← 色诺芬

居鲁士的教育

§5.4.10-5.4.19

伽达塔斯的感恩与卡杜西军溃败的教训

居鲁士探望负伤的伽达塔斯,伽达塔斯对居鲁士及各同盟军的救援深表感激并大备筵席款待。与此同时,擅自出击劫掠的卡杜西部队遭到亚述军伏击溃败,居鲁士悉心救治伤员并以此警示全军不可分散兵力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.10

Κῦρος μὲν δὴ διαπραξάμενος ταῦτα ἐπαναχωρεῖ εἰς τὴν Γαδάτα χώραν· καὶ προστάξας οἷς ἔδει ἀμφὶ τὰ αἰχμάλωτα ἔχειν, εὐθὺς ἐπορεύετο, ὡς ἐπισκέψαιτο τὸν Γαδάταν πῶς ἔχοι ἐκ τοῦ τραύματος. πορευομένῳ δὲ αὐτῷ ὁ Γαδάτας ἐπιδεδεμένος ἤδη τὸ τραῦμα ἀπαντᾷ. ἰδὼν δὲ αὐτὸν ὁ Κῦρος ἥσθη τε καὶ εἶπεν· ἐγὼ δὲ πρὸς σὲ ᾖα ἐπισκεψόμενος πῶς ἔχεις.

办妥这些事情后,居鲁士便返回伽达塔斯的领地。他向负责照管俘虏和战利品的人交代了任务后,立即动身前往探望伽达塔斯,看他的伤势如何。他正在路上走着,伽达塔斯伤口已经包扎完毕,迎面赶来相迎。居鲁士一见他,十分高兴,说道:“我正要去探望你,看你伤情如何呢。”

§5.4.11

ἐγὼ δέ γʼ, ἔφη ὁ Γαδάτας, ναὶ μὰ τοὺς θεοὺς σὲ ἐπαναθεασόμενος ᾖα ὁποῖός τίς ποτε φαίνῃ ἰδεῖν ὁ τοιαύτην ψυχὴν ἔχων· ὅστις οὔτʼ οἶδα ἔγωγε ὅ τι νῦν ἐμοῦ δεόμενος οὔτε μὴν ὑποσχόμενός γέ μοι ταῦτα πράξειν οὔτʼ εὖ πεπονθὼς ὑπʼ ἐμοῦ εἴς γε τὸ ἴδιον οὐδʼ ὁτιοῦν, ἀλλʼ ὅτι τοὺς φίλους ἔδοξά σοί τι ὀνῆσαι, οὕτω μοι προθύμως ἐβοήθησας ὡς νῦν τὸ μὲν ἐπʼ ἐμοὶ οἴχομαι, τὸ δʼ ἐπὶ σοὶ σέσωσμαι.1

伽达塔斯说道:“而我呢,凭诸神起誓,正要再来看看您,看看具有如此胸襟的人究竟生得何等模样。据我所知,您如今既不对我有何所求,也不曾向我许诺过会做这些事,私下里更未从我这里受过丝毫恩惠,却仅仅因为见我曾给您的朋友帮过一点忙,就如此热切地来救援我,以致就我自身而言本已丧命,因着您却得以保全。

§5.4.12

οὐ μὰ τοὺς θεούς, ὦ Κῦρε, εἰ ἦν οἷος ἔφυν ἐξ ἀρχῆς καὶ ἐπαιδοποιησάμην, οὐκ οἶδʼ ἂν εἰ ἐκτησάμην παῖδα τοιοῦτον περὶ ἐμέ·2 ἐπεὶ ἄλλους τε οἶδα παῖδας καὶ τοῦτον τὸν νῦν Ἀσσυρίων βασιλέα πολὺ πλείω ἤδη τὸν αὑτοῦ πατέρα ἀνιάσαντα ἢ σὲ νῦν δύναται ἀνιᾶν.

凭诸神起誓,居鲁士啊,假若我仍如初生时那般健全,生儿育女,我也不知道能否得到一个对我如此关切孝顺的儿子。因为我知道许多别的儿子,就包括这位当今的亚述王,他曾经给他生父带来的痛苦,早已远远超过他现在所能带给您的痛苦了。”

§5.4.13

καὶ ὁ Κῦρος πρὸς ταῦτα εἶπεν ὧδε· ὦ Γαδάτα, ἦ πολὺ μεῖζον παρεὶς θαῦμα ἐμὲ νῦν θαυμάζεις. καὶ τί δὴ τοῦτʼ ἔστιν; ἔφη ὁ Γαδάτας. ὅτι τοσοῦτοι μέν, ἔφη, Περσῶν ἐσπούδασαν περὶ σέ, τοσοῦτοι δὲ Μήδων, τοσοῦτοι δὲ Ὑρκανίων, πάντες δὲ οἱ παρόντες Ἀρμενίων καὶ Σακῶν καὶ Καδουσίων.

