- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.4.38-5.4.51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伽达塔斯携母亲、家资与部众加入居鲁士军中充任向导。经过巴比伦城时,居鲁士阐明列阵推进与侧向行军的战术区别,解释了与城墙保持距离的缘由,随后平定了叙利亚边境的三座要塞。
ἀκούσας ταῦτα ὁ Γαδάτας ἀνέπνευσέ τε καὶ εἶπεν· ἆρʼ οὖν, ἔφη, δυναίμην ἂν συσκευασάμενος φθάσαι πρίν σε ἐξιέναι;1 βούλομαι γάρ τοι, ἔφη, καὶ τὴν μητέρα ἄγειν μετʼ ἐμαυτοῦ. ναὶ μὰ Δίʼ, ἔφη, φθάσεις μέντοι.
听了这些话,伽达塔斯松了一口气,说道:“那么,我是否能够收拾行装,赶在您出发之前准备妥当?因为我确实希望,”他说,“把我的母亲也一同带在身边。”“凭宙斯起誓,你完全来得及,”居鲁士说。
ἐγὼ γὰρ ἐπισχήσω ἔστʼ ἂν φῇς καλῶς ἔχειν. οὕτω δὴ ὁ Γαδάτας ἀπελθὼν φύλαξι μὲν τὰ τείχη σὺν Κύρῳ ὠχυρώσατο, συνεσκευάσατο δὲ πάντα ὁπόσοις ἂν οἶκος μέγας καλῶς οἰκοῖτο. ἤγετο δὲ καὶ τῶν ἑαυτοῦ τῶν τε πιστῶν οἷς ἥδετο καὶ ὧν ἠπίστει πολλούς, ἀναγκάσας τοὺς μὲν καὶ γυναῖκας ἄγειν, τοὺς δὲ καὶ ἀδελφούς, ὡς δεδεμένους τούτοις κατέχοι αὐτούς.
“因为我将驻步等待,直到你说一切就绪为止。”于是伽达塔斯离去,与居鲁士一同派守军加固了要塞,并收拾好了一切足以维持豪门体面生活所需的器用资财。他还带走了许多属于自己的部下,既有那些忠诚且让他欢喜之人,也有那些他信不过之人;他强令其中一些人连同妻室、另一些人连同兄弟一并带走,以便借此把他们羁绊住而加以控制。
καὶ τὸν μὲν Γαδάταν εὐθὺς ὁ Κῦρος ἐν τοῖς περὶ αὑτὸν ᾔει ἔχων καὶ ὁδῶν φραστῆρα καὶ ὑδάτων καὶ χιλοῦ καὶ σίτου, ὡς εἴη ἐν ἀφθονωτάτοις στρατοπεδεύεσθαι.
居鲁士随即把伽达塔斯带在自己身边同行,作为道路、水源、草料和粮秣的向导,以便军队能在最充裕的供给中安营扎寨。
ἐπεὶ δὲ πορευόμενος καθεώρα τὴν τῶν Βαβυλωνίων πόλιν καὶ ἔδοξεν αὐτῷ ἡ ὁδὸς ἣν ᾔει παρʼ αὐτὸ τὸ τεῖχος φέρειν, καλέσας τὸν Γωβρύαν καὶ τὸν Γαδάταν ἠρώτα εἰ εἴη ἄλλη ὁδός, ὥστε μὴ πάνυ ἐγγὺς τοῦ τείχους ἄγειν.
居鲁士在进军途中望见了巴比伦人的城池,见自己所走的道路似乎正沿着城墙边缘蜿蜒前行,便召来戈布里亚斯和伽达塔斯,询问是否有其他道路,免得把部队带到离城墙过近之处。
καὶ ὁ Γωβρύας εἶπεν· εἰσὶ μέν, ὦ δέσποτα, καὶ πολλαὶ ὁδοί· ἀλλʼ ἔγωγʼ, ἔφη, ᾠόμην καὶ βούλεσθαι ἄν σε νῦν ὅτι ἐγγυτάτω τῆς πόλεως ἄγειν, ἵνα καὶ ἐπιδείξαις αὐτῷ ὅτι τὸ στράτευμά σου ἤδη πολύ τέ ἐστι καὶ καλόν· ἐπειδὴ καὶ ὅτε ἔλαττον εἶχες προσῆλθές τε πρὸς αὐτὸ τὸ τεῖχος καὶ ἐθεᾶτο ἡμᾶς οὐ πολλοὺς ὄντας· νῦν δὲ εἰ καὶ παρεσκευασμένος τί ἐστιν, ὥσπερ πρὸς σὲ εἶπεν ὅτι παρασκευάζοιτο ὡς μαχούμενός σοι, οἶδʼ ὅτι ἰδόντι αὐτῷ τὴν σὴν δύναμιν πάλιν ἀπαρασκευαστότατα τὰ αὑτοῦ φανεῖται.
