← 色诺芬

居鲁士的教育

§6.1.29-6.1.37

镰刀战车的制造与阿拉斯帕斯获赦

居鲁士改良军备制造了镰刀战车;他欲派阿拉斯帕斯前往吕底亚充当间谍,获悉其因觊觎受其保护的美妇并施加威逼而陷入绝境后,私下召见并宽厚地安慰宽恕了他。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1.29

ταύτην μὲν οὖν τὴν διφρείαν κατέλυσεν· ἀντὶ δὲ τούτου πολεμιστήρια κατεσκευάσατο ἅρματα τροχοῖς τε ἰσχυροῖς, ὡς μὴ ῥᾳδίως συντρίβηται, ἄξοσί τε μακροῖς· ἧττον γὰρ ἀνατρέπεται πάντα τὰ πλατέα· τὸν δὲ δίφρον τοῖς ἡνιόχοις ἐποίησεν ὥσπερ πύργον ἰσχυρῶν ξύλων· ὕψος δὲ τούτων ἐστὶ μέχρι τῶν ἀγκώνων, ὡς δύνωνται ἡνιοχεῖσθαι οἱ ἵπποι ὑπὲρ τῶν δίφρων· τοὺς δʼ ἡνιόχους ἐθωράκισε πάντα πλὴν τῶν ὀφθαλμῶν.

因此他废除了这种战车操纵方式;取而代之的是,他制造了带有坚固车轮以防轻易损坏、并配有长车轴的作战战车;因为凡是宽阔的车辆都不易倾覆。他用坚实的木料为御者制作了宛如塔楼的车厢;其高度达到肘部,以便御者可以越过车厢操纵马匹;并且他使御者全副武装,除眼睛外皆有铠甲防护。

§6.1.30

προσέθηκε δὲ καὶ δρέπανα σιδηρᾶ ὡς διπήχη πρὸς τοὺς ἄξονας ἔνθεν καὶ ἔνθεν τῶν τροχῶν καὶ ἄλλα κάτω ὑπὸ τῷ ἄξονι εἰς τὴν γῆν βλέποντα, ὡς ἐμβαλούντων εἰς τοὺς ἐναντίους τοῖς ἅρμασιν.1 ὡς δὲ τότε Κῦρος ταῦτα κατεσκεύασεν, οὕτως ἔτι καὶ νῦν τοῖς ἅρμασι χρῶνται οἱ ἐν τῇ βασιλέως χώρᾳ. ἦσαν δὲ αὐτῷ καὶ κάμηλοι πολλαὶ παρά τε τῶν φίλων συνειλεγμέναι καὶ αἱ αἰχμάλωτοι πᾶσαι συνηθροισμέναι.

他还在车轮两侧的车轴上装上了大约两肘长的铁镰刀,又在车轴下方装上了朝向地面的其他镰刀,打算驱战车冲入敌阵。当时居鲁士制造这些战车的方式,大王领地内的人至今仍在使用。他还有许多骆驼,既有从友人处搜集来的,也有全部集中起来的俘获骆驼。

§6.1.31

καὶ ταῦτα μὲν οὕτω συνεπεραίνετο. βουλόμενος δὲ κατάσκοπόν τινα πέμψαι ἐπὶ Λυδίας καὶ μαθεῖν ὅ τι πράττοι ὁ Ἀσσύριος, ἔδοξεν αὐτῷ ἐπιτήδειος εἶναι Ἀράσπας ἐλθεῖν ἐπὶ τοῦτο ὁ φυλάττων τὴν καλὴν γυναῖκα. συνεβεβήκει γὰρ τῷ Ἀράσπᾳ τοιάδε. ληφθεὶς ἔρωτι τῆς γυναικὸς ἠναγκάσθη προσενεγκεῖν λόγους αὐτῇ περὶ συνουσίας.

