← 色诺芬

居鲁士的教育

§5.4.20-5.4.28

安葬卡杜西战死者与保护务农者的协定

居鲁士阐明了分队作战的原则,命卡杜西人选举新首领,并率军前往事发地安葬战死者并蹂躏敌境。随后他与亚述王达成协定保护务农平民,将战事限定在武装军人之间。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.20

καὶ οὐ τοῦτο, ἔφη, λέγω ὡς οὐ δεῖ ποτε καὶ ἐλάττονι ἔτι μορίῳ ἰέναι, ὅπου ἂν δέῃ, ἢ νῦν ὁ Καδούσιος ᾤχετο· ἀλλʼ ἐάν τις κοινούμενος ὁρμᾶται τῷ ἱκανῷ βοηθῆσαι, ἔστι μὲν ἀπαρτηθῆναι, ἔστι δὲ τῷ ὑπομένοντι ἐξαπατήσαντι τοὺς πολεμίους ἄλλοσε τρέψαι ἀπὸ τῶν ἐξεληλυθότων, ἔστι δὲ ἄλλα παρέχοντα πράγματα τοῖς πολεμίοις τοῖς φίλοις ἀσφάλειαν παρέχειν·1 καὶ οὕτω μὲν οὐδʼ ὁ χωρὶς ὢν ἀπέσται, ἀλλʼ ἐξαρτήσεται τῆς ἰσχύος· ὁ δὲ ἀπεληλυθὼς μὴ ἀνακοινωσάμενος, ὅπου ἂν ᾖ, οὐδὲν διάφορον πάσχει ἢ εἰ μόνος ἐστρατεύετο.

“而且我说的并不是这个,”他说道,“即只要有需要,就决不可派遣比这次卡杜西人所带兵力更少的分队出征;而是说,如果一个人是在与有能力施以援手的人商议妥当之后再出动,那么分遣一部是可行的,留守的部队也能够通过诱骗敌人而将他们引离出击的部队,并且能够通过给敌人制造其他麻烦来为友军提供安全保障。这样一来,即便是孤军在外的部队也不会陷于孤立,反而依然依托着大军的威势;但若是不加商议擅自出走,无论身在何处,其遭遇都与独自一人孤军出征毫无二致。

§5.4.21

ἀλλʼ ἀντὶ μὲν τούτου, ἔφη, ἐὰν θεὸς θέλῃ, ἀμυνούμεθα τοὺς πολεμίους οὐκ εἰς μακράν. ἀλλʼ ἐπειδὰν τάχιστα ἀριστήσητε, ἄξω ὑμᾶς ἔνθα τὸ πρᾶγμα ἐγένετο· καὶ ἅμα μὲν θάψομεν τοὺς τελευτήσαντας, ἅμα δὲ δείξομεν τοῖς πολεμίοις ἔνθα κρατῆσαι νομίζουσιν ἐνταῦθα ἄλλους αὐτῶν κρείττους, ἢν θεὸς θέλῃ· ἐὰν δὲ μὴ ἀντεπεξίωσι, καύσομεν αὐτῶν τὰς κώμας καὶ δῃώσομεν τὴν χώραν, ἵνα μὴ ἃ ἡμᾶς ἐποίησαν ὁρῶντες εὐφραίνωνται, ἀλλὰ τὰ ἑαυτῶν κακὰ θεώμενοι ἀνιῶνται, καὶ ὅπως γε μηδὲ τὸ χωρίον ἡδέως ὁρῶσιν ἔνθα κατέκανον ἡμῶν τοὺς συμμάχους.

“不过,”他又说,“作为对这件事的补偿,若蒙神明眷顾,我们不久便要向敌人讨还公道。诸位用过早餐之后,我立刻带你们前往事发地点;我们既要安葬阵亡将士,同时也要在敌人自以为得胜的地方,向他们表明还有胜过他们的人在,若神明许可的话。如果他们不敢出战迎敌,我们便烧毁他们的村庄,蹂躏他们的土地,使他们不致因看着加诸我们身上的苦难而得意,反而因目睹自身的灾祸而痛苦,让他们决不能欣喜地看着杀害我们盟友的那片地方。

§5.4.22

οἱ μὲν οὖν ἄλλοι, ἔφη, ἀριστᾶτε ἰόντες· ὑμεῖς δέ, ὦ Καδούσιοι, πρῶτον μὲν ἀπελθόντες ἄρχοντα ὑμῶν αὐτῶν ἕλεσθε ᾗπερ ὑμῖν νόμος, ὅστις ὑμῶν ἐπιμελήσεται σὺν τοῖς θεοῖς καὶ σὺν ἡμῖν, ἄν τι προσδέησθε· ἐπειδὰν δὲ ἕλησθε, πέμψατε πρὸς ἐμὲ τὸν αἱρεθέντα καὶ ἀριστήσατε.

