← 色诺芬

居鲁士的教育

§6.1.46-6.1.55

阿布拉达塔斯归附与移动战塔的研制

经居鲁士应允,潘泰亚遣使召回阿布拉达塔斯率骑兵归附;夫妻劫后重逢,阿布拉达塔斯向居鲁士誓死效忠。随后阿布拉达塔斯制造八马四辕战车,居鲁士由此受到启发,设计出由八对耕牛牵引的大型移动战塔并测试成功。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1.46

ἀκούσας ταῦτα ὁ Κῦρος ἐκέλευε πέμπειν πρὸς τὸν ἄνδρα· ἡ δʼ ἔπεμψεν. ὡς δʼ ἔγνω ὁ Ἀβραδάτας τὰ παρὰ τῆς γυναικὸς σύμβολα, καὶ τἆλλα δὲ ᾔσθετο ὡς εἶχεν, ἄσμενος πορεύεται πρὸς τὸν Κῦρον ἵππους ἔχων ἀμφὶ τοὺς χιλίους. ὡς δʼ ἦν πρὸς τοῖς τῶν Περσῶν σκοποῖς, πέμπει πρὸς τὸν Κῦρον εἰπὼν ὃς ἦν. ὁ δὲ Κῦρος εὐθὺς ἄγειν κελεύει αὐτὸν πρὸς τὴν γυναῖκα.

居鲁士听了这些话,便吩咐她派人召其丈夫;她随即遣人前去。阿布拉达塔斯一认出妻子送来的信物,并获悉其余的实情后,便欣然率领约一千名骑兵前往居鲁士处。当他来到波斯人的哨卡前时,派人禀告居鲁士自己是谁;居鲁士随即下令将他引至妻子那里。

§6.1.47

ὡς δʼ εἰδέτην ἀλλήλους ἡ γυνὴ καὶ ὁ Ἀβραδάτας, ἠσπάζοντο ἀλλήλους ὡς εἰκὸς ἐκ δυσελπίστων.1 ἐκ τούτου δὴ λέγει ἡ Πάνθεια τοῦ Κύρου τὴν ὁσιότητα καὶ τὴν σωφροσύνην καὶ τὴν πρὸς αὑτὴν κατοίκτισιν. ὁ δὲ Ἀβραδάτας ἀκούσας εἶπε· τί ἂν οὖν ἐγὼ ποιῶν, ὦ Πάνθεια, χάριν Κύρῳ ὑπέρ τε σοῦ καὶ ἐμαυτοῦ ἀποδοίην; τί δὲ ἄλλο, ἔφη ἡ Πάνθεια, ἢ πειρώμενος2 ὅμοιος εἶναι περὶ ἐκεῖνον οἷόσπερ ἐκεῖνος περὶ σέ;

当妻子与阿布拉达塔斯相见时,如在绝望之余意料之中的那样,彼此相拥。随后,潘泰亚述说了居鲁士的虔敬、克制以及对她的怜恤。阿布拉达塔斯听后说道:“那么,潘泰亚啊,我该做些什么,才能为你我二人向居鲁士报恩呢?”潘泰亚说:“除了努力像他对你那样对待他,还能有什么呢?”

§6.1.48

ἐκ τούτου δὴ ἔρχεται πρὸς τὸν Κῦρον ὁ Ἀβραδάτας· καὶ ὡς εἶδεν αὐτόν, λαβόμενος τῆς δεξιᾶς εἶπεν· ἀνθʼ ὧν σὺ εὖ πεποίηκας ἡμᾶς, ὦ Κῦρε, οὐκ ἔχω τί μεῖζον εἴπω ἢ ὅτι φίλον σοι ἐμαυτὸν δίδωμι καὶ θεράποντα καὶ σύμμαχον· καὶ ὅσα ἂν ὁρῶ σε σπουδάζοντα, συνεργὸς πειράσομαι γίγνεσθαι ὡς ἂν δύνωμαι κράτιστος.

