- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.1.38-6.1.45
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士利用阿拉斯帕斯的丑闻,派他伪装叛逃深入敌阵充当间谍,阿拉斯帕斯则剖白自己内心的善恶两重灵魂。潘泰亚得知阿拉斯帕斯离去后,提议招引自己的丈夫阿布拉达塔斯前来归附,作为更忠诚的盟友。
καὶ ὁ Κῦρος εἶπεν· εὖ τοίνυν ἴσθι, ὦ Ἀράσπα, ὅτι ταύτῃ τῇ δόξῃ οἷός τʼ εἶ ἐμοί τε ἰσχυρῶς χαρίσασθαι καὶ τοὺς συμμάχους μεγάλα ὠφελῆσαι. εἰ γὰρ γένοιτο, ἔφη ὁ Ἀράσπας, ὅ τι ἐγώ σοι ἐν καιρῷ ἂν γενοίμην.
居鲁士说道:“那么阿拉斯帕斯,你要确知,凭借这种声名,你既能极大地施恩于我,又能大大有益于同盟者。”阿拉斯帕斯说:“若能在任何方面对你有所裨益,那该是多么值得期盼的事。”
εἰ τοίνυν, ἔφη, προσποιησάμενος ἐμὲ φεύγειν ἐθέλοις εἰς τοὺς πολεμίους ἐλθεῖν, οἴομαι ἄν σε πιστευθῆναι ὑπὸ τῶν πολεμίων. ἔγωγε ναὶ μὰ Δίʼ, ἔφη ὁ Ἀράσπας, καὶ ὑπὸ τῶν φίλων οἶδα ὅτι ὡς σὲ πεφευγὼς λόγον ἂν ἔχοιμι.
居鲁士说:“那么,如果你愿意假装从我这里逃亡而投奔敌人,我想敌人一定会信任你的。”阿拉斯帕斯说:“凭宙斯起誓,我必定如此;而且我知道,即使在朋友当中,关于我从你这里逃亡的传言也必定会流传。”
ἔλθοις ἂν τοίνυν, ἔφη, ἡμῖν πάντα εἰδὼς τὰ τῶν πολεμίων· οἶμαι δὲ καὶ λόγων καὶ βουλευμάτων κοινωνὸν ἄν σε ποιοῖντο διὰ τὸ πιστεύειν, ὥστε μηδὲ ἕν σε λεληθέναι ὧν βουλόμεθα εἰδέναι. ὡς πορευσομένου,1 ἔφη, ἤδη νυνί· καὶ γὰρ τοῦτο ἴσως ἓν τῶν πιστῶν ἔσται τὸ δοκεῖν με ὑπὸ σοῦ μελλήσαντά τι παθεῖν ἐκπεφευγέναι.
居鲁士说:“那么你回到我们这里时,就会尽知敌人的虚实;我想,由于对你的信任,他们还会让你参与谋划与决断,以致我们想要知道的任何事情都不会遗漏于你。”阿拉斯帕斯说:“那么就当我现在已经启程了吧;因为我似乎即将遭到你的处置而逃亡这一表象,或许本身就是使人确信的根据之一。”
ἦ καὶ δυνήσῃ ἀπολιπεῖν, ἔφη, τὴν καλὴν Πάνθειαν; δύο γάρ, ἔφη, ὦ Κῦρε, σαφῶς ἔχω ψυχάς· νῦν τοῦτο πεφιλοσόφηκα μετὰ τοῦ ἀδίκου σοφιστοῦ τοῦ Ἔρωτος. οὐ γὰρ δὴ μία γε οὖσα ἅμα ἀγαθή τέ ἐστι καὶ κακή, οὐδʼ ἅμα καλῶν τε καὶ αἰσχρῶν ἔργων ἐρᾷ καὶ ταὐτὰ ἅμα βούλεταί τε καὶ οὐ βούλεται πράττειν, ἀλλὰ δῆλον ὅτι δύο ἐστὸν ψυχά,2 καὶ ὅταν μὲν ἡ ἀγαθὴ κρατῇ, τὰ καλὰ πράττεται, ὅταν δὲ ἡ πονηρά, τὰ αἰσχρὰ ἐπιχειρεῖται. νῦν δὲ ὡς σὲ σύμμαχον ἔλαβε, κρατεῖ ἡ ἀγαθὴ καὶ πάνυ πολύ.
居鲁士说:“你真能舍弃美丽的潘泰亚吗?”他说:“居鲁士啊,显然我有两个灵魂;如今在爱欲这个不义的诡辩家启发下,我悟出了这个哲理。因为绝非同一个灵魂既善又恶,绝不可能同时爱慕美好的行为与卑劣的行为,也不可能同时既愿意又不愿意做同样的事情;相反,显然存在着两个灵魂,当善的灵魂占主导时,美好的作为便得以施行;而当恶的灵魂占主导时,卑劣的事端便被着手去干。如今由于善的灵魂得到了你作为盟友,它便占据了绝对的优势。”
εἰ τοίνυν καὶ σοὶ δοκεῖ πορεύεσθαι, ἔφη ὁ Κῦρος, ὧδε χρὴ ποιεῖν, ἵνα κἀκείνοις πιστότερος ᾖς· ἐξάγγελλέ τε αὐτοῖς τὰ παρʼ ἡμῶν, οὕτω τε ἐξάγγελλε ὡς ἂν αὐτοῖς τὰ παρὰ σοῦ λεγόμενα ἐμποδὼν μάλιστʼ ἂν εἴη ὧν βούλονται πράττειν.3 εἴη δʼ ἂν ἐμποδών, εἰ ἡμᾶς φαίης παρασκευάζεσθαι ἐμβαλεῖν ποι τῆς ἐκείνων χώρας· ταῦτα γὰρ ἀκούοντες ἧττον ἂν παντὶ σθένει ἁθροίζοιντο, ἕκαστός τις φοβούμενος καὶ περὶ τῶν οἴκοι.
