← 色诺芬

居鲁士的教育

§5.3.34-5.3.46

行军序列的编排与夜行军纪律指示

众将赞同居鲁士的提议,居鲁士随即部署了由重装兵领队、诸盟军、辎重及骑兵依次跟进的行军序列,并规定了夜行军守肃静与轮哨的要求;众将在退场时对居鲁士清晰记住每位指挥官姓名的非凡记忆力赞叹不已。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3.34

ὁ μὲν οὕτως εἶπεν· οἱ δὲ πάντες ἰσχυρῶς συνεπῄνουν ταῦτα ποιεῖν. ἄγε τοίνυν, ἔφη, ἐπεὶ καὶ ὑμῖν συνδοκεῖ ταῦτα, ἐπὶ μὲν τοῖς ὑποζυγίοις καὶ ὀχήμασι καταλίπωμεν ἕκαστοι τοὺς μετʼ αὐτῶν ἐπιτηδειοτάτους πορεύεσθαι.

居鲁士这番话说完,众人一致竭力赞同照此行事。“那么,”居鲁士说,“既然大家也同意这样做,我们各自就留下最适合跟随驮畜和车辆行进的人员照看它们。

§5.3.35

Γωβρύας δʼ ἡμῖν ἀρχέτω αὐτῶν καὶ ἡγείσθω αὐτοῖς· καὶ γὰρ ὁδῶν ἔμπειρος καὶ τἆλλα ἱκανός· ἡμεῖς δʼ, ἔφη, καὶ ἵπποις τοῖς δυνατωτάτοις καὶ ἀνδράσι πορευώμεθα, τὰ ἐπιτήδεια τριῶν ἡμερῶν λαβόντες· ὅσῳ δʼ ἂν κουφότερον συσκευασώμεθα καὶ εὐτελέστερον, τοσούτῳ ἥδιον τὰς ἐπιούσας ἡμέρας ἀριστήσομέν τε καὶ δειπνήσομεν καὶ καθευδήσομεν. νῦν δʼ, ἔφη, πορευώμεθα ὧδε·

让戈布里亚斯为我们统帅他们并引导他们;因为他既熟悉道路,在其他方面也精明能干。至于我们自己,”他说,“则挑选最强健的马匹和人员行进,带上三天的给养。我们的行李收拾得越轻便、越节俭,在接下来的日子里我们用早饭、晚饭和就寝就会越惬意。

§5.3.36

πρώτους μὲν ἄγε σύ, Χρυσάντα, τοὺς θωρακοφόρους, ἐπεὶ ὁμαλή τε καὶ πλατεῖα ἡ ὁδός ἐστι, τοὺς ταξιάρχους ἔχων ἐν μετώπῳ πάντας· ἡ δὲ τάξις ἑκάστη ἐφʼ ἑνὸς1 ἴτω· ἁθρόοι γὰρ ὄντες καὶ τάχιστα καὶ ἀσφαλέστατα πορευοίμεθʼ ἄν.

现在,”他说,“我们要按如下顺序进军: 首先,克律桑塔斯,由你率领胸甲兵在前,因为道路平坦宽阔,你要把所有百人队长排在队前;每队排成一列纵队前进;因为队伍紧凑,我们行军就会既最迅速又最安全。

§5.3.37

τούτου δʼ ἕνεκα, ἔφη, κελεύω τοὺς θωρακοφόρους ἡγεῖσθαι ὅτι τοῦτο βραδύτατόν ἐστι τοῦ στρατεύματος· τοῦ δὲ βραδυτάτου ἡγουμένου ἀνάγκη ῥᾳδίως ἕπεσθαι πάντα τὰ θᾶττον ἰόντα· ὅταν δὲ τὸ τάχιστον ἡγῆται ἐν νυκτί, οὐδέν ἐστι θαυμαστὸν καὶ διασπᾶσθαι τὰ στρατεύματα· τὸ γὰρ προταχθὲν ἀποδιδράσκει.

