- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.5.20-5.5.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士逐项为自己辩护,列举了请求追击、招募自愿者以及大获全胜、拓土封疆的战果;基亚克萨雷斯则回应道,居鲁士建立的赫赫战功反倒损及自己的威望,令他倍感屈辱与痛苦。
ὁ μὲν δὴ Κυαξάρης πρὸς τοῦτο ἐσίγα· ὁ δὲ Κῦρος πάλιν ἔλεγεν ὧδε· ἀλλʼ ἐπεὶ πρὸς τοῦτο σιωπᾶν ἥδιόν σοι ἢ ἀποκρίνασθαι, τόδε γʼ, ἔφη, εἰπὲ εἴ τι ἀδικεῖσθαι ἐνόμισας ὅτι, ἐπεί σοι οὐκ ἀσφαλὲς ἐδόκει εἶναι τὸ διώκειν, σὲ μὲν αὐτὸν ἀφῆκα τοῦ κινδύνου τούτου μετέχειν, ἱππέας δὲ τῶν σῶν συμπέμψαι μοι ἐδεόμην σου· εἰ γὰρ καὶ τοῦτο αἰτῶν ἠδίκουν, ἄλλως τε καὶ προπαρεσχηκὼς ἐμαυτόν σοι σύμμαχον, τοῦτʼ αὖ παρὰ σοῦ, ἔφη, ἐπιδεικνύσθω.
基亚克萨雷斯对此默不作声;居鲁士便再次这样说道:“但是,既然对此您宁愿保持沉默而不愿回答,那么至少请您说说这一点:当追击在您看来并不安全之时,我免除了您亲自承担这一危险,却请求您派出您的骑兵同我一道前往,您是否认为在此事上受到了某种不公的对待?因为如果我连请求此事都是在行不义,尤其是在此前已经将我自己作为盟友提供给您的情况下,那么这也请您指出来吧。”
ἐπεὶ δʼ αὖ καὶ πρὸς τοῦτο ἐσίγα ὁ Κυαξάρης, ἀλλʼ εἰ μηδὲ τοῦτο, ἔφη, βούλει ἀποκρίνασθαι, σὺ δὲ τοὐντεῦθεν λέγε εἴ τι αὖ ἠδίκουν ὅτι σοῦ ἀποκριναμένου ἐμοὶ ὡς οὐκ ἂν βούλοιο, εὐθυμουμένους ὁρῶν Μήδους, τούτου παύσας αὐτοὺς ἀναγκάζειν κινδυνεύσοντας ἰέναι, εἴ τι αὖ σοι δοκῶ τοῦτο χαλεπὸν ποιῆσαι ὅτι ἀμελήσας1 τοῦ ὀργίζεσθαί σοι ἐπὶ τούτοις πάλιν ᾔτουν σε οὗ ᾔδη οὔτε σοὶ μεῖον ὂν δοῦναι οὐδὲν οὔτε ῥᾷον Μήδοις ἐπιταχθῆναι· τὸν γὰρ βουλόμενον δήπου ἕπεσθαι ᾔτησά σε δοῦναί μοι.
基亚克萨雷斯对此同样默不作声,居鲁士便说:“但是,如果您连这也不愿回答,那么您且就接下来的事说说看,我是否又在何处行了不义:当您回答我说,看着米底人正尽情享乐,您不愿制止他们而强令他们去冒险时,我并未因此对您发怒,反而再次向您请求一件我知道让您赐予是再微小不过、向米底人下令也再容易不过的事,难道您认为我这样做是对您施加了什么难堪吗?因为我只是请求您将那些自愿跟随的人交给我罢了。
οὐκοῦν τούτου τυχὼν παρὰ σοῦ οὐδὲν ἦν, εἰ μὴ τούτους πείσαιμι.2 ἐλθὼν οὖν ἔπειθον αὐτοὺς καὶ οὓς ἔπεισα τούτους ἔχων ἐπορευόμην σοῦ ἐπιτρέψαντος. εἰ δὲ τοῦτο αἰτίας ἄξιον νομίζεις, οὐδʼ ὅ τι ἂν διδῷς, ὡς ἔοικε, παρὰ σοῦ δέχεσθαι ἀναίτιόν ἐστιν.
