← 色诺芬

居鲁士的教育

§5.3.47-5.3.59

识记将领姓名与亲督夜间行军

居鲁士深谙记准将领姓名及指名下达命令的治军意义,在夜间行军中亲自立于道旁督导部队开拔与巡视各队,拂晓后亦严格维持全军的阵形与任务分工。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3.47

ὁ δὲ Κῦρος ἐπιμελείᾳ τοῦτο ἐποίει· πάνυ γὰρ αὐτῷ ἐδόκει θαυμαστὸν εἶναι εἰ οἱ μὲν βάναυσοι ἴσασι τῆς αὑτοῦ τέχνης ἕκαστος τῶν ἐργαλείων τὰ ὀνόματα, καὶ ὁ ἰατρὸς δὲ οἶδε καὶ τῶν ὀργάνων καὶ τῶν φαρμάκων οἷς χρῆται πάντων τὰ ὀνόματα, ὁ δὲ στρατηγὸς οὕτως ἠλίθιος ἔσοιτο ὥστε οὐκ εἴσοιτο1 τῶν ὑφʼ αὑτῷ ἡγεμόνων τὰ ὀνόματα, οἷς ἀνάγκη ἐστὶν αὐτῷ ὀργάνοις χρῆσθαι καὶ ὅταν καταλαβεῖν τι βούληται καὶ ὅταν φυλάξαι καὶ ὅταν θαρρῦναι καὶ ὅταν φοβῆσαι· καὶ τιμῆσαι δὲ ὁπότε τινὰ βούλοιτο, πρέπον αὐτῷ ἐδόκει εἶναι ὀνομαστὶ προσαγορεύειν.

然而,居鲁士这样做是出于深思熟虑;因为在他看来,如果平庸的手艺人都各自知道自己行当工具的名称,医生也知道自己所用一切器械和药物的名称,而将军竟然愚蠢到不知道自己麾下将领的名称,那简直是不可思议的——要知道,无论何时他想要占领要地、设防守卫、激励士气还是震慑敌军,都必须把这些将领当作工具来使用;此外,每当他想要嘉奖某人时,他也认为当面叫出其姓名才算得体。

§5.3.48

ἐδόκουν δʼ αὐτῷ οἱ γιγνώσκεσθαι δοκοῦντες ὑπὸ τοῦ ἄρχοντος καὶ τοῦ καλόν τι ποιοῦντες ὁρᾶσθαι μᾶλλον ὀρέγεσθαι καὶ τοῦ αἰσχρόν τι ποιεῖν μᾶλλον προθυμεῖσθαι ἀπέχεσθαι.

在他看来,那些自认受到统帅赏识的人,会更加渴望被人看到自己立下善功,也会更加热心于避免做出任何可耻之事。

§5.3.49

ἠλίθιον δὲ καὶ τοῦτʼ ἐδόκει εἶναι αὐτῷ τὸ ὁπότε τι βούλοιτο πραχθῆναι, οὕτω προστάττειν2 ὥσπερ ἐν οἴκῳ ἔνιοι δεσπόται προστάττουσιν, ἴτω τις ἐφʼ ὕδωρ, ξύλα τις σχισάτω·

他还认为,每当想要做成某事时,若像家里某些主人吩咐那样去下令也是愚蠢的——“谁去打点水,谁去劈点柴!”

§5.3.50

οὕτω γὰρ προσταττομένων3 εἰς ἀλλήλους τε ὁρᾶν πάντες ἐδόκουν αὐτῷ καὶ οὐδεὶς περαίνειν τὸ προσταχθὲν καὶ πάντες ἐν αἰτίᾳ εἶναι καὶ οὐδεὶς τῇ αἰτίᾳ οὔτε αἰσχύνεσθαι οὔτε φοβεῖσθαι ὁμοίως διὰ τὸ σὺν πολλοῖς αἰτίαν ἔχειν· διὰ ταῦτα δὴ πάντας ὠνόμαζεν αὐτὸς ὅτῳ τι προστάττοι.

因为在他看来,若这样下令,大家便面面相觑,谁也不会去完成所指派的事;虽然所有人都负有过失,却谁也不会因过失而感到同样的羞愧或恐惧,因为过错是由众人共同分担的。正是由于这些缘故,他在给任何人下令时,自己都会指名道姓。

§5.3.51

καὶ Κῦρος μὲν δὴ περὶ τούτων οὕτως ἐγίγνωσκεν. οἱ δὲ στρατιῶται τότε μὲν δειπνήσαντες καὶ φυλακὰς καταστησάμενοι καὶ συσκευασάμενοι πάντα ἃ ἔδει ἐκοιμήθησαν.

