← 色诺芬

居鲁士的教育

§5.4.1-5.4.9

部属叛变陷害伽达塔斯与居鲁士驰援

伽达塔斯军中一名权贵叛变并引诱亚述王设伏,伽达塔斯中伏负伤溃逃,幸得居鲁士率部及时赶到击退敌军,并诛杀了行刺的叛徒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4.1

ἐκ δὲ τοῦ Γαδάτα ἱππικοῦ τῶν δυνατῶν τις ἀνδρῶν ἐπεὶ ἑώρα αὐτὸν ἀφεστηκότα ἀπὸ τοῦ Ἀσσυρίου, ἐνόμισεν, εἴ τι οὗτος πάθοι, αὐτὸς ἂν λαβεῖν1 παρὰ τοῦ Ἀσσυρίου πάντα τὰ Γαδάτα· οὕτω δὴ πέμπει τινὰ τῶν ἑαυτοῦ πιστῶν πρὸς τὸν Ἀσσύριον καὶ κελεύει τὸν ἰόντα, εἰ καταλάβοι ἤδη ἐν τῇ Γαδάτα χώρᾳ τὸ Ἀσσύριον στράτευμα, λέγειν τῷ Ἀσσυρίῳ ὅτι εἰ βούλοιτο ἐνεδρεῦσαι, λάβοι ἂν Γαδάταν καὶ τοὺς σὺν αὐτῷ.

在伽达塔斯的骑兵中,有一位权贵见他背叛了亚述王,便认为如果伽达塔斯遭遇不测,自己就能从亚述王那里得到伽达塔斯的一切财产。于是,他派遣身边一名亲信前往亚述王处,并嘱咐来使:如果发现亚述军队已在伽达塔斯的领地内,就告诉亚述王,若他愿意设伏,就能擒获伽达塔斯及其随行人员。

§5.4.2

δηλοῦν δὲ2 ἐνετέλλετο ὅσην τε εἶχεν ὁ Γαδάτας δύναμιν καὶ ὅτι Κῦρος οὐ συνέποιτο αὐτῷ· καὶ τὴν ὁδὸν ἐδήλωσεν ᾗ προσιέναι μέλλοι. προσεπέστειλε δὲ τοῖς αὑτοῦ οἰκέταις, ὡς πιστεύοιτο μᾶλλον, καὶ τὸ τεῖχος ὃ ἐτύγχανεν αὐτὸς ἔχων ἐν τῇ Γαδάτα χώρᾳ παραδοῦναι τῷ Ἀσσυρίῳ καὶ τὰ ἐνόντα· ἥξειν δὲ καὶ αὐτὸς ἔφασκεν, εἰ μὲν δύναιτο, ἀποκτείνας Γαδάταν, εἰ δὲ μή, ὡς σὺν τῷ Ἀσσυρίῳ τὸ λοιπὸν ἐσόμενος.3

他还命令使者说明伽达塔斯所率兵力的多寡,以及居鲁士并未与他同行;并且指明了他将要行进的道路。此外,为了更能取得信任,他还传令给自己的仆人,要把自己在伽达塔斯境内所据有的堡垒及其内所有财物一并交给亚述王。他还声称自己也会前去,若有可能,就先刺杀伽达塔斯再去,即使不成,今后也打算追随亚述王。

§5.4.3

ἐπεὶ δὲ ὁ ἐπὶ ταῦτα ταχθεὶς ἐλαύνων ὡς δυνατὸν ἦν τάχιστα ἀφικνεῖται πρὸς τὸν Ἀσσύριον καὶ ἐδήλωσεν ἐφʼ ἃ ἥκοι, ἀκούσας ἐκεῖνος τό τε χωρίον εὐθὺς παρέλαβε καὶ πολλὴν ἵππον ἔχων καὶ ἅρματα ἐνήδρευεν ἐν κώμαις ἁθρόαις.