我命令胸甲兵带头的缘故,”他说,“是因为这是全军中行进最慢的部队;由最慢的部队带头,所有行进较快的部队自然都能从容跟进;但若在夜间由最快的部队带头,各部队被拉断脱节便不足为奇了,因为排在前面的部队容易跑得脱离队伍。

§5.3.38

ἐπὶ δὲ τούτοις, ἔφη, Ἀρτάβαζος τοὺς Περσῶν πελταστὰς καὶ τοξότας ἀγέτω· ἐπὶ δὲ τούτοις Ἀνδαμύας ὁ Μῆδος τὸ Μήδων πεζόν· ἐπὶ δὲ τούτοις Ἔμβας τὸ Ἀρμενίων πεζόν· ἐπὶ δὲ τούτοις Ἀρτούχας Ὑρκανίους· ἐπὶ δὲ τούτοις Θαμβράδας τὸ Σακῶν πεζόν· ἐπὶ δὲ τούτοις Δατάμας Καδουσίους.

紧随其后,”他说,“由阿尔塔巴佐斯率领波斯轻盾兵和弓箭手;紧随其后由麦第亚人安达米亚斯率领麦第亚步兵;紧随其后由恩巴斯率领亚美尼亚步兵;紧随其后由阿尔图卡斯率领许尔卡尼亚人;紧随其后由坦布拉达斯率领萨卡步兵;紧随其后由达塔马斯率领卡杜西人。

§5.3.39

ἀγόντων δὲ καὶ οὗτοι πάντες ἐν μετώπῳ μὲν τοὺς ταξιάρχους ἔχοντες, δεξιοὺς δὲ τοὺς πελταστάς, ἀριστεροὺς δὲ τοὺς τοξότας τοῦ ἑαυτῶν πλαισίου· οὕτω γὰρ πορευόμενοι καὶ εὐχρηστότεροι γίγνονται.

所有这些将领在行进时,也要把百人队长排在队前,把自己方阵的轻盾兵配在右翼,弓箭手配在左翼;因为以这种方式行军,他们便能发挥更大的效用。

§5.3.40

ἐπὶ δὲ τούτοις οἱ σκευοφόροι, ἔφη, πάντων ἑπέσθων· οἱ δὲ ἄρχοντες αὐτῶν ἐπιμελείσθων ὅπως συνεσκευασμένοι τε ὦσι πάντα πρὶν καθεύδειν καὶ πρῲ σὺν τοῖς σκεύεσι παρῶσιν εἰς τὴν τεταγμένην χώραν καὶ ὅπως κοσμίως ἕπωνται.

紧随其后,”他说,“各部队的辎重队全部跟进;辎重官们要督促他们在就寝前收拾好所有行李,清晨带着行李准时到达指定位置,并整齐守纪地跟进。

§5.3.41

ἐπὶ δὲ τοῖς σκευοφόροις, ἔφη, τοὺς Πέρσας ἱππέας Μαδάτας ὁ Πέρσης ἀγέτω, ἔχων καὶ οὗτος τοὺς ἑκατοντάρχους τῶν ἱππέων ἐν μετώπῳ· ὁ δʼ ἑκατόνταρχος τὴν τάξιν ἀγέτω εἰς ἕνα, ὥσπερ οἱ πέζαρχοι.

在辎重队之后,”他说,“由波斯人马达塔斯率领波斯骑兵,他同样要将骑兵百人队长排在队前;百人队长要像步兵军官那样将本队排成一列纵队行进。

§5.3.42

ἐπὶ τούτοις Ῥαμβάκας ὁ Μῆδος ὡσαύτως τοὺς ἑαυτοῦ ἱππέας· ἐπὶ τούτοις σύ, ὦ Τιγράνη, τὸ σεαυτοῦ ἱππικόν· καὶ οἱ ἄλλοι δὲ ἵππαρχοι μεθʼ ὧν ἕκαστοι ἀφίκοντο πρὸς ἡμᾶς. ἐπὶ τούτοις Σάκαι ἄγετε· ἔσχατοι δέ, ὥσπερ ἦλθον, Καδούσιοι ἰόντων· Ἀλκεύνα, σὺ δὲ ὁ ἄγων αὐτοὺς ἐπιμελοῦ τὸ νῦν εἶναι2 πάντων τῶν ὄπισθεν καὶ μηδένα ἔα ὕστερον τῶν σῶν ἱππέων γίγνεσθαι.

