← 色诺芬

居鲁士的教育

§6.1.10-6.1.17

冬期进军的困难与居鲁士的据点占领策略

阿尔塔巴佐斯与戈布里亚斯主张继续征战;居鲁士随后指出冬季寒冷与补给匮乏使现状无法维系,进而提出夺取敌人要塞并构筑己方据点以实施持久占领的方略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1.10

καὶ γὰρ ἐβοήθουν πολλάκις τῶν ἡμετέρων ἀγομένων καὶ περὶ τῶν ἡμετέρων φρουρίων ὡς ἐπιβουλευσομένων πολλάκις πράγματα εἶχον φοβούμενός τε καὶ φρουρῶν· καὶ ταῦτʼ ἔπραττον τὰ οἰκεῖα δαπανῶν. νῦν δʼ ἔχω μὲν τὰ ἐκείνων φρούρια, οὐ φοβοῦμαι δʼ ἐκείνους, εὐωχοῦμαι δὲ τὰ ἐκείνων καὶ πίνω τὰ τῶν πολεμίων. ὡς οὖν τὰ μὲν οἴκοι στρατείαν οὖσαν, τάδε δὲ ἑορτήν,1 ἐμοὶ μὲν οὐ δοκεῖ, ἔφη, διαλύειν τήνδε τὴν πανήγυριν.

“因为当我们的财产被掠夺时,我常常前去救援;在担心我们的堡垒会遭到图谋时,我也常常陷入惶恐与守备的困境中;而且我做这一切都是自掏腰包。可如今,我占有了他们的堡垒,不再惧怕他们,享用着他们的财产,畅饮着敌人的美酒。因此,既然在家倒像是在出征,而在这里却像是在过节,那么依我之见,”他说,“就不该解散这场盛会。”

§6.1.11

ἐπὶ τούτῳ ὁ Γωβρύας εἶπεν· ἐγὼ δʼ, ὦ ἄνδρες σύμμαχοι, μέχρι μὲν τοῦδε ἐπαινῶ τὴν Κύρου δεξιάν· οὐδὲν γὰρ ψεύδεται ὧν ὑπέσχετο· εἰ δʼ ἄπεισιν ἐκ τῆς χώρας, δῆλον ὅτι ὁ μὲν Ἀσσύριος ἀναπνεύσεται, οὐ τίνων ποινὰς ὧν τε ὑμᾶς ἐπεχείρησεν ἀδικεῖν καὶ ὧν ἐμὲ ἐποίησεν· ἐγὼ δὲ ἐν τῷ μέρει ἐκείνῳ πάλιν δώσω δίκην ὅτι ὑμῖν φίλος ἐγενόμην.

戈布里亚斯紧接着说道:“同盟者诸位,就我而言,迄今为止我对居鲁士的信誓赞赏有加,因为凡他所许诺的,没有一件落空。但如果他离开这片土地,显然亚述人就会重新喘过气来,既不必为企图加害你们而受罚,也不必为加诸我身的一切遭报;而我则反倒要落在他手里,为成为你们的朋友而再次受到惩罚。”

§6.1.12

ἐπὶ τούτοις πᾶσι Κῦρος εἶπεν· ὦ ἄνδρες, οὐδʼ ἐμὲ λανθάνει ὅτι ἐὰν μὲν διαλύωμεν τὸ στράτευμα, τὰ μὲν ἡμέτερα ἀσθενέστερα γίγνοιτʼ ἄν, τὰ δὲ τῶν πολεμίων πάλιν αὐξήσεται. ὅσοι τε γὰρ αὐτῶν ὅπλα ἀφῄρηνται, ταχὺ ἄλλα ποιήσονται· ὅσοι τε ἵππους ἀπεστέρηνται, ταχὺ πάλιν ἄλλους ἵππους κτήσονται· ἀντὶ δὲ τῶν ἀποθανόντων ἕτεροι ἐφηβήσουσιν· ὥστε οὐδὲν θαυμαστὸν εἰ πάνυ ἐν τάχει πάλιν ἡμῖν πράγματα παρέχειν δυνήσονται.