奉派执行此事的人策马疾驰,以最快速度赶到亚述王面前,陈述了此行的目的。亚述王听罢,立刻接管了那座城堡,并率领大批骑兵和战车,在一处村落密集之地设下了伏兵。

§5.4.4

ὁ δὲ Γαδάτας ὡς ἐγγὺς ἦν τούτων τῶν κωμῶν, πέμπει τινὰς προδιερευνησομένους. ὁ δὲ Ἀσσύριος ὡς ἔγνω προσιόντας τοὺς διερευνητάς, φεύγειν κελεύει ἅρματα ἐξαναστάντα δύο ἢ τρία καὶ ἵππους ὀλίγους, ὡς δὴ φοβηθέντας καὶ ὀλίγους ὄντας. οἱ δὲ διερευνηταὶ ὡς εἶδον ταῦτα, αὐτοί τε ἐδίωκον καὶ τῷ Γαδάτᾳ κατέσειον· καὶ ὃς ἐξαπατηθεὶς διώκει ἀνὰ κράτος. οἱ δὲ Ἀσσύριοι, ὡς ἐδόκει ἁλώσιμος εἶναι ὁ Γαδάτας, ἀνίστανται ἐκ τῆς ἐνέδρας.

当伽达塔斯临近这些村庄时,便派出几人前去侦察。亚述王得知侦察兵正在逼近,便命两三辆战车跃马而出,带少数骑兵仓皇逃窜,伪装成惊慌失措且兵力寡弱的样子。侦察兵见状,自己一面追击,一面打手势通知伽达塔斯;伽达塔斯中计,便全速追赶。待到亚述人觉得伽达塔斯已唾手可得时,便从伏击处一跃而起。

§5.4.5

καὶ οἱ μὲν ἀμφὶ Γαδάταν ἰδόντες ὥσπερ εἰκὸς ἔφευγον, οἱ δʼ αὖ ὥσπερ εἰκὸς ἐδίωκον. καὶ ἐν τούτῳ ὁ ἐπιβουλεύων τῷ Γαδάτᾳ παίει αὐτόν, καὶ καιρίας μὲν πληγῆς ἁμαρτάνει, τύπτει δὲ αὐτὸν εἰς τὸν ὦμον καὶ τιτρώσκει. ποιήσας δὲ τοῦτο ἐξίσταται, ἕως σὺν τοῖς διώκουσιν ἐγένετο· ἐπεὶ δʼ ἐγνώσθη ὃς ἦν, ὁμοῦ δὴ προθύμως ἐκτείνων τὸν ἵππον σὺν τῷ βασιλεῖ ἐδίωκεν.

伽达塔斯的手下见状自然落荒而逃,敌人也自然紧追不舍。就在此时,密谋暗害伽达塔斯的人出手击打了他;他虽然未击中致命部位,却击中了他的肩膀,使他受了伤。做完这件事后,他就退开,直到与追击的敌军汇合;待众人认出他是谁后,他便与国王一起极力策马,奋勇参与追击。

§5.4.6

ἐνταῦθα δὴ ἡλίσκοντο μὲν δῆλον ὅτι οἱ βραδυτάτους ἔχοντες τοὺς ἵππους ὑπὸ τῶν ταχίστων· ἤδη δὲ μάλα πάντες πιεζόμενοι διὰ τὸ κατατετρῦσθαι ὑπὸ τῆς πορείας οἱ τοῦ Γαδάτα ἱππεῖς καθορῶσι τὸν Κῦρον προσιόντα σὺν τῷ στρατεύματι· δοκεῖν δὲ χρὴ ἀσμένους καὶ ὥσπερ εἰς λιμένα ἐκ χειμῶνος προσφέρεσθαι αὐτούς.

