← 色诺芬

居鲁士的教育

§5.4.29-5.4.37

伽达塔斯的献礼与随居鲁士出征的提议

在居鲁士准备启程时,没有子嗣的伽达塔斯送来战马和重礼,并哀叹自己的命运,担忧居鲁士撤军后自己难逃报复;居鲁士提议为他的城堡设立防守,并邀他一同随军出征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.29

ἐπεὶ δὲ παρεσκευάζετο ἤδη ὁ Κῦρος ὡς ἀπιών, παρῆν ὁ Γαδάτας ἄλλα τε δῶρα πολλὰ καὶ παντοῖα φέρων καὶ ἄγων ὡς ἂν ἐξ οἴκου μεγάλου, καὶ ἵππους δὲ ἦγε πολλοὺς ἀφελόμενος τῶν ἑαυτοῦ ἱππέων οἷς ἠπιστήκει διὰ τὴν ἐπιβουλήν.

正当居鲁士准备启程出发之际,伽达塔斯携带着各类数额丰厚的馈赠前来,车载手提,极尽名门望族的气派;他还带来了许多战马,这些马是他从那些因谋反而失去他信任的麾下骑兵手中收缴而来的。

§5.4.30

ὡς δʼ ἐπλησίασεν, ἔλεξε τοιάδε. ὦ Κῦρε, νῦν μέν σοι ἐγὼ ταῦτα δίδωμι ἐν τῷ παρόντι, καὶ χρῶ αὐτοῖς, ἐὰν δέῃ τι· νόμιζε δʼ, ἔφη, καὶ τἆλλα πάντα τἀμὰ σὰ εἶναι. οὔτε γὰρ ἔστιν οὔτʼ ἔσται ποτὲ ὅτῳ ἐγὼ ἀπʼ ἐμοῦ φύντι καταλείψω τὸν ἐμὸν οἶκον·1 ἀλλʼ ἀνάγκη, ἔφη, σὺν ἐμοὶ τελευτῶντι πᾶν ἀποσβῆναι τὸ ἡμέτερον γένος καὶ ὄνομα.

他走近之后,开口说道:“居鲁士啊,目下我先将这些奉送给您,若有任何需要,但凭取用;不过,”他又说,“请把我的所有其他资财也视同您自己的一般。因为在我膝下,既没有、将来也决不会有我自己的骨肉来继承我的家业;反之,”他说,“随着我一死,我们的整个家族和名号都注定要归于泯灭。

§5.4.31

καὶ ταῦτα, ἔφη, ὦ Κῦρε, ὄμνυμί σοι θεούς, οἳ καὶ ὁρῶσι πάντα καὶ ἀκούουσι πάντα, οὔτε ἄδικον οὔτε αἰσχρὸν οὐδὲν οὔτε εἰπὼν οὔτε ποιήσας ἔπαθον.2 καὶ ἅμα ταῦτα λέγων κατεδάκρυσε τὴν ἑαυτοῦ τύχην καὶ οὐκέτι ἐδυνήθη πλείω εἰπεῖν.

“居鲁士啊,”他说,“我对洞察一切、聆听万事的神明起誓:我之所以遭受这般厄运,绝非因我说过或做过任何不义或可耻之事。”一边说着这番话,他一边为自己的命运失声痛哭,再也说不出多余的字句。

§5.4.32

καὶ ὁ Κῦρος ἀκούσας τοῦ μὲν πάθους ᾤκτιρεν αὐτόν, ἔλεξε δὲ ὧδε. ἀλλὰ τοὺς μὲν ἵππους δέχομαι, ἔφη· σέ τε γὰρ ὠφελήσω εὐνουστέροις δοὺς αὐτοὺς ἢ οἳ νῦν σοι εἶχον, ὡς ἔοικεν, ἐγώ τε οὗ δὴ πάλαι ἐπιθυμῶ, τὸ Περσῶν ἱππικὸν θᾶττον ἐκπληρώσω εἰς τοὺς μυρίους ἱππέας· τὰ δʼ ἄλλα χρήματα σὺ ἀπαγαγὼν φύλαττε, ἔστʼ ἂν ἐμὲ ἴδῃς ἔχοντα ὥστε σοῦ μὴ ἡττᾶσθαι ἀντιδωρούμενον· εἰ δὲ πλείω μοι δοὺς ἀπίοις ἢ λαμβάνοις παρʼ ἐμοῦ, μὰ τοὺς θεοὺς οὐκ οἶδʼ ὅπως ἂν δυναίμην μὴ αἰσχύνεσθαι.