这些事情就是这样逐步完成的。居鲁士想派一名侦探前往吕底亚,探听亚述国王在做什么,他认为看护那位美妇人的阿拉斯帕斯是前去执行此事的合适人选。因为在阿拉斯帕斯身上发生了这样一件事:他被对那名女子的爱欲俘获,竟不得不向她提出交欢的要求。

§6.1.32

ἡ δὲ ἀπέφησε μὲν καὶ ἦν πιστὴ τῷ ἀνδρὶ καίπερ ἀπόντι· ἐφίλει γὰρ αὐτὸν ἰσχυρῶς· οὐ μέντοι κατηγόρησε τοῦ Ἀράσπου πρὸς τὸν Κῦρον, ὀκνοῦσα συμβαλεῖν φίλους ἄνδρας.

但她拒绝了,对不在身边的丈夫保持忠贞,因为她深爱着他;然而她并未向居鲁士控告阿拉斯帕斯,惟恐让两位友人彼此结怨。

§6.1.33

ἐπεὶ δὲ ὁ Ἀράσπας δοκῶν ὑπηρετήσειν τῷ τυχεῖν ἃ ἐβούλετο2 ἠπείλησε τῇ γυναικὶ ὅτι εἰ μὴ βούλοιτο ἑκοῦσα, ἄκουσα ποιήσοι ταῦτα, ἐκ τούτου ἡ γυνή, ὡς ἔδεισε τὴν βίαν, οὐκέτι κρύπτει, ἀλλὰ πέμπει τὸν εὐνοῦχον πρὸς τὸν Κῦρον καὶ κελεύει λέξαι πάντα.

然而阿拉斯帕斯以为这样做有助于达到自己的目的,便威胁那女子说,如果她不情愿依从,就将违背她的意愿强迫她顺从。因此,那女子出于对暴力的恐惧,不再隐瞒,而是派自己的宦官去见居鲁士,命他陈述一切。

§6.1.34

ὁ δʼ ὡς ἤκουσεν, ἀναγελάσας ἐπὶ τῷ κρείττονι τοῦ ἔρωτος φάσκοντι εἶναι, πέμπει Ἀρτάβαζον σὺν τῷ εὐνούχῳ καὶ κελεύει αὐτῷ εἰπεῖν βιάζεσθαι μὲν μὴ τοιαύτην γυναῖκα, πείθειν δὲ εἰ δύναιτο, οὐκ ἔφη κωλύειν.

居鲁士听闻后,不禁对那个曾自诩能克制爱欲的人哑然失笑,便派阿尔塔巴佐斯与那宦官一同前去,命他告诫阿拉斯帕斯不可强暴这样的女子;但若是能说服她,居鲁士说自己并不阻拦。

§6.1.35

ἐλθὼν δʼ ὁ Ἀρτάβαζος πρὸς τὸν Ἀράσπαν ἐλοιδόρησεν αὐτόν, παρακαταθήκην ὀνομάζων τὴν γυναῖκα, ἀσέβειάν τε αὐτοῦ λέγων ἀδικίαν τε καὶ ἀκράτειαν, ὥστε τὸν Ἀράσπαν πολλὰ μὲν δακρύειν ὑπὸ λύπης, καταδύεσθαι δʼ ὑπὸ τῆς αἰσχύνης, ἀπολωλέναι δὲ τῷ φόβῳ μή τι καὶ πάθοι ὑπὸ Κύρου.

阿尔塔巴佐斯来到阿拉斯帕斯处严厉斥责他,称这名女子是一件信托之物,斥责他不虔、不义且不知自制,以致阿拉斯帕斯因悲伤而痛哭流涕,因羞愧而无地自容,因惧怕遭到居鲁士的惩处而惶恐万分。

