← 色诺芬

居鲁士的教育

§6.1.1-6.1.9

关于继续远征的军议与同盟军的团结

在同盟者聚集并居鲁士与伙伴互开玩笑之后,基阿克萨列斯召集军议讨论是继续出征还是解散军队,各同盟代表相继发言主张保持团结并继续作战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1.1

ταύτην μὲν δὴ τὴν ἡμέραν οὕτω διαγαγόντες καὶ δειπνήσαντες ἀνεπαύοντο. τῇ δʼ ὑστεραίᾳ πρῲ ἧκον ἐπὶ τὰς Κυαξάρου θύρας πάντες οἱ σύμμαχοι. ἕως οὖν ὁ Κυαξάρης ἐκοσμεῖτο, ἀκούων ὅτι πολὺς ὄχλος ἐπὶ ταῖς θύραις εἴη, ἐν τούτῳ οἱ φίλοι τῷ Κύρῳ προσῆγον οἱ μὲν Καδουσίους δεομένους αὐτοῦ μένειν, οἱ δὲ Ὑρκανίους, ὁ δέ τις Σάκας, ὁ δέ τις καὶ Γωβρύαν· Ὑστάσπας δὲ Γαδάταν τὸν εὐνοῦχον προσῆγε, δεόμενον τοῦ Κύρου μένειν.

他们就这样度过了这一天,用过晚餐后便去休息。次日清晨,所有的同盟者都来到了基阿克萨列斯的门前。基阿克萨列斯听闻门外有大群人聚集,正在梳妆打扮,在此期间,朋友们将人们引见给居鲁士:有的引来恳求他留下的卡杜西人,有的引来赫卡尼亚人,有的引来塞卡人,还有人引来了戈布里亚斯;许斯塔斯佩斯则引来了宦官加达塔斯,他也恳求居鲁士留下。

§6.1.2

ἔνθα δὴ ὁ Κῦρος γιγνώσκων ὅτι Γαδάτας πάλαι ἀπωλώλει τῷ φόβῳ μὴ λυθείη ἡ στρατιά, ἐπιγελάσας εἶπεν· ὦ Γαδάτα, δῆλος εἶ, ἔφη, ὑπὸ Ὑστάσπου τοῦδε πεπεισμένος1 ταῦτα γιγνώσκειν ἃ λέγεις.

居鲁士深知加达塔斯早就因害怕军队解散而惶恐不安,便微笑着说:“加达塔斯啊,显然你是被这里的许斯塔斯佩斯说服,才持有你所说的这番看法的。”

§6.1.3

καὶ ὁ Γαδάτας ἀνατείνας τὰς χεῖρας πρὸς τὸν οὐρανὸν ἀπώμοσεν ἦ μὴν μὴ ὑπὸ τοῦ Ὑστάσπου πεισθεὶς ταῦτα γιγνώσκειν·2 ἀλλʼ οἶδα, ἔφη, ὅτι ἂν ὑμεῖς ἀπέλθητε, ἔρρει τἀμὰ παντελῶς· διὰ ταῦτʼ, ἔφη, καὶ τούτῳ ἐγὼ αὐτὸς διελεγόμην, ἐρωτῶν εἰ εἰδείη τί ἐν νῷ ἔχεις ποιεῖν.

加达塔斯双手伸向天空,发誓断然不是受了许斯塔斯佩斯的劝诱才持有这种看法。“相反,我知道,”他说,“如果你们离去,我的一切就彻底完蛋了;正因如此,我自己才同这个人交谈,询问他是否知晓你打算做什么。”

§6.1.4

καὶ ὁ Κῦρος εἶπεν· ἀδίκως ἄρα ἐγὼ Ὑστάσπαν τόνδε καταιτιῶμαι. ἀδίκως μέντοι νὴ Δίʼ, ἔφη ὁ Ὑστάσπας, ὦ Κῦρε· ἐγὼ γὰρ ἔλεγον τῷ Γαδάτᾳ τῷδε τοσοῦτον μόνον ὡς οὐχ οἷόν τέ σοι εἴη στρατεύεσθαι, λέγων ὅτι ὁ πατήρ σε μεταπέμποιτο. καὶ ὁ Κῦρος, τί λέγεις;

居鲁士说:“那么我是在无端指责这里的许斯塔斯佩斯了。”“凭宙斯起誓,居鲁士,确实是无端的指责,”许斯塔斯佩斯说,“因为我只是对这里的加达塔斯说了这么多:你不可能再继续出征,并说你的父亲正在召回你。”居鲁士说:“你说什么?

