← 色诺芬

居鲁士的教育

§5.5.1-5.5.9

基亚克萨雷斯的到达与流泪受辱

居鲁士在边境为迎接基亚克萨雷斯做好布置,并率盛大军势出迎;然而基亚克萨雷斯看到居鲁士的威势与自己寒酸队伍的强烈对比,深感屈辱而掩面痛哭。居鲁士屏退左右,在棕榈树下询问其悲怒之因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.5.1

ἐπεὶ δὲ ταῦτα διεπέπρακτο, πέμπει πρὸς Κυαξάρην καὶ ἐπέστειλεν αὐτῷ ἥκειν ἐπὶ τὸ στρατόπεδον, ὅπως περὶ τῶν φρουρίων ὧν εἰλήφεσαν βουλεύσαιντο ὅ τι χρήσαιντο, καὶ ὅπως θεασάμενος τὸ στράτευμα καὶ περὶ τῶν ἄλλων σύμβουλος γίγνοιτο ὅ τι δοκοίη ἐκ τούτου πράττειν· ἐὰν δὲ κελεύῃ, εἰπέ, ἔφη, ὅτι ἐγὼ ἂν ὡς ἐκεῖνον ἰοίην συστρατοπεδευσόμενος.1

在办完这些事之后,居鲁士派人前往基亚克萨雷斯处,带信请他前往军营,以便就夺得的要塞如何处置商议定策,并在视察军队后,也就其他事务上此后应当采取何种行动充当顾问。“如果他吩咐,”居鲁士说,“就告诉他,我也愿前往他那里与他合兵扎营。”

§5.5.2

ὁ μὲν δὴ ἄγγελος ᾤχετο ταῦτʼ ἀπαγγελῶν. ὁ δὲ Κῦρος ἐν τούτῳ ἐκέλευσε τὴν τοῦ Ἀσσυρίου σκηνήν, ἣν Κυαξάρῃ οἱ Μῆδοι ἐξεῖλον, ταύτην κατασκευάσαι ὡς βέλτιστα τῇ τε ἄλλῃ κατασκευῇ ἣν εἶχον καὶ τῷ γυναῖκα εἰσαγαγεῖν εἰς τὸν γυναικῶνα τῆς σκηνῆς καὶ σὺν ταύτῃ τὰς μουσουργούς, αἵπερ ἐξῃρημέναι ἦσαν Κυαξάρῃ.

使者随即前去传达这番话。在此期间,居鲁士吩咐将米底人为基亚克萨雷斯预留的那座亚述王的帐篷,用他们现有的其他器物极尽所能地布置妥当,并将一名妇人送进帐篷的女眷内室,连同为基亚克萨雷斯预留的女乐师们一并安置在内。

§5.5.3

οἱ μὲν δὴ ταῦτʼ ἔπραττον. ὁ δὲ πεμφθεὶς πρὸς τὸν Κυαξάρην ἐπεὶ ἔλεξε τὰ ἐντεταλμένα, ἀκούσας αὐτοῦ ὁ Κυαξάρης ἔγνω βέλτιον εἶναι τὸ στράτευμα μένειν ἐν τοῖς μεθορίοις. καὶ γὰρ οἱ Πέρσαι οὓς μετεπέμψατο ὁ Κῦρος ἧκον· ἦσαν δὲ μυριάδες τέτταρες τοξοτῶν καὶ πελταστῶν.

部下们依令办理。前往基亚克萨雷斯处的使者传达了所嘱咐的事宜,基亚克萨雷斯听后,认为大军留在边境地带更为妥当。因为居鲁士召调的波斯军队已经抵达,共有弓箭手和轻盾兵四万人。

§5.5.4

ὁρῶν οὖν καὶ τούτους σινομένους πολλὰ τὴν Μηδικήν, τούτων ἂν ἐδόκει ἥδιον ἀπαλλαγῆναι2 ἢ ἄλλον ὄχλον εἰσδέξασθαι. ὁ μὲν δὴ ἐκ Περσῶν ἄγων τὸν στρατὸν ἐρόμενος τὸν Κυαξάρην κατὰ τὴν Κύρου ἐπιστολὴν εἴ τι δέοιτο τοῦ στρατοῦ, ἐπεὶ οὐκ ἔφη δεῖσθαι, αὐθημερόν, ἐπεὶ ἤκουσε παρόντα Κῦρον, ᾤχετο πρὸς αὐτὸν ἄγων τὸ στράτευμα.

