← 色诺芬

居鲁士的教育

§6.1.18-6.1.28

备造攻城器械与骑兵战车部队的改革

居鲁士的盟友及基阿克萨列斯赞同其提议,分头承担堡垒构筑与攻城器械制造;居鲁士则选定安全地点驻扎,通过搜求粮草磨砺军队。获悉亚述国王前往吕底亚集结兵力与资金后,居鲁士料定决战在即,遂积极扩充骑兵,并废除传统低效的特洛伊式战车战术以整编战车部队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1.18

ἐὰν γὰρ ἡμεῖς τὰ πλησίον αὐτῶν φρουροῦντες δυνώμεθα σῴζεσθαι, ἐν πολλῇ ὑμεῖς εἰρήνῃ ἔσεσθε οἱ τὰ πρόσω αὐτῶν ἔχοντες· οὐ γὰρ οἶμαι δυνήσονται τῶν ἐγγὺς ἑαυτῶν ὄντων ἀμελοῦντες τοῖς πρόσω ὑμῖν ἐπιβουλεύειν.

“因为如果我们通过驻守靠近他们的地方而能够自保,那么占据远离他们之地的你们就将处于极大的和平之中;因为我认为,他们绝不可能在忽视身边敌人的同时,去图谋远离他们的你们。”

§6.1.19

ὡς δὲ ταῦτʼ ἐρρήθη, οἵ τε ἄλλοι πάντες ἀνιστάμενοι συμπροθυμήσεσθαι ταῦτʼ ἔφασαν καὶ Κυαξάρης. Γαδάτας δὲ καὶ Γωβρύας καὶ τεῖχος ἑκάτερος αὐτῶν, ἢν ἐπιτρέψωσιν οἱ σύμμαχοι, τειχιεῖσθαι ἔφασαν, ὥστε καὶ ταῦτα φίλια τοῖς συμμάχοις ὑπάρχειν.

这番话说完之后,其他人全都站起身来,表示愿意同心协力促成这些事,基阿克萨列斯也是如此。加达塔斯和戈布里亚斯则表示,如果同盟者准许,他们两人各自也要修筑一座要塞,以便这些据点也能成为属于同盟者的友好堡垒。

§6.1.20

ὁ οὖν Κῦρος ἐπεὶ πάντας ἑώρα προθύμους ὄντας πράττειν ὅσα ἔλεξε, τέλος εἶπεν· εἰ τοίνυν περαίνειν βουλόμεθα ὅσα φαμὲν χρῆναι ποιεῖν, ὡς τάχιστʼ ἂν δέοι γενέσθαι μηχανὰς μὲν εἰς τὸ καθαιρεῖν τὰ τῶν πολεμίων τείχη, τέκτονας δὲ εἰς τὸ ἡμῖν ὀχυρὰ πυργοῦσθαι.

居鲁士见大家对执行他所说的一切都热情高涨,最终说道:“那么,如果我们真想实现我们所主张必须做的事,就必须尽快造出攻城器械以拆毁敌人的城墙,并征集工匠为我们自己修筑坚固的高塔堡垒。”

§6.1.21

ἐκ τούτου ὑπέσχετο ὁ μὲν Κυαξάρης μηχανὴν αὐτὸς ποιησάμενος παρέξειν, ἄλλην δὲ Γαδάτας καὶ Γωβρύας, ἄλλην δὲ Τιγράνης· αὐτὸς δὲ Κῦρος ἔφη δύο πειράσεσθαι ποιήσασθαι.

于是,基阿克萨列斯承诺自己制造并提供一台器械,加达塔斯和戈布里亚斯提供另一台,提格兰内斯再提供一台;而居鲁士自己则说要设法制造两台。

§6.1.22

ἐπεὶ δὲ ταῦτʼ ἔδοξεν, ἐπορίζοντο μὲν μηχανοποιούς, παρεσκευάζοντο δʼ ἕκαστοι εἰς τὰς μηχανὰς ὧν ἔδει· ἄνδρας δʼ ἐπέστησαν οἳ ἐδόκουν ἐπιτηδειότατοι εἶναι ἀμφὶ ταῦτʼ ἔχειν.