§6.1.5

ἔφη· καὶ σὺ τοῦτο ἐτόλμησας ἐξενεγκεῖν, εἴτʼ ἐγὼ ἐβουλόμην εἴτε μή; ναὶ μὰ Δίʼ, ἔφη· ὁρῶ γάρ σε ὑπερεπιθυμοῦντα ἐν Πέρσαις περίβλεπτον περιελθεῖν καὶ τῷ πατρὶ ἐπιδείξασθαι ᾗ ἕκαστα διεπράξω. ὁ δὲ Κῦρος ἔφη· σὺ δʼ οὐκ ἐπιθυμεῖς οἴκαδε ἀπελθεῖν; οὐ μὰ Δίʼ, ἔφη, ὁ Ὑστάσπας, οὐδʼ ἄπειμί γε, ἀλλὰ μένων στρατηγήσω, ἔστʼ ἂν ποιήσω Γαδάταν τουτονὶ τοῦ Ἀσσυρίου δεσπότην.

不论我愿意与否,你竟敢把这事张扬出去?”“凭宙斯起誓,正是如此,”他说,“因为我看到你极度渴望在波斯人中成为受人瞩目的焦点走动,并向你的父亲展示你是如何成就每一桩事业的。”居鲁士说:“难道你不想回家去吗?”“凭宙斯起誓,我不想,”许斯塔斯佩斯说,“我也不会离开,反而要留下来带兵打仗,直到我让这里的加达塔斯成为亚述人的主人为止。”

§6.1.6

οἱ μὲν δὴ τοιαῦτʼ ἔπαιζον σπουδῇ3 πρὸς ἀλλήλους. ἐν δὲ τούτῳ Κυαξάρης σεμνῶς κεκοσμημένος ἐξῆλθε καὶ ἐπὶ θρόνου Μηδικοῦ ἐκαθέζετο. ὡς δὲ πάντες συνῆλθον οὓς ἔδει καὶ σιωπὴ ἐγένετο, ὁ Κυαξάρης ἔλεξεν ὧδε. ἄνδρες σύμμαχοι, ἴσως, ἐπειδὴ παρὼν τυγχάνω καὶ πρεσβύτερός εἰμι Κύρου, εἰκὸς ἄρχειν με λόγου. νῦν οὖν δοκεῖ μοι εἶναι καιρὸς περὶ τούτου πρῶτον διαλέγεσθαι πότερον στρατεύεσθαι ἔτι δοκεῖ ἢ διαλύειν ἤδη τὴν στρατιάν·

他们就是这样一本正经地相互开着玩笑。在此期间,基阿克萨列斯穿戴庄严地走了出来,坐在一张米底王座上。当所有应到之人全部到齐并且全场肃静之后,基阿克萨列斯发言如下:“各位同盟者,也许由于我恰好在此,且比居鲁士年长,由我先行发言是适宜的。因此,现在我认为正是先就此事进行讨论的适当时机:究竟是认为应继续出征,还是应当立刻解散军队。

§6.1.7

λεγέτω οὖν τις, ἔφη, περὶ αὐτοῦ τούτου ᾗ γιγνώσκει. ἐκ τούτου πρῶτος μὲν εἶπεν ὁ Ὑρκάνιος· ἄνδρες σύμμαχοι, οὐκ οἶδα μὲν ἔγωγε εἴ τι δεῖ λόγων ὅπου αὐτὰ τὰ ἔργα δεικνύει τὸ κράτιστον. πάντες γὰρ ἐπιστάμεθα ὅτι ὁμοῦ μὲν ὄντες πλείω κακὰ τοὺς πολεμίους ποιοῦμεν ἢ πάσχομεν· ὅτε δὲ χωρὶς ἦμεν ἀλλήλων, ἐκεῖνοι ἡμῖν ἐχρῶντο ὡς ἐκείνοις ἦν ἥδιστον, ἡμῖν γε μὴν ὡς χαλεπώτατον.

