- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.5.10-5.5.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对痛哭的基亚克萨雷斯,居鲁士告诫身为统治者切不可同时向全体臣民发怒,并提议从头逐一检视自己的全部作为,以查明自己究竟是有所侵害还是出于私利。
καὶ ἅμα ταῦτα λέγων πολὺ ἔτι μᾶλλον ἐκρατεῖτο ὑπὸ τῶν δακρύων, ὥστε καὶ τὸν Κῦρον ἐπεσπάσατο ἐμπλησθῆναι δακρύων τὰ ὄμματα.1 ἐπισχὼν δὲ μικρὸν ἔλεξε τοιάδε ὁ Κῦρος. ἀλλὰ ταῦτα μέν, ὦ Κυαξάρη, οὔτε λέγεις ἀληθῆ οὔτε ὀρθῶς γιγνώσκεις, εἰ οἴει τῇ ἐμῇ παρουσίᾳ Μήδους κατεσκευάσθαι ὥστε ἱκανοὺς εἶναι σὲ κακῶς ποιεῖν·
正说着这些话,基亚克萨雷斯更是难以自抑地泪流满面,以至于连居鲁士也被引得双眼盈眶。不过居鲁士稍作停顿,便这样说道:“然而,基亚克萨雷斯,如果您以为由于我的在场,米底人便已处于有能力加害于您的状态,那您既未言中事实,也未作出正确的判断。
τὸ μέντοι σε θυμοῦσθαι καὶ φοβεῖσθαι οὐ θαυμάζω. εἰ μέντοι γε δικαίως ἢ ἀδίκως αὐτοῖς χαλεπαίνεις, παρήσω τοῦτο· οἶδα γὰρ ὅτι βαρέως ἂν φέροις ἀκούων ἐμοῦ ἀπολογουμένου ὑπὲρ αὐτῶν· τὸ μέντοι ἄνδρα ἄρχοντα πᾶσιν ἅμα χαλεπαίνειν τοῖς ἀρχομένοις, τοῦτο ἐμοὶ δοκεῖ μέγα ἁμάρτημα εἶναι. ἀνάγκη γὰρ διὰ τὸ πολλοὺς μὲν φοβεῖν πολλοὺς ἐχθροὺς ποιεῖσθαι, διὰ δὲ τὸ πᾶσιν ἅμα χαλεπαίνειν πᾶσιν αὐτοῖς ὁμόνοιαν ἐμβάλλειν.
然而,对于您的愤怒和恐惧,我并不感到奇怪。不过,您对他们动怒究竟是出于公道还是不义,我暂且略过不提;因为我知道,若听到我为他们辩解,您心里定会感到难受。然而,作为统治者,同时对所有受统治者发怒,在我看来这乃是大错。因为使众人恐惧,势必会树立众多仇敌;而同时对所有人动怒,则势必会使他们彼此团结一心。
ὧν ἕνεκα, εὖ ἴσθι, ἐγὼ οὐκ ἀπέπεμπον ἄνευ ἐμαυτοῦ τούτους, φοβούμενος μή τι γένοιτο διὰ τὴν σὴν ὀργὴν ὅ τι πάντας ἡμᾶς λυπήσοι.2 ταῦτα μὲν οὖν σὺν τοῖς θεοῖς ἐμοῦ παρόντος ἀσφαλῶς ἔχει σοι· τὸ μέντοι σε νομίζειν ὑπʼ ἐμοῦ ἀδικεῖσθαι, τοῦτο ἐγὼ πάνυ χαλεπῶς φέρω, εἰ ἀσκῶν ὅσον δύναμαι τοὺς φίλους ὡς πλεῖστα ἀγαθὰ ποιεῖν ἔπειτα τἀναντία τούτου δοκῶ ἐξεργάζεσθαι.
