς οὕτως εἶχε τὴν γνώμην ὡς ἤδη παντελῶς κεκρατηκὼς καὶ οὐδὲν ὄντα τὰ τῶν πολεμίων.3

居鲁士还说服了基亚克萨雷斯,将米底人的战车从特洛伊式和利比亚式的双轮战车改装为这种同款战车;这些也达到了另外一百辆的满员数目。在骆驼上,每头骆驼安排了两名弓箭手。全军大部分人都抱有这样一种心态,仿佛他们已经彻底获胜,敌军的力量根本不足挂齿。

§6.2.9

ἐπεὶ δὲ οὕτω διακειμένων ἦλθον οἱ Ἰνδοὶ ἐκ τῶν πολεμίων οὓς ἐπεπόμφει Κῦρος ἐπὶ κατασκοπήν, καὶ ἔλεγον ὅτι Κροῖσος μὲν ἡγεμὼν καὶ στρατηγὸς πάντων ᾑρημένος εἴη τῶν πολεμίων, δεδογμένον δʼ εἴη πᾶσι τοῖς συμμάχοις βασιλεῦσι πάσῃ τῇ δυνάμει ἕκαστον παρεῖναι, χρήματα δὲ εἰσφέρειν πάμπολλα, ταῦτα δὲ τελεῖν καὶ μισθουμένους οὓς δύναιντο καὶ δωρουμένους οἷς δέοι, ἤδη δὲ καὶ μεμισθωμένους εἶναι πολλοὺς μὲν Θρᾳκῶν μαχαιροφόρους, Αἰγυπτίους δὲ προσπλεῖν, καὶ ἀριθμὸν ἔλεγον εἰς δώδεκα μυριάδας σὺν ἀσπίσι ποδήρεσι καὶ δόρασι μεγάλοις, οἷάπερ καὶ νῦν ἔχουσι, καὶ κοπίσι· προσέτι δὲ καὶ Κυπρίων στράτευμα· παρεῖναι δʼ ἤδη Κίλικας πάντας καὶ Φρύγας ἀμφοτέρους καὶ Λυκάονας καὶ Παφλαγόνας καὶ Καππαδόκας καὶ Ἀραβίους καὶ Φοίνικας καὶ σὺν τῷ Βαβυλῶνος ἄρχοντι τοὺς Ἀσσυρίους, καὶ Ἴωνας δὲ καὶ Αἰολέας καὶ σχεδὸν πάντας τοὺς Ἕλληνας τοὺς ἐν τῇ Ἀσίᾳ ἐποικοῦντας σὺν Κροίσῳ ἠναγκάσθαι ἕπεσθαι, πεπομφέναι δὲ Κροῖσον καὶ εἰς Λακεδαίμονα περὶ συμμαχίας·

正当他们抱有这种心态之时,居鲁士派去侦察的印度人从敌方归来,报告说:克洛伊索斯已被选为全体敌军的统帅和总司令;所有结盟的君王都已决议各自倾巢而出,并筹集巨额军饷,用于招募他们所能招募到的一切雇佣军,并向需要收买之人馈赠钱财;此外,许多手持短剑的色雷斯人已被雇佣,埃及人也正乘船赶来——他们报告其人数达十二万之众,配备垂至脚踝的大盾、如同今日仍在使用的大矛以及弯刀;此外还有塞浦路斯的军队;全体基利家人、两支弗里吉亚人、吕考尼亚人、帕夫拉戈尼亚人、卡帕多细亚人、阿拉伯人、腓尼基人以及随同巴比伦统治者前来的亚述人均已赶到;伊奥尼亚人、埃奥利斯人以及居住在亚细亚的几乎所有希腊人均已被迫跟随克洛伊索斯出征;克洛伊索斯甚至还遣使前往拉刻代蒙商议结盟事宜。

语法注3 条
  1. 6.2.1ὧν ἐδέου

    先行词省略的用例。句底结构原应为 ταῦτα ὧν ἐδέου(“你所需要的那些事物”),作主句动词 ἐπήγγειλας 宾语的宾格先行词 ταῦτα 省略,关系代词 ὧν 则按从属动词 ἐδέου(δέομαι 支配属格)的要求用属格,由整个关系从句充当 ἐπήγγειλας 的宾语。

  2. 6.2.2τρεῖς δέ μοι ἐλθόντες ὑμῶν ἐς τοὺς πολεμίους ὡς παρὰ τοῦ Ἰνδοῦ περὶ συμμαχίας, καὶ τὰ ἐκεῖ μαθόντες ὅ τι ἂν λέγωσί τε καὶ ποιῶσιν, ὡς τάχιστα ἀπαγγείλατε

    部分主格分词与破格(anacoluthon)句式:主格分词 ἐλθόντες 与 μαθόντες 与 τρεῖς 一致,并与祈使语气动词 ἀπαγγείλατε(第二人称复数)所蕴含的主语(全体)构成“全体与部分同位”结构。与格人称代名词 μοι 为情态与格(ethical dative),表说话者的关切。

  3. 6.2.8ὡς ἤδη παντελῶς κεκρατηκὼς καὶ οὐδὲν ὄντα τὰ τῶν πολεμίων

    在表示主观态度的 ὡς 引出的从属分词结构中发生的句式转换:前半部分主格阳性单数分词 κεκρατηκώς 与集合主语 ὁ πλεῖστος στρατός 一致;后半部分则转为与独立分句主语 τὰ τῶν πολεμίων 一致的中性复数分词 οὐδὲν ὄντα(在 ὡς 统辖下的对格绝对独立结构或宾格述谓分词)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.2.1-6.2.10