因此,即使从您那里得到了这个允诺,如果我不能说服他们,也毫无用处。于是我前去说服了他们,带着被我说服的人,在您的许可之下进军了。如果您认为此事亦当归咎,那么看来从您那里接受您所给予的任何东西,都不可能免于指责了。
οὐκοῦν ἐξωρμήσαμεν οὕτως· ἐπειδὴ δʼ ἐξήλθομεν, τί ἡμῖν πεπραγμένον οὐ φανερόν ἐστιν; οὐ τὸ στρατόπεδον ἥλωκε τῶν πολεμίων; οὐ τεθνᾶσι πολλοὶ τῶν ἐπὶ σὲ ἐλθόντων; ἀλλὰ μὴν τῶν γε ζώντων ἐχθρῶν πολλοὶ μὲν ὅπλων ἐστέρηνται, πολλοὶ δὲ ἵππων· χρήματά γε μὴν τὰ τῶν φερόντων καὶ ἀγόντων τὰ σὰ πρόσθεν νῦν ὁρᾷς τοὺς σοὺς φίλους καὶ ἔχοντας καὶ ἄγοντας, τὰ μὲν σοί, τὰ δʼ αὖ τοῖς ὑπὸ τὴν σὴν ἀρχήν.
我们就这样出发了;而当我们出征之后,我们所成就的事难道有哪一件不是昭然若揭的吗?难道敌人的营寨没有被攻陷吗?前来进犯您的敌人难道没有大批阵亡吗?此外,在活着的敌人当中,许多人被剥夺了武器,许多人被剥夺了战马;而对于昔日劫掠您国土的那些人的财物,您如今正亲眼看到您的朋友们据有它们并运送进来,一部分归于您,另一部分则归于您治下的民众。
τὸ δὲ πάντων μέγιστον καὶ κάλλιστον, τὴν μὲν σὴν χώραν αὐξανομένην ὁρᾷς, τὴν δὲ τῶν πολεμίων μειουμένην· καὶ τὰ μὲν τῶν πολεμίων φρούρια ἐχόμενα, τὰ δὲ σὰ τὰ πρότερον εἰς τὴν Σύρων ἐπικράτειαν συντελοῦντα νῦν τἀναντία σοὶ προσκεχωρηκότα· τούτων δὲ εἴ τι κακόν σοι ἢ εἴ τι μὴ ἀγαθόν σοι μαθεῖν μὲν ἔγωγε βούλεσθαι οὐκ οἶδʼ ὅπως ἂν εἴποιμι· ἀκοῦσαι μέντοι γε οὐδὲν κωλύει.
而最伟大、最美好的是,您亲眼见到自己的国家在扩大,而敌人的疆土在缩减;敌人的要塞被我们占据,而您原先归附于亚述人统治之下的属地,如今反而回归于您。在这些事情当中是否有任何对您有害之事,或者是否有任何对您无益之事,我自己真不知道该如何说想要了解;然而听您一说却也无妨。
ἀλλὰ λέγε ὅ τι γιγνώσκεις περὶ αὐτῶν. ὁ μὲν δὴ Κῦρος οὕτως εἰπὼν ἐπαύσατο· ὁ δὲ Κυαξάρης ἔλεξε πρὸς ταῦτα τάδε. ἀλλʼ, ὦ Κῦρε, ὡς μὲν ταῦτα ἃ σὺ πεποίηκας κακά ἐστιν οὐκ οἶδʼ ὅπως χρὴ λέγειν· εὖ γε μέντοι, ἔφη, ἴσθι ὅτι ταῦτα τἀγαθὰ τοιαῦτά ἐστιν οἷα ὅσῳ πλείονα φαίνεται, τοσούτῳ μᾶλλον ἐμὲ βαρύνει.