§6.1.36

ὁ οὖν Κῦρος καταμαθὼν ταῦτα ἐκάλεσεν αὐτὸν καὶ μόνος μόνῳ ἔλεξεν· ὁρῶ σε, ἔφη, ὦ Ἀράσπα, φοβούμενόν τε ἐμὲ καὶ ἐν αἰσχύνῃ δεινῶς ἔχοντα. παῦσαι οὖν τούτων· ἐγὼ γὰρ θεούς τε ἀκούω ἔρωτος ἡττῆσθαι, ἀνθρώπους τε οἶδα καὶ μάλα δοκοῦντας φρονίμους εἶναι οἷα πεπόνθασιν ὑπʼ ἔρωτος· καὶ αὐτὸς δʼ ἐμαυτοῦ κατέγνων μὴ ἂν καρτερῆσαι3 ὥστε συνὼν καλοῖς ἀμελεῖν αὐτῶν. καὶ σοὶ δὲ τούτου τοῦ πράγματος ἐγὼ αἴτιός εἰμι· ἐγὼ γάρ σε συγκατεῖρξα τούτῳ τῷ ἀμάχῳ πράγματι.

居鲁士获悉此事后,便召他前来,摒退左右对他说道:“阿拉斯帕斯,”他说,“我见你惧怕我,并且深感羞愧。所以,别再这样了;因为我听说连神明也曾屈服于爱欲,我也知道那些被认为极有智慧的人因爱欲遭遇了怎样的苦楚;我自己也曾审视自己,认定自己绝无法在与美貌者相处时做到无动于衷。对于你这件事,我自己也是有责任的;因为正是我把你和这不可战胜之物关在了一处。”

§6.1.37

καὶ ὁ Ἀράσπας ὑπολαβὼν εἶπεν· ἀλλὰ σὺ μέν, ὦ Κῦρε, καὶ ταῦτα ὅμοιος εἶ οἷόσπερ καὶ τἆλλα, πρᾷός τε καὶ συγγνώμων τῶν ἀνθρωπίνων ἁμαρτημάτων· ἐμὲ δʼ, ἔφη, καὶ οἱ ἄλλοι ἄνθρωποι καταδύουσι τῷ ἄχει. ὡς γὰρ ὁ θροῦς διῆλθε τῆς ἐμῆς συμφορᾶς, οἱ μὲν ἐχθροὶ ἐφήδονταί μοι, οἱ δὲ φίλοι προσιόντες συμβουλεύουσιν ἐκποδὼν ἔχειν ἐμαυτόν, μή τι καὶ πάθω ὑπὸ σοῦ, ὡς ἠδικηκότος ἐμοῦ μεγάλα.

阿拉斯帕斯接过话说道:“居鲁士啊,在这件事上你也如同在其他一切事上一样,对人的过错温和宽容;但我,”他说,“却正被其他人推入痛苦的深渊。因为我的丑事传开之后,敌人们对我幸灾乐祸,朋友们则走上前来劝我远走避祸,唯恐我因犯下大错而遭到你的严惩。”

语法注3 条
  1. 6.1.30ὡς ἐμβαλούντων εἰς τοὺς ἐναντίους τοῖς ἅρμασιν

    连词 ὡς 与属格独立结构中的将来时分词(ἐμβαλούντων)连用,其逻辑主语(御者或战车部队)依上下文省略,用以表示设计者的目的或意图(“打算驱战车冲入敌阵”)。

  2. 6.1.33δοκῶν ὑπηρετήσειν τῷ τυχεῖν ἃ ἐβούλετο

    带定冠词的不定式与格 τῷ τυχεῖν 用作动词 ὑπηρετήσειν 的补足语(“有助于获得……”)。关系分句 ἃ ἐβούλετο 充当 τυχεῖν 的宾语,中性代词在此充当通常支配属格的动词 τυγχάνω 的直接宾格。

  3. 6.1.36καὶ αὐτὸς δʼ ἐμαυτοῦ κατέγνων μὴ ἂν καρτερῆσαι

    动词 κατέγνων(“对自己做出断定/判决”)支配反身代词属格 ἐμαυτοῦ,后接带有小词 ἄν 的否定不定式短语 μὴ ἂν καρτερῆσαι(在间接引语中表达潜能或非现实判断:“我判定自己也无法坚忍抗拒”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.1.29-6.1.37