- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.5.28-5.5.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
基亚克萨雷斯以猎犬、侍卫、妻子以及军队的忠诚被夺为例,向居鲁士倾诉自己被剥夺尊严、权力受损并沦落为受人施舍之人的屈辱。居鲁士恳请他暂且搁置指责,待日后凭事实检验其诚意,最终二人和解并相拥亲吻。
εἰ δέ σοι, ἔφη, ταῦτα δοκῶ ἀγνωμόνως ἐνθυμεῖσθαι, μὴ ἐν ἐμοὶ αὐτὰ ἀλλʼ εἰς σὲ τρέψας πάντα καταθέασαι οἷά σοι φαίνεται. τί γὰρ ἄν, εἴ τις κύνας, οὓς σὺ τρέφεις φυλακῆς ἕνεκα σαυτοῦ τε καὶ τῶν σῶν, τούτους θεραπεύων γνωριμωτέρους ἑαυτῷ ἢ σοὶ ποιήσειεν, ἆρʼ ἄν σε εὐφράναι τούτῳ τῷ θεραπεύματι;
“但如果你认为,”他说,“我是不明事理地看待这些事的,那么不要把它们放在我身上,而是把这一切转到你自己身上,看看在你看来究竟如何。试问,如果你为了防卫自己和财产所养的猎犬,有人通过抚育它们,使它们对他比对你更为熟络,他能凭借这种恩惠让你高兴吗?
εἰ δὲ τοῦτό σοι δοκεῖ μικρὸν εἶναι, ἐκεῖνο κατανόησον· εἴ τις τοὺς σὲ θεραπεύοντας, οὓς σὺ καὶ φρουρᾶς καὶ στρατείας ἕνεκα κέκτησαι, τούτους οὕτω διατιθείη ὥστʼ ἐκείνου μᾶλλον ἢ σοῦ βούλεσθαι εἶναι, ἆρʼ ἂν ἀντὶ ταύτης τῆς εὐεργεσίας χάριν αὐτῷ εἰδείης;
如果这在你看来算不得什么,那就想想那件事吧:如果有人对侍奉你的人——即你为了警卫和征战而拥有的那些侍从——施以影响,以至于他们宁愿归附于他而不愿归附于你,你会为这恩惠而对他心存感激吗?
τί δέ, ὃ μάλιστα ἄνθρωποι ἀσπάζονταί τε καὶ θεραπεύουσιν οἰκειότατα, εἴ τις τὴν γυναῖκα τὴν σὴν οὕτω θεραπεύσειεν ὥστε φιλεῖν αὐτὴν μᾶλλον ποιήσειεν ἑαυτὸν ἢ σέ, ἆρʼ ἄν σε τῇ εὐεργεσίᾳ ταύτῃ εὐφράναι; πολλοῦ γʼ ἂν οἶμαι καὶ δέοι·1 ἀλλʼ εὖ οἶδʼ ὅτι πάντων ἂν μάλιστα ἀδικοίη σε τοῦτο ποιήσας.
再者,就拿人们最珍惜、最关切爱护的人来说吧,如果有人对你的妻子这般示好,以至于使她爱他胜过于爱你,他能凭借这恩惠让你高兴吗?我想绝对不能;相反,我很清楚,做了这种事的人会对你犯下最大的不义。
ἵνα δὲ εἴπω καὶ τὸ μάλιστα τῷ ἐμῷ πάθει ἐμφερές, εἴ τις οὓς σὺ ἤγαγες Πέρσας οὕτω θεραπεύσειεν ὥστε αὐτῷ ἥδιον ἕπεσθαι ἢ σοί, ἆρʼ ἂν φίλον αὐτὸν νομίζοις; οἶμαι μὲν οὔ, ἀλλὰ πολεμιώτερον ἂν ἢ εἰ πολλοὺς αὐτῶν κατακάνοι.