此时,骑马最慢的人显然被骑马最快的人纷纷赶上俘获。正当伽达塔斯的骑兵因长途行军精疲力竭而陷入极度困境之际,他们望见居鲁士正率领大军迎面赶来;可以想见,他们是多么欣喜若狂地奔向居鲁士,宛如历经风暴后驶入港湾。

§5.4.7

ὁ δὲ Κῦρος τὸ μὲν πρῶτον ἐθαύμασεν· ὡς δʼ ἔγνω τὸ πρᾶγμα, ἔστε μὲν πάντες ἐναντίοι ἤλαυνον, ἐναντίος καὶ αὐτὸς ἐν τάξει ἦγε τὴν στρατιάν· ὡς δὲ γνόντες οἱ πολέμιοι τὸ ὂν ἐτράποντο εἰς φυγήν, ἐνταῦθα ὁ Κῦρος διώκειν ἐκέλευσε τοὺς πρὸς τοῦτο τεταγμένους, αὐτὸς δὲ σὺν τοῖς ἄλλοις εἵπετο ὡς ᾤετο συμφέρειν.

居鲁士起初甚感惊异;但明白实情之后,只要敌我双方都迎面疾驰而来,他便严整队列迎面率军前进;而当敌人明白真相转而溃逃时,居鲁士便命令受命负责追击的部队展开追杀,自己则率领其余部队按自认为合适的方式跟进。

§5.4.8

ἐνταῦθα δὴ καὶ ἅρματα ἡλίσκοντο, ἔνια μὲν καὶ ἐκπιπτόντων τῶν ἡνιόχων, τῶν μὲν ἐν τῇ ἀναστροφῇ, τῶν δὲ καὶ ἄλλως, ἔνια δὲ καὶ περιτεμνόμενα ὑπὸ τῶν ἱππέων. καὶ ἀποκτείνουσι δὲ ἄλλους τε πολλοὺς καὶ τὸν παίσαντα Γαδάταν.

此时战车也被俘获了,有的战车是因为御者在急转弯或因其他缘故跌落,有的则是被骑兵截断了退路。他们杀死了许多敌军,也斩杀了刺伤伽达塔斯的那个人。

§5.4.9

τῶν μέντοι πεζῶν Ἀσσυρίων, οἳ ἔτυχον τὸ Γαδάτα χωρίον πολιορκοῦντες, οἱ μὲν εἰς τὸ τεῖχος κατέφυγον τὸ ἀπὸ Γαδάτα ἀποστάν, οἱ δὲ φθάσαντες εἰς πόλιν τινὰ τοῦ Ἀσσυρίου μεγάλην, ἔνθα καὶ αὐτὸς σὺν τοῖς ἵπποις καὶ τοῖς ἅρμασι κατέφυγεν ὁ Ἀσσύριος.

然而,先前恰好在围攻伽达塔斯城堡的亚述步兵中,一部分逃入了背叛伽达塔斯的那座要塞,另一部分则抢先逃进了亚述王的一座大城,亚述王本人也带着骑兵和战车逃到了那里。

语法注3 条
  1. 5.4.1αὐτὸς ἂν λαβεῖν

    间接引语中带有 ἄν 的不定式,相当于直接引语中的虚拟/可能希求法(ἂν λάβοιμι,“我将能获得”)。因不定式的逻辑主语与主句动词 ἐνόμισεν 的主语一致,故使用主格 αὐτός 而非宾格。

  2. 5.4.1τῶν μέντοι πεζῶν Ἀσσυρίων, οἳ ἔτυχον τὸ Γαδάτα χωρίον πολιορκοῦντες, οἱ μὲν εἰς τὸ τεῖχος κατέφυγον ... οἱ δὲ ...

    句首的属格短语 τῶν πεζῶν Ἀσσυρίων 是部分属格的前置,限定主句的分指主语 οἱ μέν ... οἱ δέ ...。

  3. 5.4.2εἰ δὲ μή, ὡς σὺν τῷ Ἀσσυρίῳ τὸ λοιπὸν ἐσόμενος

    固定省略句 εἰ δὲ μή(“如果不,否则”)用来对应前文的条件 εἰ μὲν δύναιτο。连词 ὡς 与将来分词 ἐσόμενος 连用,表示主语自述的主观意图或决心(“打算今后追随亚述王”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.4.1-5.4.9