眼见这些人也把米底全境祸害得不轻,他似乎宁可摆脱这些人,也不愿再接纳另一拨人众。从波斯引军前来的将领按照居鲁士的信件询问基亚克萨雷斯是否对这支军队有所需要,在得知不需要后,一听说居鲁士已经到来,当天便率领军队前往居鲁士那里去了。

§5.5.5

ὁ δὲ Κυαξάρης ἐπορεύετο τῇ ὑστεραίᾳ σὺν τοῖς παραμείνασιν ἱππεῦσι Μήδων· ὡς δʼ ᾔσθετο ὁ Κῦρος προσιόντα αὐτόν, λαβὼν τούς τε τῶν Περσῶν ἱππέας, πολλοὺς ἤδη ὄντας, καὶ τοὺς Μήδους πάντας καὶ τοὺς Ἀρμενίους καὶ τοὺς Ὑρκανίους καὶ τῶν ἄλλων συμμάχων τοὺς εὐιπποτάτους τε καὶ εὐοπλοτάτους ἀπήντα, ἐπιδεικνὺς τῷ Κυαξάρῃ τὴν δύναμιν.

基亚克萨雷斯在次日率领留在他身边的米底骑兵出发。居鲁士察觉到他正在靠近,便带着人数已然众多的波斯骑兵、全体米底人、亚美尼亚人、希尔卡尼亚人,以及其他同盟军中马匹与武装最为精良的部队出营迎接,向基亚克萨雷斯展示其军威。

§5.5.6

ὁ δὲ Κυαξάρης ἐπεὶ εἶδε σὺν μὲν τῷ Κύρῳ πολλούς τε καὶ καλοὺς καὶ ἀγαθοὺς ἑπομένους, σὺν αὐτῷ δὲ ὀλίγην τε καὶ ὀλίγου ἀξίαν θεραπείαν, ἄτιμόν τι αὐτῷ ἔδοξεν εἶναι καὶ ἄχος αὐτὸν ἔλαβεν. ἐπεὶ δὲ καταβὰς ἀπὸ τοῦ ἵππου ὁ Κῦρος προσῆλθεν ὡς φιλήσων αὐτὸν κατὰ νόμον, ὁ Κυαξάρης κατέβη μὲν ἀπὸ τοῦ ἵππου, ἀπεστράφη δέ· καὶ ἐφίλησε μὲν οὔ, δακρύων δὲ φανερὸς ἦν.3

然而,基亚克萨雷斯眼见跟随着居鲁士的是众多雄壮出众的人马,而伴随自己的却是一队人数既少又微不足道的侍从,顿感奇耻大辱,悲痛难抑。当居鲁士翻身下马、按照惯例上前欲与他亲吻行礼时,基亚克萨雷斯虽然下了马,却把身子转到一旁;他不仅没有亲吻居鲁士,而且泪流满面,众人皆见。

§5.5.7

ἐκ τούτου δὴ ὁ Κῦρος τοὺς μὲν ἄλλους πάντας ἀποστάντας ἐκέλευσεν ἀναπαύεσθαι· αὐτὸς δὲ λαβόμενος τῆς δεξιᾶς τοῦ Κυαξάρου καὶ ἀπαγαγὼν αὐτὸν τῆς ὁδοῦ ἔξω ὑπὸ φοίνικάς τινας, τῶν τε Μηδικῶν πίλων ὑποβαλεῖν ἐκέλευσεν αὐτῷ καὶ καθίσας αὐτὸν καὶ παρακαθεζόμενος εἶπεν ὧδε.

居鲁士见状,立刻吩咐其余所有人退开歇息;他自己则牵起基亚克萨雷斯的右手,引他离开大路,来到几株棕榈树下,命人在他身下铺上米底的毛毡毯,请他坐下,自己也在一旁坐定,开口说道: “看在诸神面上,舅父,请告诉我,您因何对我动怒?

§5.5.8

εἰπέ μοι, ἔφη, πρὸς τῶν θεῶν, ὦ θεῖε, τί μοι ὀργίζῃ καὶ τί χαλεπὸν ὁρῶν οὕτω χαλεπῶς φέρεις; ἐνταῦθα δὴ ὁ Κυαξάρης ἀπεκρίνατο· ὅτι, ὦ Κῦρε, δοκῶν γε δὴ ἐφʼ ὅσον ἀνθρώπων μνήμη ἐφικνεῖται καὶ τῶν πάλαι προγόνων καὶ πατρὸς βασιλέως πεφυκέναι4 καὶ αὐτὸς βασιλεὺς νομιζόμενος εἶναι, ἐμαυτὸν μὲν ὁρῶ οὕτω ταπεινῶς καὶ ἀναξίως ἐλαύνοντα, σὲ δὲ τῇ ἐμῇ θεραπείᾳ καὶ τῇ ἄλλῃ δυνάμει μέγαν τε καὶ μεγαλοπρεπῆ παρόντα.