请您深知,正是由于这些缘故,我才没有让他们在缺少我的情况下自行离去,唯恐因您的怒气而引发某种让我们大家皆感痛心之事。因此,托诸神之庇佑,由于我的在场,这些事情对您而言本是安然无虞的;然而,您竟然认为受到了我的侵害,这却让我十分难以承受——如果我竭尽所能地践行尽可能多地造福朋友,到头来反倒被看作是造成了与此相反的后果。
ἀλλὰ γάρ, ἔφη, μὴ οὕτως εἰκῇ ἡμᾶς αὐτοὺς αἰτιώμεθα· ἀλλʼ, εἰ δυνατόν, σαφέστατα κατίδωμεν ποῖόν ἐστι τὸ παρʼ ἐμοῦ ἀδίκημα. καὶ τὴν ἐν φίλοις δικαιοτάτην ὑπόθεσιν ἔχω ὑποτιθέναι· ἐὰν γάρ τί σε φανῶ κακὸν πεποιηκώς, ὁμολογῶ ἀδικεῖν· ἐὰν μέντοι μηδὲν φαίνωμαι κακὸν πεποιηκὼς μηδὲ βουληθείς, οὐ καὶ σὺ αὖ ὁμολογήσεις μηδὲν ὑπʼ ἐμοῦ ἀδικεῖσθαι;
然而,”他说,“我们切不可这样盲目地相互指责;相反,若是可能,就让我们极其清楚地看一看,我究竟犯下了何种过失。而且我可以提出在朋友之间最为公正的准则:因为如果我被证明对您造成了任何伤害,我承认这是我的过错;然而,如果我显明并未造成任何伤害,甚至毫无此意,难道您不也会反过来承认并未受到我的丝毫侵害吗?”
ἀλλʼ ἀνάγκη, ἔφη. ἐὰν δὲ δὴ καὶ ἀγαθὰ πεπραχώς σοι δῆλος ὦ καὶ προθυμούμενος πρᾶξαι ὡς ἐγὼ πλεῖστα ἐδυνάμην, οὐκ ἂν καὶ ἐπαίνου σοι ἄξιος εἴην μᾶλλον ἢ μέμψεως;
“那确实不得不承认,”他说。“而且,如果我显明不仅为您办成了诸多益事,并且曾尽我最大所能热切地付诸行动,难道我不更应该得到您的称赞而非指责吗?”
δίκαιον γοῦν, ἔφη. ἄγε τοίνυν, ἔφη ὁ Κῦρος, σκοπῶμεν τὰ ἐμοὶ πεπραγμένα πάντα καθʼ ἓν ἕκαστον· οὕτω γὰρ μάλιστα δῆλον ἔσται ὅ τι τε αὐτῶν ἀγαθόν ἐστι καὶ ὅ τι κακόν.
“那倒确实合乎情理,”他说。“那么,”居鲁士说,“就让我们把我所行的一切事情一件一件地拿来检视;因为唯有如此,其中何为益事、何为恶行才会彰明昭著。
ἀρξώμεθα δʼ, ἔφη, ἐκ τῆσδε τῆς ἀρχῆς, εἰ καὶ σοὶ ἀρκούντως δοκεῖ ἔχειν. σὺ γὰρ δήπου ἐπεὶ ᾔσθου πολλοὺς πολεμίους ἡθροισμένους, καὶ τούτους ἐπὶ σὲ καὶ τὴν σὴν χώραν ὁρμωμένους, εὐθὺς ἔπεμπες πρός τε τὸ Περσῶν κοινὸν συμμάχους αἰτούμενος καὶ πρὸς ἐμὲ ἰδίᾳ δεόμενος πειρᾶσθαι αὐτὸν ἐμὲ ἐλθεῖν ἡγούμενον, εἴ τινες Περσῶν ἴοιεν. οὔκουν ἐγὼ ἐπείσθην τε ταῦτα ὑπὸ σοῦ καὶ παρεγενόμην3 ἄνδρας ἄγων σοι ὡς ἦν δυνατὸν πλείστους τε καὶ ἀρίστους;
而且,”他说,“如果您也认为妥当的话,就让我们从这最初的源头开始谈起。想必您当时察觉到众多敌人集结起来,正向着您和您的国家进逼,您便立刻派人前往波斯当局请求盟军,并私下向我恳求,若有波斯人前去,务请我自己统率他们前来。难道我不是接受了您的这番请求,并为您带去了尽可能多、尽可能精锐的人马吗?”