于是阿布拉达塔斯来到居鲁士面前;一见到居鲁士,便握住他的右手说道:“居鲁士啊,为了报答你对我们施予的恩德,我没有什么更重大的话可说,只能说我将自己作为朋友、仆役和盟友奉献给你;凡我见你尽心竭力之处,我必当尽我所能成为你最得力的助手。”

§6.1.49

καὶ ὁ Κῦρος εἶπεν· ἐγὼ δὲ δέχομαι· καὶ νῦν μέν σε ἀφίημι, ἔφη, σὺν τῇ γυναικὶ δειπνεῖν· αὖθις δὲ καὶ παρʼ ἐμοὶ δεήσει σε σκηνοῦν σὺν τοῖς σοῖς τε καὶ ἐμοῖς φίλοις.

居鲁士说:“我接受你的心意;现在,”他说,“我且让你同妻子共进晚餐;日后你还须与你我的朋友一同在我的营帐中宴饮。”

§6.1.50

ἐκ τούτου ὁρῶν ὁ Ἀβραδάτας σπουδάζοντα τὸν Κῦρον περὶ τὰ δρεπανηφόρα ἅρματα καὶ περὶ τοὺς τεθωρακισμένους ἵππους τε καὶ ἱππέας, ἐπειρᾶτο συντελεῖν αὐτῷ εἰς τὰ ἑκατὸν ἅρματα ἐκ τοῦ ἱππικοῦ τοῦ ἑαυτοῦ ὅμοια ἐκείνῳ· αὐτὸς δὲ ὡς ἡγησόμενος αὐτῶν ἐπὶ τοῦ ἅρματος παρεσκευάζετο.

此后,阿布拉达塔斯见居鲁士对装镰战车以及披甲的战马和骑兵十分用心,便试图从自己的骑兵中为他凑齐一百辆如居鲁士那样的战车;他自己也准备登上战车统率他们。

§6.1.51

συνεζεύξατο δὲ τὸ ἑαυτοῦ ἅρμα τετράρρυμόν τε καὶ ἵππων ὀκτώ· τοὺς δὲ ἵππους τοῦ ἅρματος χαλκοῖς πᾶσι προβλήμασι κατεσκευάσατο.

他为自己的战车套上了四根车辕和八匹马;并用全副青铜护具装备战车的马匹。

§6.1.52

Ἀβραδάτας μὲν ταῦτα ἔπραττε· Κῦρος δὲ ἰδὼν τὸ τετράρρυμον αὐτοῦ ἅρμα κατενόησεν ὅτι οἷόν τε εἴη καὶ ὀκτάρρυμον ποιήσασθαι, ὥστε ὀκτὼ ζεύγεσι βοῶν ἄγειν τῶν μηχανῶν τὸ οἴκημα· ἦν δὲ τοῦτο τριώρυγον μάλιστα ἀπὸ τῆς γῆς σὺν τοῖς τροχοῖς.

阿布拉达塔斯正在筹备这些事;居鲁士见了他的四辕战车,意识到也可以造成八辕战车,从而用八对耕牛牵引机械的座舱;连同车轮在内,这座舱距离地面大约有三寻高。

§6.1.53

τοιοῦτοι δὲ πύργοι σὺν τάξει ἀκολουθοῦντες ἐδόκουν αὐτῷ μεγάλη μὲν ἐπικουρία γενήσεσθαι τῇ ἑαυτῶν φάλαγγι, μεγάλη δὲ βλάβη τῇ τῶν πολεμίων τάξει. ἐποίησε δὲ ἐπὶ τῶν οἰκημάτων καὶ περιδρόμους καὶ ἐπάλξεις· ἀνεβίβαζε δʼ ἐπὶ τὸν πύργον ἕκαστον ἄνδρας εἴκοσιν.