您看到了什么难以容忍之事而如此悲戚?”基亚克萨雷斯答道:“因为,居鲁士,在人类记忆所及的范围内,我世代祖先以及家父皆为君王,我自己亦被尊奉为王,如今我却看见自己如此卑微寒酸、失尽体面地骑马赶来,而你却统率着我的随从部队和其他庞大军力,气宇轩昂、威仪赫赫地出现在眼前。

§5.5.9

καὶ ταῦτα χαλεπὸν μὲν οἶμαι καὶ ὑπὸ πολεμίων παθεῖν, πολὺ δʼ, ὦ Ζεῦ, χαλεπώτερον ὑφʼ ὧν ἥκιστα ἐχρῆν ταῦτα πεπονθέναι. ἐγὼ μὲν γὰρ δοκῶ δεκάκις ἂν κατὰ τῆς γῆς καταδῦναι ἥδιον ἢ ὀφθῆναι οὕτω ταπεινὸς καὶ ἰδεῖν τοὺς ἐμοὺς ἐμοῦ ἀμελήσαντας καὶ ἐπεγγελῶντας ἐμοί. οὐ γὰρ ἀγνοῶ τοῦτο, ἔφη, ὅτι οὐ σύ μου μόνον μείζων εἶ, ἀλλὰ καὶ οἱ ἐμοὶ δοῦλοι ἰσχυρότεροι ἐμοῦ ὑπαντιάζουσί μοι καὶ κατεσκευασμένοι εἰσὶν ὥστε δύνασθαι ποιῆσαι μᾶλλον ἐμὲ κακῶς ἢ παθεῖν ὑπʼ ἐμοῦ.

受这等羞辱,我认为即便出自敌人之手也是令人难以忍受的;而若宙斯为证,落到最不该让我遭受这些的人手里,那就更是痛切万分。依我看来,我宁可往地底下钻十次,也不愿被人看见这般落魄卑下,看见我自己的臣民怠慢我并对我冷嘲热讽。因为我绝非看不明白这一点,”他说,“不仅是你凌驾于我之上,甚至连我自己的臣仆也以比我更强盛的威势迎面而来,并且装备齐整,以致他们更有能力加害于我,而非受制于我。”

语法注4 条
  1. 5.5.1ὅτι ἐγὼ ἂν ὡς ἐκεῖνον ἰοίην συστρατοπεδευσόμενος

    在直接对使者下达的命令(εἰπέ, ἔφη)之后的ὅτι从句中,使用了带有潜势ἄν的祈愿式(ἰοίην)。这是间接引语中保留潜势祈愿式的结构,其中ἰοίην即εἶμι的第一人称单数祈愿式(与ἴοιμι并存),原封不动地保留了直接引语的潜势表达(“若他吩咐,我愿前往他那里”)。

  2. 5.5.4τούτων ἂν ἐδόκει ἥδιον ἀπαλλαγῆναι

    动词δοκέω的人称句构式(personal construction),与ἄν及不定式ἀπαλλαγῆναι连用,意为“他似乎更愿意摆脱他们”。这里没有采用非人称结构(ἐδόκει ἂν αὐτῷ...),而是以基亚克萨雷斯为主语;ἄν与不定式搭配,赋予其潜势和意愿色彩(“宁愿摆脱”)。

  3. 5.5.6δακρύων δὲ φανερὸς ἦν

    形容词φανερός搭配补充性分词(δακρύων)的典型人称句构式,意为“他明显在流泪”或“众人皆见他泪流满面”,而非使用非人称结构(φανερὸν ἦν αὐτὸν δακρύειν)。

  4. 5.5.8ὅτι, ὦ Κῦρε, δοκῶν γε δὴ ἐφʼ ὅσον ἀνθρώπων μνήμη ἐφικνεῖται καὶ τῶν πάλαι προγόνων καὶ πατρὸς βασιλέως πεφυκέναι

    该句以表示原因的ὅτι开头,直接回答前文的提问“τί μοι ὀργίζῃ...;”(为何对我动怒)。随后的分词短语(δοκῶν... πεφυκέναι 与 νομιζόμενος εἶναι)从属于主句谓语“ἐμαυτὸν μὲν ὁρῶ... σὲ δὲ... παρόντα”,通过分词所表达的高贵君王自认与主句所见之凄凉寒酸(及居鲁士之盛大)形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.5.1-5.5.9