若要说一个与我当前的遭遇最为相像的例子:如果你带来的波斯人,有人这般笼络他们,以至于他们乐意追随他胜过追随你,你会认为他是朋友吗?我想绝不会,反而会认为他比杀害了他们许多人还要更具敌意。
τί δʼ, εἴ τις τῶν σῶν φίλων φιλοφρόνως σου εἰπόντος λαμβάνειν ὁπόσα ἐθέλοι εἶτα τοῦτο ἀκούσας λαβὼν οἴχοιτο ἅπαντα ὁπόσα δύναιτο, καὶ αὐτὸς μέν γε τοῖς σοῖς πλουτοίη, σὺ δὲ μηδὲ μετρίοις ἔχοις χρῆσθαι, ἆρʼ ἂν δύναιο τὸν τοιοῦτον ἄμεμπτον φίλον νομίζειν;
又如果,你的一个朋友在你好意让他随意取用所需之物后,听了这话便带走了他所能带走的一切,他自己凭你的财产富足起来,而你却落得连适度的财物也无法享用,你能把这样的人视为无可指责的朋友吗?
νῦν μέντοι ἐγώ, ὦ Κῦρε, εἰ μὴ ταῦτα ἀλλὰ τοιαῦτα ὑπὸ σοῦ δοκῶ πεπονθέναι. σὺ γὰρ ἀληθῆ λέγεις· εἰπόντος ἐμοῦ τοὺς θέλοντας ἄγειν λαβὼν ᾤχου πᾶσάν μου τὴν δύναμιν, ἐμὲ δὲ ἔρημον κατέλιπες· καὶ νῦν ἃ ἔλαβες τῇ ἐμῇ δυνάμει ἄγεις δή μοι καὶ τὴν ἐμὴν χώραν αὔξεις σὺν τῇ ἐμῇ ῥώμῃ· ἐγὼ δὲ δοκῶ οὐδὲν συναίτιος ὢν τῶν ἀγαθῶν παρέχειν ἐμαυτὸν ὥσπερ γυνὴ εὖ ποιεῖν,2 καὶ τοῖς τε ἄλλοις ἀνθρώποις καὶ τοῖσδε τοῖς ἐμοῖς ὑπηκόοις σὺ μὲν ἀνὴρ φαίνῃ, ἐγὼ δʼ οὐκ ἄξιος ἀρχῆς.
然而,居鲁士啊,如今我觉得自己从你那里所遭受的,即便不是这些事,也是性质相同的事情。因为你说的倒是实话:在我让你带领自愿者之后,你带走了我的全部兵力而去,留下我孤立无援;而如今你用我的兵力夺得了战利品运送给我,借着我的力量扩大了我的国土;但我却看似在这些功绩中毫无贡献,反倒像个妇人一样任由别人施予恩惠;在其他人看来,以及在我这些臣民看来,你显得像个顶天立地的男子汉,而我却显得不配享有统治权。
ταῦτά σοι δοκεῖ εὐεργετήματʼ εἶναι, ὦ Κῦρε; εὖ ἴσθʼ ὅτι εἴ τι ἐμοῦ ἐκήδου, οὐδενὸς ἂν οὕτω με ἀποστερεῖν ἐφυλάττου ὡς ἀξιώματος καὶ τιμῆς. τί γὰρ ἐμοὶ πλέον τὸ τὴν γῆν πλατύνεσθαι, αὐτὸν δὲ ἀτιμάζεσθαι; οὐ γάρ τοι ἐγὼ Μήδων ἦρχον διὰ τὸ κρείττων αὐτῶν πάντων εἶναι, ἀλλὰ μᾶλλον διὰ τὸ αὐτοὺς τούτους ἀξιοῦν ἡμᾶς αὑτῶν πάντα βελτίονας εἶναι.