紧随其后由麦第亚人朗巴卡斯同样率领他自己的骑兵;紧随其后由你,提格兰,率领你自己的骑兵;其他骑兵将领也各自率领跟随他们前来投奔我们的骑兵。紧随其后由你们萨卡人前进;排在最后的一如来时的顺序,由卡杜西人行进。率领他们的阿尔克乌纳斯,你眼下要留心照管后方的一切,绝不要让任何人落在你的骑兵之后。

§5.3.43

ἐπιμελεῖσθε δὲ τοῦ σιωπῇ πορεύεσθαι οἵ τε ἄρχοντες καὶ πάντες δὲ οἱ σωφρονοῦντες· διὰ γὰρ τῶν ὤτων ἐν τῇ νυκτὶ ἀνάγκη μᾶλλον ἢ διὰ τῶν ὀφθαλμῶν ἕκαστα καὶ αἰσθάνεσθαι καὶ πράττεσθαι· καὶ τὸ ταραχθῆναι δὲ ἐν τῇ νυκτὶ πολὺ μεῖζόν ἐστι πρᾶγμα ἢ ἐν τῇ ἡμέρᾳ καὶ δυσκαταστατώτερον· οὗ ἕνεκα ἥ τε σιωπὴ ἀσκητέα καὶ ἡ τάξις φυλακτέα.

各级军官以及所有明理之人,都要留心肃静行军;因为在夜间,必须更多凭耳朵而不是凭眼睛去察觉和处理一切事情;而在夜间发生骚乱是比在白天严重得多的祸患,且更难收拾;因此必须保持肃静,维护秩序。

§5.3.44

τὰς δὲ νυκτερινὰς φυλακάς, ὅταν μέλλητε νυκτὸς ἀναστήσεσθαι, χρὴ ὡς βραχυτάτας καὶ πλείστας ποιεῖσθαι, ὡς μηδένα ἡ ἐν τῇ φυλακῇ ἀγρυπνία πολλὴ οὖσα λυμαίνηται ἐν τῇ πορείᾳ· ἡνίκα δʼ ἂν ὥρα ᾖ πορεύεσθαι, σημαίνειν τῷ κέρατι.3

当你们准备在夜间起营时,必须把夜哨安排得尽可能简短且轮换频繁,以免哨兵因长时间缺眠而在行军途中受到损害。到了出发的时刻,便以号角发出信号。

§5.3.45

ὑμεῖς δʼ ἔχοντες ἃ δεῖ ἕκαστοι πάρεστε εἰς τὴν ἐπὶ Βαβυλῶνος ὁδόν· ὁ δʼ ὁρμώμενος ἀεὶ τῷ κατʼ οὐρὰν παρεγγυάτω ἕπεσθαι.

你们各自备齐所需之物,到通往巴比伦的道路上集结;每当前方动身时,总要向后队传达跟进的命令。”

§5.3.46

ἐκ τούτου δὴ ᾤχοντο ἐπὶ τὰς σκηνὰς καὶ ἅμα ἀπιόντες διελέγοντο πρὸς ἀλλήλους ὡς μνημονικῶς ὁ Κῦρος ὁπόσοις συνέταττε πᾶσιν ὀνομάζων ἐνετέλλετο.

此后众人各自回营房去;在走回的路上,他们彼此谈论居鲁士竟然记忆力如此过人,在下达命令时能逐一叫出他所指派的所有人的名字。

语法注3 条
  1. 5.3.36ἐφʼ ἑνὸς

    介词 ἐπί 接属格单数(ἐφʼ ἑνός),在此为军事惯用语,意为“成单列纵队”或“一人一排”。其含义与后文出现的 εἰς ἕνα 相同。

  2. 5.3.42τὸ νῦν εἶναι

    中性冠词与不定式连用的绝对副词性用法(限定性宾格不定式),为固定习语,意为“眼下”、“就目前而言”。

  3. 5.3.44σημαίνειν τῷ κέρατι

    不定式 σημαίνειν 在句法上可视为承接前一句的非人称动词 χρή(“应当……”),亦可按军事训令中常见的命令式不定式(imperatival infinitive)理解为一条独立的指令;无论何种解读,均表示命令或规程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.3.34-5.3.46