“因此,其余的人,”他说道,“且去用早餐;但是卡杜西人啊,你们首先应当退下,按照你们的习俗为自己选出一位首领,以便在神明和我们的协助下照料你们,假若你们还有什么额外需要的话;选定之后,便将当选之人送到我这里来,然后去用早餐。”

§5.4.23

οἱ μὲν δὴ ταῦτʼ ἔπραξαν· ὁ δὲ Κῦρος ἐπεὶ ἐξήγαγε τὸ στράτευμα, κατέστησεν εἰς τάξιν τὸν ᾑρημένον ὑπὸ τῶν Καδουσίων καὶ ἐκέλευσε πλησίον αὑτοῦ ἄγειν τὴν τάξιν, ὅπως, ἔφη, ἂν δυνώμεθα, ἀναθαρρύνωμεν τοὺς ἄνδρας. οὕτω δὴ ἐπορεύοντο· καὶ ἐλθόντες ἔθαπτον μὲν τοὺς Καδουσίους, ἐδῄουν δὲ τὴν χώραν. ποιήσαντες δὲ ταῦτα ἀπῆλθον τὰ ἐπιτήδεια ἐκ τῆς πολεμίας ἔχοντες πάλιν εἰς τὴν Γαδάτα.

众人遵照执行;居鲁士率领大军出征后,便将卡杜西人选出的首领安置在阵列之中,命他率部紧随自己左右,“这样,”他说,“倘若我们做得到,便能重振将士们的士气。”他们就这样行进;抵达之后,他们安葬了卡杜西人的死者,并蹂躏了那片土地。办完这些事后,他们带着从敌方土地上筹集的补给,再次返回了伽达塔斯的领地。

§5.4.24

ἐννοήσας δὲ ὅτι οἱ πρὸς αὐτὸν ἀφεστηκότες ὄντες πλησίον Βαβυλῶνος κακῶς πείσονται, ἂν μὴ αὐτὸς αἰεὶ παρῇ, οὕτως ὅσους τε τῶν πολεμίων ἀφίει, τούτους ἐκέλευε λέγειν τῷ Ἀσσυρίῳ, καὶ αὐτὸς κήρυκα ἔπεμψε πρὸς αὐτὸν ταὐτὰ λέγοντα, ὅτι ἕτοιμος εἴη τοὺς ἐργαζομένους τὴν γῆν ἐᾶν καὶ μὴ ἀδικεῖν, εἰ καὶ ἐκεῖνος βούλοιτο ἐᾶν ἐργάζεσθαι τοὺς τῶν πρὸς αὑτὸν ἀφεστηκότων ἐργάτας.

居鲁士考虑到归顺于他的人地近巴比伦,只要自己不常驻在侧,他们势必会遭受惨痛的侵害,于是他便吩咐每一批获释的敌方战俘转告亚述王,他自己也派使者向亚述王传达了同样的口信:只要亚述王也愿意放任归顺居鲁士者的农工安心耕作,他居鲁士就乐意放过并决不侵害从事农耕的平民。

§5.4.25

καίτοι, ἔφη, σὺ μὲν ἂν καὶ δύνῃ κωλύειν, ὀλίγους τινὰς κωλύσεις·2 ὀλίγη γάρ ἐστι χώρα ἡ τῶν πρὸς ἐμὲ ἀφεστηκότων· ἐγὼ δὲ πολλὴν ἄν σοι χώραν ἐῴην ἐνεργὸν εἶναι. εἰς δὲ τὴν τοῦ καρποῦ κομιδήν, ἐὰν μὲν πόλεμος ᾖ, ὁ ἐπικρατῶν οἶμαι καρπώσεται· ἐὰν δὲ εἰρήνη, δῆλον, ἔφη, ὅτι σύ. ἐὰν μέντοι τις ἢ τῶν ἐμῶν ὅπλα ἀνταίρηται σοὶ ἢ τῶν σῶν ἐμοί, τούτους, ἔφη, ὡς ἂν δυνώμεθα ἑκάτεροι ἀμυνούμεθα.