请说吧,您对此究竟是怎样看待的。”居鲁士说到这里便停了下来;基亚克萨雷斯对此回答如下:“居鲁士啊,至于你所做的这些事如何算得上坏事,我真不知道该怎样说;然而请你深知,这些善事恰恰是这样的:它们显得越重大,就越发让我感到沉重。
τήν τε γὰρ χώραν, ἔφη, ἐγὼ ἂν τὴν σὴν ἐβουλόμην τῇ ἐμῇ δυνάμει μείζω ποιεῖν μᾶλλον ἢ τὴν ἐμὴν ὑπὸ σοῦ ὁρᾶν οὕτως αὐξανομένην· σοὶ μὲν γὰρ ταῦτα ποιοῦντι καλά, ἐμοὶ δέ γέ ἐστί πῃ ταὐτὰ ἀτιμίαν φέροντα.
因为,”他说,“我本宁愿凭借自己的力量使你的国家变得更加强大,而不愿看到我的国家像这样被你所扩大;因为对于做这些事的你来说,这是荣耀,但对于我来说,这同样的事情却在某种程度上带来了羞辱。
καὶ χρήματα οὕτως ἄν μοι δοκῶ ἥδιόν σοι δωρεῖσθαι ἢ παρὰ σοῦ οὕτω λαμβάνειν ὡς σὺ νῦν ἐμοὶ δίδως· τούτοις γὰρ πλουτιζόμενος ὑπὸ σοῦ καὶ μᾶλλον αἰσθάνομαι οἷς πενέστερος γίγνομαι.3 καὶ τούς γʼ ἐμοὺς ὑπηκόους ἰδὼν μικρά γε ἀδικουμένους ὑπὸ σοῦ ἧττον ἂν δοκῶ λυπεῖσθαι ἢ νῦν ὁρῶν ὅτι μεγάλα ἀγαθὰ πεπόνθασιν ὑπὸ σοῦ.
至于财富,我也觉得像你现在赠予我那样从你手中接受,远不如由我这样馈赠于你来得欣慰;因为在这些财物上受你资助而富足,反倒让我更加深切地意识到自己在哪些方面变得更加贫乏。而且,若是亲眼见到我的臣民受到你微小的侵害,我想我心中的痛苦也会少于如今见到他们从你那里承受了巨大的恩惠。”
- 5.5.21ὅτι σοῦ ἀποκριναμένου ἐμοὶ ὡς οὐκ ἂν βούλοιο, εὐθυμουμένους ὁρῶν Μήδους, τούτου παύσας αὐτοὺς ἀναγκάζειν κινδυνεύσοντας ἰέναι, εἴ τι αὖ σοι δοκῶ τοῦτο χαλεπὸν ποιῆσαι ὅτι ἀμελήσας
此处出现语句破格(anacoluthon)与重述复合格局:句首以 εἴ τι αὖ ἠδίκουν ὅτι... 起笔,因插入属格独立结构(σοῦ ἀποκριναμένου...)而使语势受阻,随后借由 εἴ τι αὖ σοι δοκῶ τοῦτο χαλεπὸν ποιῆσαι ὅτι... 对该条件与从属疑问进行了同义复述与接续。核心主干仍是在质问“我在请求……之事上,是否对您行了不义或造成了苛待”。
- 5.5.22οὐδὲν ἦν, εἰ μὴ τούτους πείσαιμι
未加 ἄν 的未完成过去直陈式 οὐδὲν ἦν 用以强调结果的确定性与必然性,意为“(即使得到了它)也毫无用处/等同于无”;其条件从句 εἰ μὴ τούτους πείσαιμι 采用祈愿式,表示过去视角的假设性条件(“除非我说服了他们”)。
- 5.5.27οἷς πενέστερος γίγνομαι
关系代词 οἷς 兼含先行词,作为关系与视角的与格(或原因/工具与格),意为“在我变得更贫困的那些方面”。此处将物质上的丰足与王权威信上的被动、匮乏构成了鲜明对照。