居鲁士啊,在你看来这些算是恩惠吗?请你深知,如果你哪怕有一点在乎我,就没有什么东西是你会比尊严和荣誉更小心避免从我这里剥夺的了。土地扩大了,而我自己却遭受羞辱,这对我究竟有什么益处呢?因为我统领米底人,并非因为我在力量上胜过他们所有人,而毋宁是因为他们自身认为我们无论在哪方面都比他们更优秀。”
καὶ ὁ Κῦρος ἔτι λέγοντος αὐτοῦ ὑπολαβὼν εἶπε· πρὸς τῶν θεῶν, ἔφη, ὦ θεῖε, εἴ τι κἀγώ σοι πρότερον ἐχαρισάμην, καὶ σὺ νῦν ἐμοὶ χάρισαι ὃ ἂν δεηθῶ σου· παῦσαι, ἔφη, τὸ νῦν εἶναι3 μεμφόμενός μοι· ἐπειδὰν δὲ πεῖραν ἡμῶν λάβῃς πῶς ἔχομεν πρὸς σέ, ἐὰν μὲν δή σοι φαίνηται τὰ ὑπʼ ἐμοῦ πεπραγμένα ἐπὶ τῷ σῷ ἀγαθῷ πεποιημένα, ἀσπαζομένου τέ μού σε ἀντασπάζου με εὐεργέτην τε νόμιζε, ἐὰν δʼ ἐπὶ θάτερα, τότε μοι μέμφου.
正当他还在说着的时候,居鲁士打断他说道:“看在诸神的份上,舅父啊,如果我此前曾经在某件事上让您感到欣慰,那么现在也请您答应我向您恳求的一件事:眼下请停止责备我;等到您考验了我们对您的心意之后,如果我所做的一切在您看来确实是为了您的福祉,那么在我拥抱您时,也请您回报我以拥抱,并把我视作恩人;但如果是相反的情形,那时您再来责怪我吧。”
ἀλλʼ ἴσως μέντοι, ἔφη ὁ Κυαξάρης, καλῶς λέγεις· κἀγὼ οὕτω ποιήσω. τί οὖν; ἔφη ὁ Κῦρος, ἦ καὶ φιλήσω σε; εἰ σὺ βούλει, ἔφη. καὶ οὐκ ἀποστρέψῃ με ὥσπερ ἄρτι; οὐκ ἀποστρέψομαι, ἔφη. καὶ ὃς ἐφίλησεν αὐτόν.
“不过也许,”基亚克萨雷斯说,“你说得有理;我也照办就是了。”“那么怎样?”居鲁士说,“我可以亲吻您了吗?”“如果你愿意的话,”他说。“您不会像刚才那样把脸扭过去了吧?”“我不会扭过去了,”他说。于是居鲁士亲吻了他。
- 5.5.30πολλοῦ γʼ ἂν οἶμαι καὶ δέοι
由非人称短语 πολλοῦ δεῖ(“远非如此”,字面意为“缺得很多”)与表潜能的 ἄν 及希求法 δέοι 结合而成的惯用句式,意为“绝非如此”,对前文的修辞疑问句 ἆρʼ ἄν σε τῇ εὐεργεσίᾳ ταύτῃ εὐφράναι; 作出强烈的否定回答。
- 5.5.33παρέχειν ἐμαυτὸν ὥσπερ γυνὴ εὖ ποιεῖν
惯用短语 παρέχειν ἑαυτόν(任由自己……)后接具有被动含义的主动态不定式(此处为 εὖ ποιεῖν),意为“任由自己受人施恩”(结构类似于 παρέχειν ἑαυτὸν τέμνειν “听任自己被割治”)。因此,εὖ ποιεῖν 具有被动态意义(受惠)。主格形式的 ὥσπερ γυνή 与 δοκῶ 的主语(即说话者“我”)保持一致。
- 5.5.35τὸ νῦν εἶναι
带有限定性绝对不定式 εἶναι 的状语性宾格短语,为固定习语,意为“眼下”、“就目前而言”(类似于 ἑκὼν εἶναι)。它修饰祈使动词 παῦσαι,表示在暂缓作出最终判断的同时,请求对方“眼下”停止责难。