在所有人发言之后,居鲁士说道:“各位,我也同样清楚,如果我们解散军队,我们的力量就会削弱,而敌人的力量则会再度壮大。因为他们当中凡被缴械的人,很快便能造出新的武器;凡被夺去战马的人,很快又能获得别的马匹;顶替那些阵亡者的,将是新长成的一批青年。因此,如果他们能在极短时间内再次给我们制造麻烦,那也是丝毫不奇怪的。

§6.1.13

τί δῆτα ἐγὼ Κυαξάρην ἐκέλευσα λόγον ἐμβαλεῖν περὶ καταλύσεως τῆς στρατιᾶς; εὖ ἴστε ὅτι φοβούμενος τὸ μέλλον. ὁρῶ γὰρ ἡμῖν ἀντιπάλους προσιόντας οἷς ἡμεῖς, εἰ ὧδε στρατευσόμεθα, οὐ δυνησόμεθα μάχεσθαι.

那我究竟为何要求基阿克萨列斯提出解散军队的话题呢?请确信,那是因为我担忧未来。因为我看到正在向我们逼近的对手,如果我们仍以目前这种方式出征,我们将无法与之抗衡。

§6.1.14

προσέρχεται μὲν γὰρ δήπου χειμών, στέγαι δὲ εἰ καὶ ἡμῖν αὐτοῖς εἰσιν, ἀλλὰ μὰ Δίʼ οὐχ ἵπποις οὐδὲ θεράπουσιν οὐδὲ τῷ δήμῳ τῶν στρατιωτῶν, ὧν ἄνευ ἡμεῖς οὐκ ἂν δυναίμεθα στρατεύεσθαι· τὰ δʼ ἐπιτήδεια ὅπου μὲν ἡμεῖς ἐληλύθαμεν ὑφʼ ἡμῶν ἀνήλωται· ὅποι δὲ μὴ ἀφίγμεθα, διὰ τὸ ἡμᾶς φοβεῖσθαι ἀνακεκομισμένοι εἰσὶν εἰς ἐρύματα,2 ὥστε αὐτοὶ μὲν ἔχειν, ἡμᾶς δὲ ταῦτα μὴ δύνασθαι λαμβάνειν.

实际上,冬天无疑正在临近;即使我们自己有遮蔽之所,可是凭宙斯起誓,战马没有,侍从没有,占多数的普通士兵也没有,而没有他们,我们是无法出征的。至于粮食,在我们去过的地方,已被我们消耗殆尽;而在我们尚未到达的地方,敌人由于惧怕我们,已经将其运入要塞之中,因此粮食全在他们手中,而我们却无法获得。

§6.1.15

τίς οὖν οὕτως ἀγαθὸς ἢ τίς οὕτως ἰσχυρὸς ὃς λιμῷ καὶ ῥίγει δύναιτʼ ἂν μαχόμενος στρατεύεσθαι; εἰ μὲν οὖν οὕτω στρατευσόμεθα, ἐγὼ μέν φημι χρῆναι ἑκόντας ἡμᾶς καταλῦσαι τὴν στρατιὰν μᾶλλον ἢ ἄκοντας ὑπʼ ἀμηχανίας ἐξελαθῆναι. εἰ δὲ βουλόμεθα ἔτι στρατεύεσθαι, τόδʼ ἐγώ φημι χρῆναι ποιεῖν, ὡς τάχιστα πειρᾶσθαι τῶν μὲν ἐκείνων ὀχυρῶν ὡς πλεῖστα παραιρεῖν, ἡμῖν δʼ αὐτοῖς ὡς πλεῖστα ὀχυρὰ ποιεῖσθαι· ἐὰν γὰρ ταῦτα γένηται, τὰ μὲν ἐπιτήδεια πλείω ἕξουσιν ὁπότεροι ἂν πλείω δύνωνται λαβόντες ἀποτίθεσθαι, πολιορκήσονται δὲ ὁπότεροι ἂν ἥττους ὦσι.