居鲁士听闻此言,对他的悲惨遭遇深表同情,于是说道:“这些战马我收下了,”他说,“因为把它们分给那些看来比原先替你领马之人对你更忠诚的人,我既能对你有所助益,而我自己也能更快地把波斯骑兵扩充到我渴望已久的一万人规模;至于其他的财产,请你带回去妥善保管,直到你看我有能力在回赠的厚礼上不输于你为止。要是你送给我的比你从我这里得到的还要多,然后就此离去,指着诸神发誓,我真不知道怎样才能不感到羞愧了。”

§5.4.33

πρὸς ταῦτα ὁ Γαδάτας εἶπεν· ἀλλὰ ταῦτα μέν, ἔφη, πιστεύω σοι· ὁρῶ γάρ σου τὸν τρόπον· φυλάττειν μέντοι ὅρα εἰ ἐπιτήδειός εἰμι.

伽达塔斯对此回答道:“关于这番话,我自然深信不疑,”他说,“因为我深知您的为人;然而,请您考虑一下我是否有能力保住这些资财。

§5.4.34

ἕως μὲν γὰρ φίλοι ἦμεν τῷ Ἀσσυρίῳ, καλλίστη ἐδόκει εἶναι ἡ τοῦ ἐμοῦ πατρὸς κτῆσις· τῆς γὰρ μεγίστης πόλεως Βαβυλῶνος ἐγγὺς οὖσα ὅσα μὲν ὠφελεῖσθαι ἔστιν ἀπὸ μεγάλης πόλεως, ταῦτα ἀπελαύομεν, ὅσα δὲ ἐνοχλεῖσθαι, οἴκαδε δεῦρʼ ἀπιόντες τούτων ἐκποδὼν ἦμεν· νῦν δʼ ἐπεὶ ἐχθροί ἐσμεν, δῆλον ὅτι ἐπειδὰν σὺ ἀπέλθῃς, καὶ αὐτοὶ ἐπιβουλευσόμεθα καὶ ὁ οἶκος ὅλος, καὶ οἶμαι λυπηρῶς βιωσόμεθα ὅλως τοὺς ἐχθροὺς καὶ πλησίον ἔχοντες καὶ κρείττους ἡμῶν αὐτῶν ὁρῶντες.

“因为以往当我们与亚述人修好之时,我父亲的这处产业显得无比美好:地处大都会巴比伦近郊,凡大都会所能带来的便利,我们尽皆享受;凡有所繁扰,我们退回此地家中便可避之不及。但如今我们既已反目成仇,显而易见,一旦您离开,我们自身以及整个家族都必将成为阴谋暗算的靶子;敌人在侧且实力远胜于我们,眼睁睁看着这一切,我想我们将度过彻底痛苦的一生。

§5.4.35

τάχʼ οὖν εἴποι τις ἄν· καὶ τί δῆτα οὐχ οὕτως ἐνενοοῦ πρὶν ἀποστῆναι; ὅτι, ὦ Κῦρε, ἡ ψυχή μου διὰ τὸ ὑβρίσθαι καὶ ὀργίζεσθαι οὐ τὸ ἀσφαλέστατον σκοποῦσα διῆγεν, ἀλλʼ αἰεὶ τοῦτο κυοῦσʼ, ἆρά ποτʼ ἔσται ἀποτείσασθαι τὸν καὶ θεοῖς ἐχθρὸν καὶ ἀνθρώποις, ὃς διατελεῖ μισῶν, οὐκ ἤν τίς τι αὐτὸν ἀδικῇ, ἀλλʼ ἐάν τινα ὑποπτεύσῃ βελτίονα αὑτοῦ εἶναι.

“或许有人会说:‘那你叛变之前究竟为何不这般深思熟虑呢?’居鲁士啊,这是因为我的心灵由于遭受奇耻大辱而怒不可遏,根本不曾去盘算何为万全之策,而是日夜怀揣着这桩心事:究竟何时才能向那个神人共愤的恶贼复仇?那个恶贼之所以没完没了地忌恨他人,并不是因为别人对他有何侵害,而仅仅是只要怀疑有人胜过自己,他便容不得。

§5.4.36

τοιγαροῦν οἶμαι αὐτὸς πονηρὸς ὢν πᾶσι πονηροτέροις αὑτοῦ συμμάχοις χρήσεται. ἐὰν δέ τις ἄρα καὶ βελτίων αὐτοῦ φανῇ, θάρρει, ἔφη, ὦ Κῦρε, οὐδέν σε δεήσει τῷ ἀγαθῷ ἀνδρὶ μάχεσθαι, ἀλλʼ ἐκεῖνος τοῦτο ἀρκέσει μηχανώμενος, ἕως ἂν ἕλῃ τὸν ἑαυτοῦ βελτίονα. τοῦ μέντοι ἐμὲ ἀνιᾶν καὶ σὺν πονηροῖς ῥᾳδίως οἶμαι κρείττων ἔσται.

