← 色诺芬

居鲁士的教育

§5.5.37-5.5.48

献礼基亚克萨雷斯与挽留盟军之策

全军因居鲁士与基亚克萨雷斯的和解而欢欣鼓舞,米底人在居鲁士的授意下向基亚克萨雷斯敬献礼物以消除其疑虑。居鲁士婉拒了宴请以优先安抚部下,并指示心腹将领去游说新加入的盟军继续留驻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.5.37

ὡς δὲ εἶδον οἱ Μῆδοί τε καὶ οἱ Πέρσαι καὶ οἱ ἄλλοι ʽπᾶσι γὰρ ἔμελεν ὅ τι ἐκ τούτων ἔσοιτὀ, εὐθὺς ἥσθησάν τε καὶ ἐφαιδρύνθησαν. καὶ ὁ Κῦρος δὲ καὶ ὁ Κυαξάρης ἀναβάντες ἐπὶ τοὺς ἵππους ἡγοῦντο, καὶ ἐπὶ μὲν τῷ Κυαξάρῃ οἱ Μῆδοι εἵποντο ʽΚῦρος γὰρ αὐτοῖς οὕτως ἐπένευσεν̓, ἐπὶ δὲ τῷ Κύρῳ1 οἱ Πέρσαι, οἱ δʼ ἄλλοι ἐπὶ τούτοις.

米底人、波斯人和其他人一见这番景象(因为人人都挂念着这些事最终会如何收场),立刻欢喜起来,面露喜色。于是居鲁士和基亚克萨雷斯策马上前引路;在基亚克萨雷斯后面跟着米底人(因为居鲁士向他们点了点头示意如此),在居鲁士后面跟着波斯人,其他人则跟在他们后面。

§5.5.38

ἐπεὶ δὲ ἀφίκοντο ἐπὶ τὸ στρατόπεδον καὶ κατέστησαν τὸν Κυαξάρην εἰς τὴν κατεσκευασμένην σκηνήν, οἷς μὲν ἐτέτακτο παρεσκεύαζον τὰ ἐπιτήδεια τῷ Κυαξάρῃ·

当他们到达营地并将基亚克萨雷斯送入为他准备好的营帐时,那些被委派的人便为基亚克萨雷斯备办必需之物。

§5.5.39

οἱ δὲ Μῆδοι ὅσον χρόνον σχολὴν πρὸ δείπνου ἦγεν ὁ Κυαξάρης ᾖσαν πρὸς αὐτόν, οἱ μὲν καὶ αὐτοὶ καθʼ ἑαυτούς, οἱ δὲ πλεῖστοι ὑπὸ Κύρου ἐγκέλευστοι, δῶρα ἄγοντες, ὁ μέν τις οἰνοχόον καλόν, ὁ δʼ ὀψοποιὸν ἀγαθόν, ὁ δʼ ἀρτοποιόν, ὁ δὲ μουσουργόν, ὁ δʼ ἐκπώματα, ὁ δʼ ἐσθῆτα καλήν· πᾶς δέ τις ὡς ἐπὶ τὸ πολὺ ἕν γέ τι ὧν εἰλήφει ἐδωρεῖτο αὐτῷ·

在晚宴前基亚克萨雷斯尚有空闲的时间里,米底人都前去见他——有的是出于自愿,但大多数是在居鲁士的催促下——带着礼物:有的送来俊美的斟酒侍从,有的送来出色的厨师,有的送来面包师,有的送来乐师,有的送来酒杯,有的送来华服;几乎每一个人都把自己所获战利品中至少一件赠送给他。

§5.5.40

ὥστε τὸν Κυαξάρην μεταγιγνώσκειν2 ὡς οὔτε ὁ Κῦρος ἀφίστη αὐτοὺς ἀπʼ αὐτοῦ οὔθʼ οἱ Μῆδοι ἧττόν τι αὐτῷ προσεῖχον τὸν νοῦν ἢ καὶ πρόσθεν.

以至于基亚克萨雷斯改变了想法,认识到居鲁士既没有离间他们与自己的关系,米底人对他的关注也丝毫不亚于从前。

§5.5.41

ἐπεὶ δὲ δείπνου ὥρα ἦν, καλέσας ὁ Κυαξάρης ἠξίου τὸν Κῦρον διὰ χρόνου ἰδόντα αὐτὸν συνδειπνεῖν. ὁ δὲ Κῦρος ἔφη· μὴ δὴ σὺ κέλευε, ὦ Κυαξάρη· ἢ οὐχ ὁρᾷς ὅτι οὗτοι οἱ παρόντες ὑφʼ ἡμῶν πάντες ἐπαιρόμενοι πάρεισιν; οὔκουν καλῶς ἂν πράττοιμι εἰ τούτων ἀμελῶν τὴν ἐμὴν ἡδονὴν θεραπεύειν δοκοίην.3 ἀμελεῖσθαι δὲ δοκοῦντες στρατιῶται οἱ μὲν ἀγαθοὶ πολὺ ἀθυμότεροι γίγνονται, οἱ δὲ πονηροὶ πολὺ ὑβριστότεροι.