居鲁士对此回答道:“伽达塔斯啊,你如今赞赏我,实则是忽视了一件大得多的奇迹。”“那究竟是什么呢?”伽达塔斯说道;〔居鲁士〕说道:“就是有如此众多的波斯人为你不遗余力,有如此众多的米底人,如此众多的希尔卡尼亚人,以及在场的所有亚美尼亚人、萨卡人和卡杜西人。”

§5.4.14

καὶ ὁ Γαδάτας ἐπηύξατο· ἀλλʼ, ὦ Ζεῦ, ἔφη, καὶ τούτοις πόλλʼ ἀγαθὰ δοῖεν οἱ θεοί, καὶ πλεῖστα τῷ αἰτίῳ τοῦ καὶ τούτους τοιούτους εἶναι. ὅπως μέντοι οὓς ἐπαινεῖς τούτους, ὦ Κῦρε, ξενίσωμεν καλῶς, δέχου τάδε ξένια οἷα ἐγὼ δοῦναι δύναμαι. ἅμα δὲ προσῆγε πάμπολλα, ὥστε καὶ θύειν τὸν βουλόμενον καὶ ξενίζεσθαι πᾶν τὸ στράτευμα ἀξίως τῶν καλῶς πεποιημένων καὶ καλῶς συμβάντων.

伽达塔斯遂祈愿道:“啊,宙斯啊,愿诸神也赐给这些人诸多福分,而将最多的福分赐给使他们也成为这等人的那位!然而,居鲁士啊,为了使我们能好好款待您所称赞的这些人,请收下我所能提供的这些待客礼品吧。”说着,他送来了极多的物资,以致任何想献祭的人都能献祭,全军上下都能受到配得上其辉煌战功与圆满结局的款待。

§5.4.15

ὁ δὲ Καδούσιος ὠπισθοφυλάκει καὶ οὐ μετέσχε τῆς διώξεως· βουλόμενος δὲ καὶ αὐτὸς λαμπρόν τι ποιῆσαι, οὔτε ἀνακοινωσάμενος οὔτε εἰπὼν οὐδὲν Κύρῳ καταθεῖ τὴν πρὸς Βαβυλῶνα χώραν. διεσπασμένοις δὲ τοῖς ἵπποις αὐτοῦ ἀπιὼν ὁ Ἀσσύριος ἐκ τῆς ἑαυτοῦ πόλεως, οἷ κατέφυγε, συντυγχάνει μάλα συντεταγμένον ἔχων τὸ αὑτοῦ στράτευμα.

当时卡杜西人的首领负责殿后,未能参与追击;他自己也一心想立下显赫的战功,便既不与居鲁士商议,也未向他透露半句,就径直奔袭巴比伦方向的领土。当他的骑兵正分散掠夺之时,正从自己避难的那座城中离去的亚述王,率领队列极其严整的军队迎面遭遇了他们。

§5.4.16

ὡς δʼ ἔγνω μόνους ὄντας τοὺς Καδουσίους, ἐπιτίθεται, καὶ τόν τε ἄρχοντα τῶν Καδουσίων ἀποκτείνει καὶ ἄλλους πολλούς, καὶ ἵππους τινὰς λαμβάνει τῶν Καδουσίων καὶ ἣν ἄγοντες λείαν ἐτύγχανον ἀφαιρεῖται. καὶ ὁ μὲν Ἀσσύριος διώξας ἄχρι οὗ ἀσφαλὲς ᾤετο εἶναι ἀπετράπετο· οἱ δὲ Καδούσιοι ἐσῴζοντο πρὸς τὸ στρατόπεδον ἀμφὶ δείλην οἱ πρῶτοι.

亚述王看出只有卡杜西人孤军深入,便发起猛攻,杀死了卡杜西人的首领和许多其他人,夺走了卡杜西人的一些马匹,并抢回了他们正在驱赶的战利品。亚述王追击到自认为安全的地方后便折返回去;而卡杜西人的先头部队直到傍晚时分才逃回营地。

§5.4.17

Κῦρος δʼ ὡς ᾔσθετο τὸ γεγονός, ἀπήντα τε τοῖς Καδουσίοις καὶ ὅντινα ἴδοι τετρωμένον ἀναλαμβάνων τοῦτον μὲν ὡς Γαδάταν ἔπεμπεν, ὅπως θεραπεύοιτο, τοὺς δʼ ἄλλους συγκατεσκήνου καὶ ὅπως τὰ ἐπιτήδεια ἕξουσι συνεπεμελεῖτο, παραλαμβάνων Περσῶν τῶν ὁμοτίμων συνεπιμελητάς· ἐν γὰρ τοῖς τοιούτοις οἱ ἀγαθοὶ ἐπιπονεῖν ἐθέλουσι.