ἦλθες γὰρ οὖν, ἔφη. ἐν τούτῳ τοίνυν, ἔφη, πρῶτόν μοι εἰπὲ πότερον ἀδικίαν τινά μου πρὸς σὲ κατέγνως ἢ μᾶλλον εὐεργεσίαν; δῆλον, ἔφη ὁ Κυαξάρης, ὅτι ἔκ γε τούτων εὐεργεσίαν.
“你确实来了,”他说。“那么在此事上,”他说,“请您先告诉我,您是判定我对您有所侵害呢,还是宁可说是一桩恩惠?”“显而易见,”基亚克萨雷斯说,“至少从这些事来看,是一桩恩惠。”
τί γάρ, ἔφη, ἐπεὶ οἱ πολέμιοι ἦλθον καὶ διαγωνίζεσθαι ἔδει πρὸς αὐτούς, ἐν τούτῳ κατενόησάς πού με ἢ πόνου ἀποστάντα ἤ τινος κινδύνου φεισάμενον;
“那么,”他说,“当敌人逼近、必须与他们决一死战之时,在此事上您可曾见到我在任何地方回避劳苦,或避开过任何危险?”
οὐ μὰ τὸν Δίʼ, ἔφη, οὐ μὲν δή. τί γάρ, ἐπεὶ νίκης γενομένης σὺν τοῖς θεοῖς ἡμετέρας καὶ ἀναχωρησάντων τῶν πολεμίων παρεκάλουν ἐγώ σε ὅπως κοινῇ μὲν αὐτοὺς διώκοιμεν, κοινῇ δὲ τιμωροίμεθα, κοινῇ δὲ εἴ τι καλὸν κἀγαθὸν συμβαίνοι, τοῦτο καρποίμεθα, ἐν τούτοις ἔχεις τινά μου πλεονεξίαν κατηγορῆσαι;
“凭宙斯起誓,没有,”他说,“决然没有。”“那么,当托诸神之庇佑我们大获全胜、敌军退却之后,我规劝您让我们共同追击他们,共同向他们复仇,并且倘若有任何美善之利,亦让我们共同分享——在这些事情上,您能指责我有过任何贪婪私图吗?”
- 5.5.10ὥστε καὶ τὸν Κῦρον ἐπεσπάσατο ἐμπλησθῆναι δακρύων τὰ ὄμματα
引导结果从句的 ὥστε 后接不定过去时直陈式(ἐπεσπάσατο),表示历史上实际发生的结果。动词 ἐπισπάομαι 在此接宾语加不定式结构(τὸν Κῦρον... ἐμπλησθῆναι),带有使役色彩(“引得居鲁士……”)。被动不定式 ἐμπλησθῆναι 支配表示填充材料的属格 δακρύων 以及表示被填满部位的关系(限格)宾格 τὰ ὄμματα。
- 5.5.12φοβούμενος μή τι γένοιτο διὰ τὴν σὴν ὀργὴν ὅ τι πάντας ἡμᾶς λυπήσοι
由分词 φοβούμενος 引出的畏惧从句(μή τι γένοιτο)与过去时态的主动词(οὐκ ἀπέπεμπον)呼应,采用了次生序列的祈愿式。随后修饰不定代词 τι 的关系从句 ὅ τι πάντας ἡμᾶς λυπήσοι 使用了将来祈愿式(λυπήσοι),这是直接引语中的将来直陈式在间接序列中转变为祈愿式,表示预期可能产生的后果(“足以让我们所有人痛心之事”)。
- 5.5.16οὔκουν ἐγὼ ἐπείσθην τε ταῦτα ὑπὸ σοῦ καὶ παρεγενόμην
第一音节带锐音符的 οὔκουν 引导强烈的肯定性反问句(“难道我不是……吗?”)。中性复数宾格 ταῦτα 在被动语态动词 ἐπείσθην 之下充当内宾格或关系限格(“在这些事情上受到劝导”)。