戈布里亚斯回答道:“主人,道路确实有很多条;不过我个人原本以为,”他说,“您如今会愿意把部队带到尽可能靠近城池的地方,以便向他展示您的军队如今既人数众多又威武雄壮;因为先前当您的兵力较少时,您尚且逼近至城墙脚下,他也曾亲眼看到我们兵力寡少;如今即使他做了某些准备,正如他向您声称正准备与您交战那样,我深知,一旦他看到您的军力,必定会再度觉得自己的一切准备都彻底不足。”
καὶ ὁ Κῦρος πρὸς ταῦτα εἶπε· δοκεῖς μοι, ὦ Γωβρύα, θαυμάζειν ὅτι ἐν ᾧ μὲν χρόνῳ πολὺ μείονα ἔχων στρατιὰν ἦλθον, πρὸς αὐτὸ τὸ τεῖχος προσῆγον· νῦν δʼ ἐπεὶ πλείονα δύναμιν ἔχω, οὐκ ἐθέλω ὑπʼ αὐτὰ τὰ τείχη ἄγειν.
居鲁士对此答道:“戈布里亚斯,在我看来,你似乎感到奇怪:为何当初我带领少得多的军队前来时,曾直逼城墙之下;而如今我拥有了更庞大的兵力,却不愿将部队带到那些城墙脚下。
ἀλλὰ μὴ θαύμαζε· οὐ γὰρ τὸ αὐτό ἐστι προσάγειν τε καὶ παράγειν.2 προσάγουσι μὲν γὰρ πάντες οὕτω ταξάμενοι ὡς ἂν ἄριστοι εἶεν μάχεσθαι , παριέναι δὲ ἀνάγκη ἐστὶν ἐκτεταμέναις μὲν ταῖς ἁμάξαις, ἀνειρμένοις δὲ καὶ τοῖς ἄλλοις σκευοφόροις ἐπὶ πολύ· ταῦτα δὲ πάντα δεῖ προκεκαλύφθαι τοῖς ὁπλοφόροις καὶ μηδαμῇ τοῖς πολεμίοις γυμνὰ ὅπλων τὰ σκευοφόρα φαίνεσθαι.
但切莫奇怪;因为列阵进逼与行军侧过绝非一回事。所有列阵进逼的人,都是以最便于作战的阵型排列整齐而推进的,然而行军侧过之时,大车必然拉长,其他辎重队也必须在长距离上串连延伸;所有这些辎重都必须由全副武装的士卒在前方加以掩护,绝不可让敌军在任何地方看到未受武装保护的辎重队。
ἀνάγκη οὖν οὕτω πορευομένων ἐπὶ λεπτὸν καὶ ἀσθενὲς τὸ μάχιμον τετάχθαι· εἰ οὖν βούλοιντο ἁθρόοι ἐκ τοῦ τείχους προσπεσεῖν πῃ, ὅπῃ προσμείξειαν, πολὺ ἂν ἐρρωμενέστεροι συμμιγνύοιεν τῶν παριόντων· καὶ τοῖς μὲν ἐπὶ μακρὸν πορευομένοις μακραὶ καὶ αἱ ἐπιβοήθειαι, τοῖς δʼ ἐκ τοῦ τείχους βραχὺ πρὸς τὸ ἐγγὺς καὶ προσδραμεῖν καὶ πάλιν ἀπελθεῖν.
因此,以此种方式行军之人,战斗力量势必被部署得单薄而脆弱。设若敌军想要集中兵力从城墙上的某处向我们发起冲击,无论他们冲撞到何处,比起正在侧行通过的队伍,他们都将以占据绝对优势的兵力交锋;对于拉长队形行军的人而言,驰援的距离也极为漫长;而对于从城墙杀出的敌军来说,冲向近在咫尺的目标然后再撤回,路程却极其短促。
ἢν δὲ μὴ μεῖον ἀπέχοντες παρίωμεν ἢ ἐφʼ ὅσον καὶ νῦν ἐκτεταμένοι πορευόμεθα,3 τὸ μὲν πλῆθος κατόψονται ἡμῶν· ὑπὸ δὲ τῶν παρυφασμένων ὅπλων πᾶς ὄχλος δεινὸς φαίνεται.