居鲁士得知所发生的一切后,便亲自前去迎接卡杜西人,凡见到负伤者,便接纳过来送到伽达塔斯处接受治疗;对于其余的人,他安排他们共同扎营,并悉心照料他们的给养,还从波斯平等人中挑选得力助手一同照料;因为在遇到此类困境时,优秀之人总是乐于同甘共苦的。

§5.4.18

καὶ ἀνιώμενος μέντοι ἰσχυρῶς δῆλος ἦν, ὡς καὶ τῶν ἄλλων δειπνούντων ἡνίκα ὥρα ἦν, Κῦρος ἔτι σὺν τοῖς ὑπηρέταις καὶ τοῖς ἰατροῖς οὐδένα ἑκὼν ἀτημέλητον παρέλειπεν, ἀλλʼ ἢ αὐτόπτης ἐφεώρα ἢ εἰ μὴ αὐτὸς ἐξανύτοι, πέμπων φανερὸς ἦν τοὺς θεραπεύσοντας.3

而且他显然深感痛心。因为即使在到了时辰别人都在用晚餐时,居鲁士依然带着侍从和医官四处奔忙,决不故意漏下一人疏于照料;他要么亲眼视察巡视,要么在自己分身乏术时,显然也在不断派遣人员前去救治。

§5.4.19

καὶ τότε μὲν οὕτως ἐκοιμήθησαν. ἅμα δὲ τῇ ἡμέρᾳ κηρύξας συνιέναι τῶν μὲν ἄλλων τοὺς ἄρχοντας, τοὺς δὲ Καδουσίους ἅπαντας, ἔλεξε τοιάδε. ἄνδρες σύμμαχοι, ἀνθρώπινον τὸ γεγενημένον· τὸ γὰρ ἁμαρτάνειν ἀνθρώπους ὄντας οὐδὲν οἴομαι θαυμαστόν. ἄξιοί γε μέντοι ἐσμὲν τοῦ γεγενημένου πράγματος τούτου ἀπολαῦσαί τι ἀγαθόν, τὸ μαθεῖν4 μήποτε διασπᾶν ἀπὸ τοῦ ὅλου δύναμιν ἀσθενεστέραν τῆς τῶν πολεμίων δυνάμεως.

那一夜他们就这样睡下了。拂晓时分,居鲁士下令召集其他各族的将领以及卡杜西人的全体将士,并发表了如下讲话:“同盟军战士们,所发生的事情乃是人之常情;因为人身为凡胎,犯下错误我认为并不足为奇。然而,我们完全有理由从这件既成之事中汲取一些益处,那就是学到一个教训:决不可把一支弱于敌方军力的部队从主力大军中分离开来。”

语法注4 条
  1. 5.4.11τὸ μὲν ἐπʼ ἐμοὶ οἴχομαι, τὸ δʼ ἐπὶ σοὶ σέσωσμαι

    短语 τὸ μέν 与 τὸ δέ 作表限制的副词性宾格(“在……方面”)。与介词短语 ἐπʼ ἐμοί 及 ἐπὶ σοί(“就取决于我/取决于您而言”)结合,构成对称的反衬惯用表达,意为“就我自己而言早已完蛋,但赖您所赐而得以保全”。

  2. 5.4.12οὐκ οἶδʼ ἂν εἰ ἐκτησάμην παῖδα τοιοῦτον περὶ ἐμέ

    小词 ἄν 在逻辑上修饰从属从句中的与事实相反的过去未完成/不定过去时直陈式动词 ἐκτησάμην,但被前置(倒装/hyperbaton)紧接在 οὐκ οἶδα 之后,构成常见的惯用搭配 οὐκ οἶδʼ ἄν εἰ(“我不知道自己是否能够得到……”)。

  3. 5.4.18ἀλλʼ ἢ αὐτόπτης ἐφεώρα ἢ εἰ μὴ αὐτὸς ἐξανύτοι, πέμπων φανερὸς ἦν τοὺς θεραπεύσοντας

    连词 ἀλλʼ(ἀλλά)承接前面的否定分句表转折(“而是”),随后的关联连词 ἢ ... ἢ ...(“要么……要么……”)连接两项选择:要么 αὐτόπτης ἐφεώρα(“亲自察看”),要么在分身乏术时(εἰ μὴ αὐτὸς ἐξανύτοι)采取人称构词法 πέμπων φανερὸς ἦν(“显而易见地派遣……”)。

  4. 5.4.19ἄξιοί γε μέντοι ἐσμὲν τοῦ γεγενημένου πράγματος τούτου ἀπολαῦσαί τι ἀγαθόν, τὸ μαθεῖν

    形容词 ἄξιός εἰμι 接不定式 ἀπολαῦσαι(“值得获取”),动词 ἀπολαύω 支配表来源的属格 τοῦ γεγενημένου πράγματος τούτου(“从这件发生的事中”)以及直接宾格 τι ἀγαθόν(“某种益处”)。句末带冠词的不定式 τὸ μαθεῖν(“学到……”)作 τι ἀγαθόν 的同位语(说明性同位语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.4.10-5.4.19