那么,”他说,“就请诸位就此事发表各自的见解吧。”接着赫卡尼亚人首先发言:“各位同盟者,当事实本身就已经指明何为最佳方案时,我个人不知道是否还需要任何言辞。因为我们大家都知道,当我们在一起时,我们给敌人造成的伤害大于我们所承受的;但当我们彼此分散时,他们便以对他们而言最称心、而对我们而言最痛苦的方式对待我们。”

§6.1.8

ἐπὶ τούτῳ ὁ Καδούσιος εἶπεν· ἡμεῖς δὲ τί ἂν λέγοιμεν, ἔφη, περὶ τοῦ οἴκαδε ἀπελθόντες ἕκαστοι χωρὶς εἶναι,4 ὁπότε γε οὐδὲ στρατευομένοις, ὡς ἔοικε, χωρίζεσθαι συμφέρει; ἡμεῖς γοῦν οὐ πολὺν χρόνον δίχα τοῦ ὑμετέρου πλήθους στρατευσάμενοι δίκην ἔδομεν ὡς καὶ ὑμεῖς ἐπίστασθε.

紧随其后,卡杜西人说道:“既然甚至在出征之时分离看来都毫无益处,那么对于各自返回家乡、彼此分离一事,我们还能说什么呢?至少我们曾有一小段时间脱离你们的大军独自进军,结果付出了代价,正如你们自己所知晓的那样。”

§6.1.9

ἐπὶ τούτῳ Ἀρτάβαζος ὅ ποτε φήσας εἶναι Κύρου συγγενὴς ἔλεξε τοιάδε· ἐγὼ δʼ, ἔφη, ὦ Κυαξάρη, τοσοῦτον διαφέρομαι τοῖς πρόσθεν λέγουσιν· οὗτοι μὲν γάρ φασιν ἔτι δεῖν μένοντας στρατεύεσθαι, ἐγὼ δὲ λέγω ὅτι ὅτε μὲν οἴκοι ἦν, ἐστρατευόμην·

随后,那位曾经自称是居鲁士亲戚的阿尔塔巴佐斯说道:“基阿克萨列斯啊,我与前面的发言者有如此大的不同:他们说应当留下来继续出征,而我却说,当我在家的时候,我才是在出征呢。”

语法注4 条
  1. 6.1.2δῆλος εἶ ... πεπεισμένος

    形容词 δῆλος(显然的)采用人称句结构,与主语(σύ)保持一致并以分词 πεπεισμένος 作为补足成分(“显然你已被说服”),而非使用非人称结构(δῆλόν ἐστι 搭配不定式或 ὅτι 从句)。

  2. 6.1.3ἀπώμοσεν ἦ μὴν μὴ ὑπὸ τοῦ Ὑστάσπου πεισθεὶς ταῦτα γιγνώσκειν

    动词 ἀπόμνυμι(宣誓否认)后接发誓定式 ἦ μήν 和否定词 μή。否定词 μή 修饰分词 πεισθείς,构成誓词内容,表示“断非因被许斯塔斯佩斯说服”而持有此种观点。

  3. 6.1.6ἔπαιζον σπουδῇ

    由动词 παίζω(开玩笑、打趣)与作方式与格的名词 σπουδῇ(认真、郑重)构成的矛盾修辞表达,指“神色严肃地互相开玩笑”或“以诙谐戏谑的方式表达严肃的真实想法”。

  4. 6.1.8περὶ τοῦ οἴκαδε ἀπελθόντες ἕκαστοι χωρὶς εἶναι

    在由介词 περί 支配的冠词不定式 τοῦ ... εἶναι 结构内,不定式的逻辑主语 ἕκαστοι 及其伴随分词 ἀπελθόντες 保留了主格。由于其与主句主语(ἡμεῖς)指同一主体,故不转为对格而保持主格一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:6.1.1-6.1.9