居鲁士关于这些事情的想法便是如此。当时,士兵们用毕晚餐,安排好哨兵,收拾好所有必需之物,便就寝休息了。

§5.3.52

ἡνίκα δʼ ἦν ἐν μέσῳ νυκτῶν, ἐσήμηνε τῷ κέρατι. Κῦρος δʼ εἰπὼν τῷ Χρυσάντᾳ ὅτι ἐπὶ τῇ ὁδῷ ὑπομενοίη ἐν τῷ πρόσθεν τοῦ στρατεύματος ἐξῄει λαβὼν τοὺς ἀμφʼ αὑτὸν ὑπηρέτας· βραχεῖ δὲ χρόνῳ ὕστερον Χρυσάντας παρῆν ἄγων τοὺς θωρακοφόρους.

到了半夜,号角吹响了信号。居鲁士告诉克律桑塔斯,自己将在大军前方的道路上等候,随即带着身边的侍从出发了;不久之后,克律桑塔斯便率领胸甲兵赶到了。

§5.3.53

τούτῳ μὲν ὁ Κῦρος δοὺς ἡγεμόνας τῆς ὁδοῦ πορεύεσθαι ἐκέλευεν ἡσύχως· οὐ γάρ πω ἐν ὁδῷ πάντες ἦσαν· αὐτὸς δὲ ἑστηκὼς ἐν τῇ ὁδῷ τὸν μὲν προσιόντα προυπέμπετο ἐν τάξει, ἐπὶ δὲ τὸν ὑστερίζοντα ἔπεμπε καλῶν.

居鲁士给他派了向导带路,命他缓步前行,因为当时并非所有人都在路上。居鲁士自己则站在路旁,将走上前来的部队按秩序送往前路,而对落在后面的部队则派人去催促叫唤。

§5.3.54

ἐπεὶ δὲ πάντες ἐν ὁδῷ ἦσαν, πρὸς μὲν Χρυσάνταν ἱππέας ἔπεμψεν ἐροῦντας ὅτι ἐν ὁδῷ ἤδη πάντες· ἄγε οὖν ἤδη θᾶττον.

待所有人都在路上时,他派骑兵去通知克律桑塔斯,说所有人如今都已上路:“现在可以走得更快些了。”

§5.3.55

αὐτὸς δὲ παρελαύνων τὸν ἵππον εἰς τὸ πρόσθεν ἥσυχος κατεθεᾶτο τὰς τάξεις. καὶ οὓς μὲν ἴδοι εὐτάκτως καὶ σιωπῇ ἰόντας, προσελαύνων αὐτοῖς τίνες τε εἶεν ἠρώτα καὶ ἐπεὶ πύθοιτο ἐπῄνει· εἰ δέ τινας θορυβουμένους αἴσθοιτο, τὸ αἴτιον τούτου σκοπῶν κατασβεννύναι τὴν ταραχὴν ἐπειρᾶτο.

居鲁士自己策马向前巡视,静静地检阅各个队列。每当他看到哪支队伍秩序井然、肃静前进,便骑马走近他们,询问他们是谁,打听清楚之后便加以赞许;如果察觉到有哪支队伍发生骚动,他便查明原因,设法平息混乱。

§5.3.56

ἓν μόνον παραλέλειπται τῆς ἐν νυκτὶ ἐπιμελείας αὐτοῦ, ὅτι4 πρὸ παντὸς τοῦ στρατεύματος πεζοὺς εὐζώνους οὐ πολλοὺς προύπεμπεν, ἐφορωμένους ὑπὸ Χρυσάντα καὶ ἐφορῶντας αὐτὸν, ὡς ὠτακουστοῦντες καὶ εἴ πως ἄλλως δύναιντο αἰσθάνεσθαί τι, σημαίνοιεν τῷ Χρυσάντᾳ ὅ τι καιρὸς δοκοίη εἶναι· ἄρχων δὲ καὶ ἐπὶ τούτοις ἦν ὃς καὶ τούτους ἐκόσμει, καὶ τὸ μὲν ἄξιον λόγου ἐσήμαινε, τὸ δὲ μὴ οὐκ ἠνώχλει λέγων.