既然决定了这些,他们便招募器械制造工匠,各自为这些器械准备必需的材料,并指派了看来最适合照管这些事务的人担任主管。

§6.1.23

Κῦρος δʼ ἐπεὶ ἔγνω ὅτι διατριβὴ ἔσται ἀμφὶ ταῦτα, ἐκάθισε τὸ στράτευμα ἔνθα ᾤετο ὑγιεινότατον εἶναι καὶ εὐπροσοδώτατον ὅσα ἔδει προσκομίζεσθαι· ὅσα τε ἐρυμνότητος προσεδεῖτο, ἐποιήσατο, ὡς ἐν ἀσφαλεῖ οἱ αἰεὶ μένοντες εἶεν, εἴ ποτε καὶ πρόσω τῇ ἰσχύι ἀποστρατοπεδεύοιτο.

居鲁士料定筹备这些器械需要耗费时日,便将大军驻扎在他认为最利于健康、最便于运送所需物资的地方;凡属加强防御所欠缺的设施,他都一一修筑齐备,以便即使他有朝一日率主力大军远出扎营,那些留守的人也能安然无恙。

§6.1.24

πρὸς δὲ τούτοις ἐρωτῶν οὓς ᾤετο μάλιστα εἰδέναι τὴν χώραν ὁπόθεν ἂν ὡς πλεῖστα ὠφελοῖτο τὸ στράτευμα, ἐξῆγεν ἀεὶ εἰς προνομάς, ἅμα μὲν ὅπως ὅτι πλεῖστα λαμβάνοι τῇ στρατιᾷ τὰ ἐπιτήδεια, ἅμα δʼ ὅπως μᾶλλον ὑγιαίνοιεν καὶ ἰσχύοιεν διαπονούμενοι ταῖς πορείαις, ἅμα δʼ ὅπως ἐν ταῖς ἀγωγαῖς τὰς τάξεις ὑπομιμνῄσκοιντο.

除此以外,他向那些他认为最熟悉该地情况的人打听大军从何处能获得最多收益,并常常率军外出搜求粮草,这既是为了给军队弄到尽可能多的给养,也是为了通过行军操练让他们更加健康强壮,同时也是为了让他们在调动过程中熟记战阵队列。

§6.1.25

ὁ μὲν δὴ Κῦρος ἐν τούτοις ἦν. ἐκ δὲ Βαβυλῶνος οἱ αὐτόμολοι καὶ οἱ ἁλισκόμενοι ταὔτʼ ἔλεγον ὅτι ὁ Ἀσσύριος οἴχοιτο ἐπὶ Λυδίας, πολλὰ τάλαντα χρυσίου καὶ ἀργυρίου ἄγων καὶ ἄλλα κτήματα καὶ κόσμον παντοδαπόν.

居鲁士忙于这些事务之际,从巴比伦来的降卒和俘虏都异口同声地报告说,亚述国王已经带着许多塔兰同的金银以及其他财物和各色珍宝前往吕底亚去了。

§6.1.26

ὁ μὲν οὖν ὄχλος τῶν στρατιωτῶν ἔλεγεν ὡς ὑπεκτίθοιτο ἤδη τὰ χρήματα φοβούμενος· ὁ δὲ Κῦρος γιγνώσκων ὅτι οἴχοιτο συστήσων εἴ τι δύναιτο ἀντίπαλον ἑαυτῷ, ἀντιπαρεσκευάζετο ἐρρωμένως, ὡς μάχης ἔτι δεῆσον·1 ὥστʼ ἐξεπίμπλη μὲν τὸ τῶν Περσῶν ἱππικόν, τοὺς μὲν ἐκ τῶν αἰχμαλώτων, τοὺς δέ τινας καὶ παρὰ τῶν φίλων λαμβάνων ἵππους· ταῦτα γὰρ παρὰ πάντων ἐδέχετο καὶ ἀπεωθεῖτο οὐδέν, οὔτε εἴ τις ὅπλον διδοίη καλὸν οὔτʼ εἴ τις ἵππον·