到了晚宴时刻,基亚克萨雷斯派人唤来居鲁士,请他与久违的自己共进晚餐。但居鲁士说:“基亚克萨雷斯啊,请千万不要这样要求;难道您没有看见,这里在场的这些人全都是因我们的激励而聚集于此的吗?如果我怠慢了他们,反倒显得是在图谋自己的享乐,那我就是处事不当了。士兵们一旦觉得被轻视,优秀的就会变得十分沮丧,恶劣的就会变得极其傲慢。

§5.5.42

ἀλλὰ σὺ μέν, ἔφη, ἄλλως τε καὶ ὁδὸν μακρὰν ἥκων δείπνει ἤδη· καὶ εἴ τινές σε τιμῶσιν, ἀντασπάζου καὶ εὐώχει αὐτούς, ἵνα σε καὶ θαρρήσωσιν· ἐγὼ δʼ ἀπιὼν ἐφʼ ἅπερ λέγω τρέψομαι.

不过您呢,尤其是远道而来,现在就用膳吧;如果有人向您致敬,请回报他们以致意并盛情款待他们,好让他们也对您产生信任;而我要退下,去着手处理我刚才所说的事。

§5.5.43

αὔριον δʼ, ἔφη, πρῲ δεῦρʼ ἐπὶ τὰς σὰς θύρας παρέσονται οἱ ἐπικαίριοι, ὅπως βουλευσώμεθα πάντες σὺν σοὶ ὅ τι χρὴ ποιεῖν τὸ ἐκ τοῦδε. σὺ δʼ ἡμῖν ἔμβαλε βουλὴν παρὼν περὶ τούτου, πότερον ἔτι δοκεῖ στρατεύεσθαι ἢ καιρὸς ἤδη διαλύειν τὴν στρατιάν.

明天清晨,”他说,“各级将领将来到您帐前,以便我们所有人与您共同商议今后应当做些什么。请您亲自出席,就此事向我们提出议案:究竟是应当继续征战,还是已到了遣散军队的时刻。”

§5.5.44

ἐκ τούτου ὁ μὲν Κυαξάρης ἀμφὶ δεῖπνον εἶχεν, ὁ δὲ Κῦρος συλλέξας τοὺς ἱκανωτάτους τῶν φίλων καὶ φρονεῖν καὶ συμπράττειν, εἴ τι δέοι, ἔλεξε τοιάδε. ἄνδρες φίλοι, ἃ μὲν δὴ πρῶτα ηὐξάμεθα, πάρεστι σὺν θεοῖς. ὅπῃ γὰρ ἂν πορευώμεθα, κρατοῦμεν τῆς χώρας· καὶ μὲν δὴ τοὺς πολεμίους ὁρῶμεν μειουμένους, ἡμᾶς δὲ αὐτοὺς πλείονάς τε καὶ ἰσχυροτέρους γιγνομένους.

此后,基亚克萨雷斯便忙于晚宴,而居鲁士召集了他那些在有所需要时出谋划策和协助行动最得力的朋友,对他们说了这样一番话:“朋友们,我们起初所祈求的事情,在诸神的庇佑下如今已经实现。因为无论我们进军何处,都能掌控那片土地;我们确实看到敌人日益减少,而我们自己却变得更加众多、更加强大。

§5.5.45

εἰ δὲ ἡμῖν ἔτι ἐθελήσειαν οἱ νῦν προσγεγενημένοι σύμμαχοι παραμεῖναι, πολλῷ ἂν μᾶλλον ἁνύσαι δυναίμεθα καὶ εἴ τι βιάσασθαι καιρὸς καὶ εἴ τι πεῖσαι δέοι. ὅπως οὖν τὸ μένειν ὡς πλείστοις συνδοκῇ τῶν συμμάχων, οὐδὲν μᾶλλον τοῦτο ἐμὸν ἔργον ἢ καὶ ὑμέτερον μηχανᾶσθαι,4 ἀλλʼ ὥσπερ ὅταν μάχεσθαι δέῃ, ὁ πλείστους χειρωσάμενος ἀλκιμώτατος δοξάζεται εἶναι, οὕτω καὶ ὅταν πεῖσαι δέῃ, ὁ πλείστους ὁμογνώμονας ἡμῖν ποιήσας οὗτος δικαίως ἂν λεκτικώτατός τε καὶ πρακτικώτατος κρίνοιτο ἂν εἶναι.