那么,究竟谁能如此勇武,谁能如此强健,竟能一边与饥饿严寒搏斗一边出征呢?因此,如果我们仍要这样出征,我主张我们宁可自愿解散军队,也不要出于束手无策而不情愿地被赶走。但如果我们还想继续进军,我主张应当这样做:尽快设法夺取他们尽可能多的要塞,并为我们自己构筑尽可能多的据点。因为一旦实现这一点,哪一方能夺取并储存更多物资,哪一方就能拥有更多粮食,而较弱的一方则将陷入被包围的困境。

§6.1.16

νῦν δʼ οὐδὲν διαφέρομεν τῶν ἐν τῷ πελάγει πλεόντων· καὶ γὰρ ἐκεῖνοι πλέουσι μὲν ἀεί, τὸ δὲ πεπλευσμένον οὐδὲν οἰκειότερον τοῦ ἀπλεύστου καταλείπουσιν. ἐὰν δὲ φρούρια ἡμῖν γένηται, ταῦτα δὴ τοῖς μὲν πολεμίοις ἀλλοτριώσει τὴν χώραν, ἡμῖν δʼ ὑπʼ εὐδίᾳ μᾶλλον πάντʼ ἔσται.

如今的我们,同那些在公海上航行的人毫无分别;因为他们也是在不断航行,但他们把航行过的水面抛在身后,并不比未曾涉足的水域更属于他们自己。可如果我们拥有了堡垒,这些据点必将使这片土地不再属于敌人,而我们的一切则将处在更安宁的环境之下。

§6.1.17

ὃ δʼ ἴσως ἄν τινες ὑμῶν φοβηθεῖεν, εἰ δεήσει πόρρω τῆς ἑαυτῶν φρουρεῖν, μηδὲν τοῦτο ὀκνήσητε.3 ἡμεῖς μὲν γὰρ ἐπείπερ καὶ ὣς οἴκοθεν ἀποδημοῦμεν, φρουρήσειν ὑμῖν ἀναδεχόμεθα τὰ ἐγγύτατα χωρία τῶν πολεμίων, ὑμεῖς δὲ τὰ πρόσορα ὑμῖν αὐτοῖς τῆς Ἀσσυρίας ἐκεῖνα κτᾶσθε καὶ ἐργάζεσθε.

至于你们当中有些人可能担忧,如果必须远离本国去驻守要塞该如何是好,对此切莫有任何疑虑。因为反正我们横竖也是远离家乡的,我们承诺为你们驻守距敌人最近的据点,而你们则去占领并耕种那些与你们毗邻的亚述土地吧。”

语法注3 条
  1. 6.1.10ὡς οὖν τὰ μὲν οἴκοι στρατείαν οὖσαν, τάδε δὲ ἑορτήν

    由 ὡς 引导的宾格绝对结构,意为“鉴于在家的生活是出征,而这里的生活是节日”。它表达了说话者主观认定的前提,作为主句 ἐμοὶ μὲν οὐ δοκεῖ 的依据。

  2. 6.1.14ἀνακεκομισμένοι εἰσὶν εἰς ἐρύματα

    阳性复数的迂说法完成时中动态/被动态,其逻辑主语并非前句的中性复数 τὰ ἐπιτήδεια,而是由语境补出的当地居民或敌军(人)。这与紧随其后的 ὥστε αὐτοὶ μὲν ἔχειν 中的 αὐτοί(他们自己)相呼应。

  3. 6.1.17ὃ δʼ ἴσως ἄν τινες ὑμῶν φοβηθεῖεν, εἰ δεήσει πόρρω τῆς ἑαυτῶν φρουρεῖν, μηδὲν τοῦτο ὀκνήσητε

    关系代词 ὃ 引导前置的先行关系从句,由主句中的指示代词 τοῦτο 予以承接。从句中的 εἰ δεήσει... 具体说明了可能担忧的内容,整体构成了“至于你们中某些人可能担忧的……,对此(τοῦτο)切莫犹豫”的先取句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.1.10-6.1.17