关于他夜间的审慎安排,只有一件事被遗漏了:在全军前方,他派出了少数轻装步兵在前面巡哨,他们处于克律桑塔斯的视野之内,自己也注视着克律桑塔斯,以便通过偷听或者以任何其他方式察知敌情时,就向克律桑塔斯发出任何被认为适时的信号;在这批哨兵中也有一名军官统领约束他们,凡是值得一提的事他就发出信号,不值得一提的便不报告打扰。

§5.3.57

τὴν μὲν δὴ νύκτα οὕτως ἐπορεύοντο· ἐπεὶ δὲ ἡμέρα ἐγένετο, τοὺς μὲν Καδουσίων ἱππέας, ὅτι αὐτῶν καὶ οἱ πεζοὶ ἐπορεύοντο ἔσχατοι, παρὰ τούτοις κατέλιπεν, ὡς μηδʼ οὗτοι ψιλοὶ ἱππέων ἴοιεν· τοὺς δʼ ἄλλους εἰς τὸ πρόσθεν παρελαύνειν ἐκέλευσεν, ὅτι καὶ οἱ πολέμιοι ἐν τῷ πρόσθεν ἦσαν, ὅπως εἴ τί που ἐναντιοῖτο αὐτῷ, ἀπαντῴη ἔχων τὴν ἰσχὺν ἐν τάξει καὶ μάχοιτο, εἴ τέ τί που φεῦγον ὀφθείη, ὡς ἐξ ἑτοιμοτάτου διώκοι.

这天夜里他们就是这样行军的。天亮之后,鉴于卡杜西人的步兵排在最后,为了不使他们缺乏骑兵保护,居鲁士便把卡杜西人的骑兵留在了他们身旁;至于其他骑兵,他命令策马赶到前方去,因为敌人也在前方,以便如果任何地方出现拦阻,他都能以齐整的阵势迎战应敌,而如果看到任何地方有敌人溃逃,也能以最迅速的准备展开追击。

§5.3.58

ἦσαν δὲ αὐτῷ αἰεὶ τεταγμένοι οὕς τε διώκειν δέοι καὶ οὓς παρʼ αὐτῷ μένειν· πᾶσαν δὲ τὴν τάξιν λυθῆναι οὐδέποτε εἴα.

他始终预先指定好谁应当追击,谁应当留在他身边;他绝不允许整个阵形完全散乱。

§5.3.59

Κῦρος μὲν δὴ οὕτως ἦγε τὸ στράτευμα· οὐ μέντοι αὐτός γε μιᾷ χώρᾳ ἐχρῆτο, ἀλλʼ ἄλλοτε ἀλλαχῇ περιελαύνων ἐφεώρα τε καὶ ἐπεμελεῖτο, εἴ του δέοιντο. οἱ μὲν δὴ ἀμφὶ Κῦρον οὕτως ἐπορεύοντο.

居鲁士就是这样率领大军的。然而他自己并不固守在一个位置,而是策马四处巡视,时刻察看并关照众人是否有何需求。居鲁士一行人就是这样行进的。

语法注4 条
  1. 5.3.47εἰ οἱ μὲν βάναυσοι ἴσασι... ὁ δὲ στρατηγὸς οὕτως ἠλίθιος ἔσοιτο ὥστε οὐκ εἴσοιτο

    由 ἐδόκει 引出的间接引语中语气与时态的交替使用。前半句表示客观现实的事态保留了直接引语的现在时陈述语气 ἴσασι,而在同一 εἰ 从句中与之对比的后半句(ὁ δὲ...)则将直接引语的未来时陈述语气(ἔσται、εἴσεται)转为间接引语的未来时祈愿语气(ἔσοιτο、εἴσοιτο),用以突显将领愚昧无知这一假设的荒唐性与不可思议。

  2. 5.3.49τὸ ὁπότε τι βούλοιτο πραχθῆναι, οὕτω προστάττειν

    冠词+不定式短语 τὸ ... προστάττειν 作非人称谓语 ἠλίθιον ... ἐδόκει εἶναι αὐτῷ 的真正主语,并与前置指示代词 τοῦτο 构成同位语。反复条件从句 ὁπότε τι βούλοιτο 嵌入在此冠词不定式结构之内。

  3. 5.3.50οὕτω γὰρ προσταττομένων

    无形式名词主语的属格绝对结构(非人称用法),指代上一句中假设的普遍情境,意为“当以这种方式下达命令时”。

  4. 5.3.56ἓν μόνον παραλέλειπται τῆς ἐν νυκτὶ ἐπιμελείας αὐτοῦ, ὅτι

    ἓν μόνον 作 παραλέλειπται 的主语,支配部分属格 τῆς ... ἐπιμελείας。随后的 ὅτι 从句充当同位语名词从句,具体补述 ἓν μόνον 的详细内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.3.47-5.3.59