在他看来,随军列队前行的这种木塔,对己方的方阵将是大有裨益的援护,对敌军的阵列则将造成巨大的破坏。他还在座舱上建造了回廊和雉堞;并在每座木塔上安排了二十名战士登塔守卫。

§6.1.54

ἐπεὶ δὲ πάντα συνειστήκει αὐτῷ τὰ περὶ τοὺς πύργους, ἐλάμβανε τοῦ ἀγωγίου πεῖραν· καὶ πολὺ ῥᾷον ἦγε τὰ ὀκτὼ ζεύγη τὸν πύργον καὶ τοὺς ἐπʼ αὐτῷ ἄνδρας ἢ τὸ σκευοφορικὸν βάρος ἕκαστον τὸ ζεῦγος. σκευῶν μὲν γὰρ βάρος ἀμφὶ τὰ πέντε καὶ εἴκοσι τάλαντα ἦν ζεύγει· τοῦ δὲ πύργου, ὥσπερ τραγικῆς σκηνῆς τῶν ξύλων πάχος ἐχόντων, καὶ εἴκοσιν ἀνδρῶν καὶ ὅπλων, τούτων ἐγένετο ἔλαττον ἢ πεντεκαίδεκα τάλαντα ἑκάστῳ ζεύγει τὸ ἀγώγιον.3

当有关木塔的一切事宜齐备后,他便对牵引负载进行了测试;结果八对牛拉动木塔及其上的战士,远比每一对牛拉运辎重负担轻松得多。因为对每对牛而言,辎重的重量大约是二十五塔兰同;而木塔由于木料的厚度不过如悲剧舞台布景一般,连同二十名战士及武器在内,分摊给每对牛的牵引重量不足十五塔兰同。

§6.1.55

ὡς δʼ ἔγνω εὔπορον οὖσαν τὴν ἀγωγήν, παρεσκευάζετο ὡς ἄξων τοὺς πύργους σὺν τῷ στρατεύματι, νομίζων τὴν ἐν πολέμῳ πλεονεξίαν ἅμα σωτηρίαν τε καὶ δικαιοσύνην εἶναι καὶ εὐδαιμονίαν.

当得知牵引十分轻便时,居鲁士便准备带着木塔随军行进,因为他认为,在战争中占有优势,便意味着保全、正义与幸福。

语法注3 条
  1. 6.1.47ἐκ δυσελπίστων

    介词短语 ἐκ δυσελπίστων 为中性复数形容词作名词用的成语性表达,意为“在绝望之后”或“历经渺茫无望的处境”。与前面的 ὡς εἰκός(“理所当然地”)连用,说明二人在经历几乎不可能重逢的绝望之后相拥的情态。

  2. 6.1.47τί δὲ ἄλλο... ἢ πειρώμενος

    对阿布拉达塔斯前文疑问句 τί ἂν οὖν ἐγὼ ποιῶν... ἀποδοίην;(“我做何事方能报答……?”)的省略式回答。完整结构相当于 τί δὲ ἄλλο [ἂν ποιῶν ἀποδοίης] ἢ πειρώμενος...(“除了努力……之外,[你还能做何事来报答呢]”),分词 πειρώμενος 在句法上照应问句中的分词 ποιῶν。

  3. 6.1.54τοῦ δὲ πύργου, ὥσπερ τραγικῆς σκηνῆς τῶν ξύλων πάχος ἐχόντων, καὶ εἴκοσιν ἀνδρῶν καὶ ὅπλων, τούτων ἐγένετο ἔλαττον ἢ πεντεκαίδεκα τάλαντα ἑκάστῳ ζεύγει τὸ ἀγώγιον

    该句具有较复杂的倒置结构与多重属格。主干为 τούτων ἐγένετο ἔλαττον ἢ πεντεκαίδεκα τάλαντα ἑκάστῳ ζεύγει τὸ ἀγώγιον(“这些物件分摊给每对牛的牵引负荷不足十五塔兰同”)。句首的属格 τοῦ δὲ πύργου... καὶ εἴκοσιν ἀνδρῶν καὶ ὅπλων(木塔以及二十名战士和武器)被后面的指示代词 τούτων 复指总结;而插入其中的 ὥσπερ τραγικῆς σκηνῆς τῶν ξύλων πάχος ἐχόντων 则为属格独立结构,意为“因为木料的厚度不过如同悲剧舞台的布景一般”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.1.46-6.1.55