然而,如果我们侧行通过时保持的距离,不小于我们眼下行军所延展的全部长度,他们固然能望见我们的人数规模,而在层叠交错的兵刃掩映之下,任何人群都会显得威势逼人。
ἂν δʼ οὖν τῷ ὄντι ἐπεξίωσί πῃ, ἐκ πολλοῦ προορῶντες αὐτοὺς οὐκ ἂν ἀπαράσκευοι λαμβανοίμεθα. μᾶλλον δέ, ὦ ἄνδρες, ἔφη, οὐδʼ ἐπιχειρήσουσιν, ὁπόταν πρόσω δέῃ ἀπὸ τοῦ τείχους ἀπιέναι, ἂν μὴ τῷ ὅλῳ ὑπολάβωσι τοῦ παντὸς κρείττους εἶναι· φοβερὰ γὰρ ἡ ἀποχώρησις. ἐπεὶ δὲ ταῦτʼ εἶπεν, ἔδοξέ τε ὀρθῶς τοῖς παροῦσι λέγειν καὶ ἦγεν ὁ Γωβρύας ὥσπερ ἐκέλευσε. παραμειβομένου δὲ τὴν πόλιν τοῦ στρατεύματος αἰεὶ τὸ ὑπολειπόμενον ἰσχυρότερον ποιούμενος ἀπεχώρει.
退一步说,就算他们当真从某处出城突击,我们在远处及早发现他们,也不致措手不及而被击破。更有甚者,诸位,”他说,“每当需要远离城墙作战之时,除非他们自认为全面优于我们的全军,否则他们甚至连尝试都不敢尝试;因为回撤之路是极其可怖的。”当他说完这番话,在场的人都认为他说得极有见地,戈布里亚斯便遵照他的吩咐引军前行。在军队侧行经过该城时,居鲁士不断加强留在后方的部队,以此掩护撤军。
ἐπεὶ δὲ πορευόμενος οὕτως ἐν ταῖς γιγνομέναις ἡμέραις ἀφικνεῖται εἰς τὰ μεθόρια τῶν Σύρων καὶ Μήδων, ἔνθενπερ ὡρμᾶτο, ἐνταῦθα δὴ τρία ὄντα τῶν Σύρων φρούρια, ἓν μὲν αὐτὸς τὸ ἀσθενέστατον βίᾳ προσβαλὼν ἔλαβε, τὼ δὲ δύο φοβῶν μὲν Κῦρος, πείθων δὲ Γαδάτας ἔπεισε παραδοῦναι τοὺς φυλάττοντας.4
就这样行军数日后,居鲁士抵达了他起兵之处的叙利亚人与米底人的边境地带。那里有叙利亚人的三座要塞,其中最薄弱的一座由他亲自强攻攻克,而其余两座要塞,居鲁士施加威吓,伽达塔斯予以劝诱,促使其守军开城投降。
- 5.4.38δυναίμην ἂν συσκευασάμενος φθάσαι πρίν σε ἐξιέναι;
动词 φθάνω 与补充性分词 συσκευασάμενος(收拾完毕)连用,后接带不定式和宾格主语的 πρίν 状语从句(πρίν σε ἐξιέναι,“在您出发之前”),意为“我能否收拾好行装,赶在您出发前完成?”。
- 5.4.44οὐ γὰρ τὸ αὐτό ἐστι προσάγειν τε καὶ παράγειν
前缀 προσ-(面向敌人正面推进)与 παρ-(沿着敌人侧翼旁经过)在军事术语上的鲜明对照。προσάγειν 指列好战阵直接向敌方正面逼近,而 παράγειν(以及紧随其后的 παριέναι)则指部队拉成纵队、侧翼暴露在敌前行军通过,这是后文论述行军部队防御薄弱的核心前提。
- 5.4.48ἢ ἐφʼ ὅσον καὶ νῦν ἐκτεταμένοι πορευόμεθα
由比较级结构 μὴ μεῖον ἀπέχοντες(保持不小于……的间距)所引导的比较基准。ἐφʼ ὅσον 为表示空间范围的关系代词短语,指代“眼下我们队伍拉长行军所延伸的全部长度”。居鲁士以此确定行军路线与城墙之间必须保持的安全防范距离。
- 5.4.51τὼ δὲ δύο φοβῶν μὲν Κῦρος, πείθων δὲ Γαδάτας ἔπεισε παραδοῦναι τοὺς φυλάττοντας
主句动词 ἔπεισε 为单数,但主语通过并列的主格分词短语分工呈现:φοβῶν μὲν Κῦρος(居鲁士施加威吓)与 πείθων δὲ Γαδάτας(伽达塔斯予以劝诱)。单数谓语动词体现了就近一致,或将二者的协同作用视作一个整体的行动结果。