居鲁士说:“既然你也认为应当前往,那就应当这样做,好让他们对你更加深信不疑:向他们通报我们这边的虚实,但要以这样一种方式通报,即你对他们所说的言辞要对他们想要做的事情构成最大的阻碍。如果你说我们正准备侵入他们领土的某处,那便会构成阻碍;因为他们听到这些后,每个人出于对自己家园的担忧,便不会竭尽全力集结大军。
καὶ μένε, ἔφη, παρʼ ἐκείνοις ὅτι πλεῖστον χρόνον· ἃ γὰρ ἂν ποιῶσιν ὅταν ἐγγύτατα ἡμῶν ὦσι, ταῦτα μάλιστα καιρὸς ἡμῖν εἰδέναι ἔσται. συμβούλευε δʼ αὐτοῖς καὶ ἐκτάττεσθαι ὅπῃ ἂν δοκῇ κράτιστον εἶναι· ὅταν γὰρ σὺ ἀπέλθῃς εἰδέναι δοκῶν τὴν τάξιν αὐτῶν, ἀναγκαῖον οὕτω τετάχθαι αὐτοῖς· μετατάττεσθαι γὰρ ὀκνήσουσι, καὶ ἤν πῃ ἄλλῃ μετατάττωνται ἐξ ὑπογύου, ταράξονται.
你在他们那里要停留尽可能长的时间,”他说,“因为当他们离我们最近时将要做些什么,这才是我们最应当掌握的关键机密。你还要建议他们按照看起来最为有利的阵形排兵布阵;因为当你看似已知晓他们的阵形并离开之后,他们就不得不维持那样的部署;因为他们不愿临时变阵,而若在仓促间换用其他阵形,他们必将陷入混乱。”
Ἀράσπας μὲν δὴ οὕτως ἐξελθὼν καὶ συλλαβὼν τοὺς πιστοτάτους θεράποντας καὶ εἰπὼν πρός τινας ἃ ᾤετο συμφέρειν τῷ πράγματι ᾤχετο.
阿拉斯帕斯就这样走了出来,带上最忠实的侍从,向某些人交代了自认为有益于此计的话,随即动身离去。
ἡ δὲ Πάνθεια ὡς ᾔσθετο οἰχόμενον τὸν Ἀράσπαν, πέμψασα πρὸς τὸν Κῦρον εἶπε· μὴ λυποῦ, ὦ Κῦρε, ὅτι Ἀράσπας οἴχεται εἰς τοὺς πολεμίους· ἢν γὰρ ἐμὲ ἐάσῃς πέμψαι πρὸς τὸν ἐμὸν ἄνδρα, ἐγώ σοι ἀναδέχομαι ἥξειν πολὺ Ἀράσπου πιστότερον φίλον· καὶ δύναμιν δὲ οἶδʼ ὅτι ὁπόσην ἂν δύνηται ἔχων παρέσται σοι. καὶ γὰρ ὁ μὲν πατὴρ τοῦ νῦν βασιλεύοντος φίλος ἦν αὐτῷ· ὁ δὲ νῦν βασιλεύων καὶ ἐπεχείρησέ ποτε ἐμὲ καὶ τὸν ἄνδρα διασπάσαι ἀπʼ ἀλλήλων· ὑβριστὴν οὖν νομίζων αὐτὸν εὖ οἶδʼ ὅτι ἄσμενος ἂν πρὸς ἄνδρα οἷος σὺ εἶ4 ἀπαλλαγείη.
潘泰亚得知阿拉斯帕斯离去后,派人见居鲁士说:“居鲁士啊,不要因阿拉斯帕斯投奔敌人而忧伤;因为如果你允许我派人去召我的丈夫,我向你保证,将有一位远比阿拉斯帕斯更加忠诚的朋友前来归附你;而且我知道,他必将率领他所能纠集的最大兵力前来助你。因为现今国王的父亲虽曾是他的朋友,但如今在位的国王甚至曾企图拆散我和我的丈夫;因此,他认定那国王是个狂妄无礼之徒,我确信他定会欣然归顺像你这样的人。”
- 6.1.40ὡς πορευσομένου
由小辞 ὡς 与将来时分词 πορευσομένου 构成的独立属格,省略了逻辑主语(ἐμοῦ)。这种结构表达说话人当前的意图或决心(“请视我为即将启程之人”),语境中隐含了如 ἴσθι(你当知晓)或 νόμιζε(你当作如此看待)的祈使语气动词。
- 6.1.41δύο ἐστὸν ψυχά
动词 ἐστόν(εἰμί 的现在时第三人称双数)与名词 ψυχά(ψυχή 的主格双数)构成的双数结构。古典阿提卡散文借此严格一致的双数形式,生动强调了一人心中确实并存着互相对立的“两个灵魂”。
- 6.1.42ἐμποδὼν μάλιστʼ ἂν εἴη ὧν βούλονται πράττειν
副词 ἐμποδών(妨碍)支配属格关系代词 ὧν 作为补足成分。此处先行词 τούτων 省略,关系代词从宾格被吸引至属格,表达“对他们想要做的事情构成阻碍”之意。
- 6.1.45πρὸς ἄνδρα οἷος σὺ εἶ
相关从句 οἷος σὺ εἶ 直接修饰先行词 ἄνδρα 的惯用结构。原本应为 πρὸς τοιοῦτον ἄνδρα οἷος σὺ εἶ(归向像你这样的人),省略了指示词 τοιοῦτον,使关系从句直接紧随名词。