普通士兵便议论说,国王是因为恐惧而已在转移财物;但居鲁士却断定国王是去集结一切能与自己匹敌的力量,于是积极作好迎敌准备,料定还将有一场大战。因此他扩充了波斯骑兵,一部分从俘获中征用战马,一部分从友人处筹集;因为凡有人赠予精良武器或马匹,他一概接受,概不拒绝。

§6.1.27

κατεσκευάζετο δὲ καὶ ἅρματα ἔκ τε τῶν αἰχμαλώτων ἁρμάτων καὶ ἄλλοθεν ὁπόθεν ἐδύνατο. καὶ τὴν μὲν Τρωικὴν διφρείαν πρόσθεν οὖσαν καὶ τὴν Κυρηναίων ἔτι καὶ νῦν ἁρματηλασίαν κατέλυσε· τὸν γὰρ πρόσθεν χρόνον καὶ οἱ ἐν τῇ Μηδίᾳ καὶ Συρίᾳ καὶ Ἀραβίᾳ καὶ πάντες οἱ ἐν τῇ Ἀσίᾳ τοῖς ἅρμασιν οὕτως ἐχρῶντο ὥσπερ νῦν οἱ Κυρηναῖοι.

他还利用缴获的战车以及能从其他渠道弄到的材料制造战车。他废除了从前流传下来的特洛伊式战车体制以及昔兰尼人至今仍在使用的驾车作战方式;因为在从前的年代里,米底亚、叙利亚、阿拉伯的人,以及整个亚洲的所有人,都是像如今昔兰尼人那样使用战车的。

§6.1.28

ἔδοξε δʼ αὐτῷ, ὃ κράτιστον εἰκὸς ἦν εἶναι2 τῆς δυνάμεως, ὄντων τῶν βελτίστων ἐπὶ τοῖς ἅρμασι, τοῦτο ἐν ἀκροβολιστῶν μέρει εἶναι καὶ εἰς τὸ κρατεῖν οὐδὲν μέγα συμβάλλεσθαι. ἅρματα γὰρ τριακόσια τοὺς μὲν μαχομένους παρέχεται τριακοσίους, ἵπποις δʼ οὗτοι χρῶνται διακοσίοις καὶ χιλίοις· ἡνίοχοι δʼ αὐτοῖς εἰσὶ μὲν ὡς εἰκὸς οἷς μάλιστα πιστεύουσιν, οἱ βέλτιστοι· ἄλλοι δὲ εἰσὶ τριακόσιοι οὗτοι, οἳ οὐδʼ ὁτιοῦν τοὺς πολεμίους βλάπτουσι.

但在他看来,由于最优秀的人都在战车上,这支本应属于全军最强战斗力的部队,实际上却只充当了散兵前哨的角色,对夺取胜利毫无重大贡献。因为三百辆战车只提供三百名作战人员,却要耗费一千二百匹战马;而他们的御者虽理所当然是他们最信任、最精锐的战士,但这另外的三百人却根本无法对敌人造成丝毫伤害。

语法注2 条
  1. 6.1.26ὡς μάχης ἔτι δεῆσον

    带有连词 ὡς 的独立宾格结构(accusativus absolutus)。此处使用的是无人称动词 δεῖ 的中性将来分词 δεῆσον,无主语,表示主句主语(居鲁士)的主观认定或预期,即“料定还将需要一场大战”。

  2. 6.1.28ἔδοξε δʼ αὐτῷ, ὃ κράτιστον εἰκὸς ἦν εἶναι τῆς δυνάμεως, ὄντων τῶν βελτίστων ἐπὶ τοῖς ἅρμασι, τοῦτο ἐν ἀκροβολιστῶν μέρει εἶναι

    主句的主干为 ἔδοξε δʼ αὐτῷ ... τοῦτο ... εἶναι(在他看来,这处于……地位)。前置的关系从句 ὃ κράτιστον εἰκὸς ἦν εἶναι τῆς δυνάμεως(本应是军队中最强的力量)先行出现,作为指示代词 τοῦτο 的预指先行成分,其间插入了独立属格结构 ὄντων τῶν βελτίστων ἐπὶ τοῖς ἅρμασι(既然最精锐的勇士都在战车上),充当原因或让步背景。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.1.18-6.1.28