但是,如果如今新加入的盟军依然愿意留在我们身边,那么无论何时需要使用武力,还是需要诉诸劝说,我们都能更有力地成就事业。因此,设法让尽可能多的盟友赞同留下来,这不仅是我的职责,同样也是诸位的职责;正如必须战斗时,制服敌人最多的人被视为最勇敢一样,在必须劝服别人时,使最多的人与我们同心同德的人,也当之无愧地会被判定为最善言辞且最富成效的人。

§5.5.47

μὴ μέντοι ὡς λόγον ἡμῖν ἐπιδειξόμενοι οἷον ἂν εἴποιτε πρὸς ἕκαστον αὐτῶν τοῦτο μελετᾶτε, ἀλλʼ ὡς τοὺς πεπεισμένους ὑφʼ ἑκάστου δήλους ἐσομένους οἷς ἂν πράττωσιν οὕτω παρασκευάζεσθε.5

然而,诸位不要像要向我们展示自己将对他们每个人说些什么话那样去演练辞令,而要确信每个被你们劝服的人都会通过他们的实际行动表现出来,以此来做准备。

§5.5.48

καὶ ὑμεῖς μέν, ἔφη, τούτων ἐπιμελεῖσθε· ἐγὼ δὲ ὅπως ἂν ἔχοντες τὰ ἐπιτήδεια ὅσον ἂν ἔγωγε δύνωμαι οἱ στρατιῶται περὶ τοῦ στρατεύεσθαι βουλεύωνται τούτου πειράσομαι ἐπιμελεῖσθαι.

诸位,”他说,“请专注于这些事情;而我将尽我所能,设法确保士兵们在拥有充足补给的情况下商讨征战之事。”

语法注5 条
  1. 5.5.37ἐπὶ μὲν τῷ Κυαξάρῃ ... ἐπὶ δὲ τῷ Κύρῳ

    介词 ἐπί 接与格表示空间上的相随或行军次序,意为“跟在……后面”或“紧随……之后”。紧随其后的短语 οἱ δʼ ἄλλοι ἐπὶ τούτοις 亦为相同用法。

  2. 5.5.40ὥστε τὸν Κυαξάρην μεταγιγνώσκειν

    表示结果的 ὥστε 从句采用了“宾格+不定式”结构(τὸν Κυαξάρην 为逻辑主语,μεταγιγνώσκειν 为不定式)。随后的 ὡς 从句充当名词性从句,陈述 μεταγιγνώσκειν(改变看法、重新认识)的具体内容。

  3. 5.5.41οὔκουν καλῶς ἂν πράττοιμι εἰ τούτων ἀμελῶν τὴν ἐμὴν ἡδονὴν θεραπεύειν δοκοίην

    条件从句中的希求法(εἰ ... δοκοίην)与主句中的 ἄν 加希求法(οὔκουν ... ἂν πράττοιμι)构成了潜在条件句:“若我怠慢他们而显得在图谋自己的享乐,那我便不是处事妥当了。”分词 ἀμελῶν 表示伴随状况或方式。

  4. 5.5.45ὅπως οὖν τὸ μένειν ὡς πλείστοις συνδοκῇ τῶν συμμάχων, οὐδὲν μᾶλλον τοῦτο ἐμὸν ἔργον ἢ καὶ ὑμέτερον μηχανᾶσθαι

    句首的 ὅπως 从句(ὅπως ... συνδοκῇ)并非单纯的目的状语,而是作句末不定式 μηχανᾶσθαι(设法、谋划)的宾语从句。主句的核心骨架为 οὐδὲν μᾶλλον τοῦτο [= μηχανᾶσθαι ...] ἐμὸν ἔργον [ἐστὶν] ἢ καὶ ὑμέτερον(“设法使……留下来,这不仅是我的职责,同样也是诸位的职责”),τοῦτο 先行指代后置的不定式短语。

  5. 5.5.47ἀλλʼ ὡς τοὺς πεπεισμένους ὑφʼ ἑκάστου δήλους ἐσομένους οἷς ἂν πράττωσιν οὕτω παρασκευάζεσθε

    与前半句否定分句中与主语一致的主格将来分词 ὡς ... ἐπιδειξόμενοι 相对照,这里的 ὡς τοὺς πεπεισμένους ... δήλους ἐσομένους 充当带有 ὡς 的宾格绝对结构,表达主观预设与态度:“抱着被你们各人所劝服的人必将借其实际行动显明出来的态度”。关系代词 οἷς 因受省略的与格先行词吸引而变为与格(源自 [τούτοις] ἅ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.5.37-5.5.48