“况且,”他说道,“即便你能予以阻挠,所能阻挠的也只不过是少数人,因为归顺于我的领地极为有限;而我却能放任你的大片土地得以耕作。至于作物的收获,若是继续交战,我想自然由得胜者收获;若是处于和平,显然收获归你。然而,假若我麾下有人向你动武,或是你麾下有人向我开战,我们双方各凭所能迎战还击便是。”

§5.4.26

ταῦτα ἐπιστείλας τῷ κήρυκι ἔπεμψεν αὐτόν. οἱ δὲ Ἀσσύριοι ὡς ἤκουσαν ταῦτα, πάντα ἐποίουν πείθοντες τὸν βασιλέα συγχωρῆσαι ταῦτα καὶ ὅτι μικρότατον τοῦ πολέμου λιπεῖν.

居鲁士向使者交代了这些指令后便将他打发去了。亚述人听闻此信后,极力劝说国王接受这些条件,并尽量将战争范围缩小到最低限度。

§5.4.27

καὶ ὁ Ἀσσύριος μέντοι εἴτε ὑπὸ τῶν ὁμοφύλων πεισθεὶς εἴτε καὶ αὐτὸς οὕτω βουληθεὶς συνῄνεσε ταῦτα· καὶ ἐγένοντο συνθῆκαι τοῖς μὲν ἐργαζομένοις εἰρήνην εἶναι, τοῖς δʼ ὁπλοφόροις πόλεμον.

而亚述王不知是受国人劝说,抑或自己也是这般心愿,便同意了这些条件;双方遂达成协定:务农者得享和平,执兵戈者继续交战。

§5.4.28

ταῦτα μὲν δὴ διεπέπρακτο περὶ τῶν ἐργατῶν ὁ Κῦρος· τὰς μέντοι νομὰς τῶν κτηνῶν τοὺς μὲν ἑαυτοῦ φίλους ἐκέλευσε καταθέσθαι, εἰ βούλοιντο, ἐν τῇ ἑαυτῶν ἐπικρατείᾳ· τὴν δὲ τῶν πολεμίων λείαν ἦγον ὁπόθεν δύναιντο, ὅπως εἴη ἡ στρατεία ἡδίων τοῖς συμμάχοις. οἱ μὲν γὰρ κίνδυνοι οἱ αὐτοὶ καὶ ἄνευ τοῦ λαμβάνειν τὰ ἐπιτήδεια, ἡ δʼ ἐκ τῶν πολεμίων τροφὴ κουφοτέραν τὴν στρατείαν ἐδόκει παρέχειν.

关于农工之事居鲁士就是这样办妥的;至于牲畜的放牧,他吩咐自己的盟友们只要愿意,便将畜群安置在各自的辖地之内;而敌方的牲畜战利品,凡能抢夺之处他们照抢不误,以便使盟军的征程更加愉快。因为哪怕不就地夺取补给,面临的危险也毫无二致,而从敌人那里获取给养,却显然能使全军的征战轻松得多。

语法注2 条
  1. 5.4.20ἔστι μὲν ἀπαρτηθῆναι, ἔστι δὲ τῷ ὑπομένοντι ἐξαπατήσαντι τοὺς πολεμίους ἄλλοσε τρέψαι ἀπὸ τῶν ἐξεληλυθότων, ἔστι δὲ ἄλλα παρέχοντα πράγματα τοῖς πολεμίοις τοῖς φίλοις ἀσφάλειαν παρέχειν

    非人称动词 ἔστι(相当于 ἔξεστι,“可以/是可能的”)连用三次,所引导的不定式从句在逻辑主语的格上发生了变化:第一分句(ἔστι μὲν ἀπαρτηθῆναι)省略了泛指主语;第二分句以与格分词 τῷ ὑπομένοντι ἐξαπατήσαντι 作为不定式 τρέψαι 的逻辑主语;第三分句中不定式 παρέχειν 的逻辑主语则转为宾格分词 ἄλλα παρέχοντα πράγματα(由与格向宾格+不定式结构的自然转换)。

  2. 5.4.25σὺ μὲν ἂν καὶ δύνῃ κωλύειν, ὀλίγους τινὰς κωλύσεις

    ἂν καὶ δύνῃ 是带有虚拟式的让步条件状语从句(相当于 ἐὰν καὶ δύνῃ 或 κἂν δύνῃ,“即使你能够阻止”)。主句为主动态将来时直说语气 ὀλίγους τινὰς κωλύσεις(“你所能阻止的也只不过是少数人”)。此处 ἄν 是连接词 ἐάν 的缩合形式,支配虚拟式 δύνῃ,而非表示潜能语气的不变化词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.4.20-5.4.28