“因此我想,他既然自身卑鄙,所用盟友也必将是比他更为卑鄙之徒。如果当真有谁显得比他优秀,居鲁士啊,请放心,”他说,“根本用不着您与那位义士交战,单凭那个恶贼不断施展阴谋诡计,就足以将其毁灭,直到除掉比自己贤能的人为止。然而单就折磨我而言,即便倚仗卑鄙之徒,我想他也足以轻易胜过我。”

§5.4.37

ἀκούσαντι ταῦτα τῷ Κύρῳ ἔδοξεν ἄξια ἐπιμελείας λέγειν· καὶ εὐθὺς εἶπε· τί οὖν, ἔφη, ὦ Γαδάτα, οὐχὶ τὰ μὲν τείχη φυλακῇ ἐχυρὰ ἐποιήσαμεν,3 ὅπως ἄν σοι σῷα ᾖ χρῆσθαι ἀσφαλῶς, ὁπόταν εἰς αὐτὰ ἴῃς· αὐτὸς δὲ σὺν ἡμῖν στρατεύῃ, ἵνα ἢν οἱ θεοὶ ὥσπερ νῦν σὺν ἡμῖν ὦσιν, οὗτος σὲ φοβῆται, ἀλλὰ μὴ σὺ τοῦτον; ὅ τι δὲ ἡδύ σοι ὁρᾶν τῶν σῶν ἢ ὅτῳ συνὼν χαίρεις, ἔχων σὺν σαυτῷ πορεύου. καὶ σύ τʼ ἂν ἐμοί, ὥς γʼ ἐμοὶ δοκεῖ, πάνυ χρήσιμος εἴης, ἐγώ τε σοὶ ὅσα ἂν δύνωμαι πειράσομαι.

居鲁士听了这些话,觉得他的顾虑甚有道理,随即说道:“那么,伽达塔斯,”他说,“我们为何不派守军将要塞加固防守,以便无论何时你进入城堡,都能平安无虞地使用它们;而你本人则随同我们一起出征?这样一来,若神明如眼下这般护佑我们,惧怕的将是他而不是你。你家业中凡是让你赏心悦目的财物,凡是能让你怡然自得的亲友,尽可携带着同行。而且依我看来,你将对我大有裨益,而我对于你,也会倾尽所能全力相助。”

语法注3 条
  1. 5.4.30οὔτε γὰρ ἔστιν οὔτʼ ἔσται ποτὲ ὅτῳ ἐγὼ ἀπʼ ἐμοῦ φύντι καταλείψω τὸν ἐμὸν οἶκον

    关系从句中的与格短语 ὅτῳ ... φύντι 作 καταλείψω 的间接宾语。先行词(如与格代词 τούτῳ)被省略,整句意为“既没有、将来也决不会有我亲生的子嗣作为我托付家产的对象”。

  2. 5.4.30καὶ ταῦτα, ἔφη, ὦ Κῦρε, ὄμνυμί σοι θεούς... οὔτε ἄδικον οὔτε αἰσχρὸν οὐδὲν οὔτε εἰπὼν οὔτε ποιήσας ἔπαθον

    短语 ὄμνυμί σοι θεούς 遵循以所发誓之神明作宾格(θεούς)的常规句法。整句出现倒置与长距离离隔(hyperbaton):句首的 καὶ ταῦτα 实际上是后方主要动词 ἔπαθον 的宾语,骨干结构即“神明在上,我遭受这等厄运,绝非因我说过或做过任何不义或可耻之事”。

  3. 5.4.37τί οὖν, ἔφη, ὦ Γαδάτα, οὐχὶ τὰ μὲν τείχη φυλακῇ ἐχυρὰ ἐποιήσαμεν

    句式 τί οὖν οὐ(χὶ)... 后接不定过去式直陈语气(ἐποιήσαμεν),并非用于追问过去的真实疑问句(“为什么过去没有做……”),而是古典希腊语中表示急迫、积极的当即提议或劝诱的惯用句型(“我们何不立刻把……做妥呢?”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.4.29-5.4.37