← 色诺芬

居鲁士的教育

§5.3.22-5.3.33

共守要塞与出兵援救加达塔斯的决议

居鲁士与盟军商定共同驻守所夺要塞,使得同盟兵力大增。随后传来亚述王准备侵入加达塔斯领地的急报,居鲁士便召集盟军将领,从信义与利益的角度号召大家出兵援救加达塔斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3.22

τί οὖν; ἔφη ὁ Ὑρκάνιος, ἐπειδὰν Καδούσιοι ἔλθωσι καὶ Σάκαι καὶ οἱ ἐμοὶ πολῖται, καλέσωμεν καὶ τούτων,1 ἵνα κοινῇ βουλευσώμεθα πάντες ὅσοις προσήκει πῶς ἂν συμφορώτατα χρῴμεθα τῷ φρουρίῳ;

“那么,”许尔卡尼亚人说,“当卡杜西人、萨卡人以及我的同胞们到来时,我们是否也邀请他们中的一些人,以便使我们所有利害攸关者能共同商议,如何最有利地利用这座要塞?”

§5.3.23

ταῦτα μὲν οὕτω συνῄνεσεν ὁ Κῦρος· ἐπεὶ δὲ συνῆλθον οἷς ἔμελε περὶ τοῦ φρουρίου, ἐβουλεύσαντο κοινῇ φυλάττειν οἷσπερ ἀγαθὸν ἦν φίλιον ὄν, ὅπως αὐτοῖς μὲν πρόβολος εἴη πολέμου, τοῖς δʼ Ἀσσυρίοις ἐπιτετειχισμένον.2

居鲁士对这些提议表示赞同。当关切这座要塞的人聚集在一起时,他们决定由那些因该要塞处于友好状态而得利的人共同驻守它,以便使它对他们自己来说成为抵御战祸的屏障,而对亚述人来说则成为横阻在前沿的据点。

§5.3.24

τούτων γενομένων πολὺ δὴ προθυμότερον καὶ πλείους καὶ Καδούσιοι συνεστρατεύοντο καὶ Σάκαι καὶ Ὑρκάνιοι· καὶ συνελέγη ἐντεῦθεν στράτευμα Καδουσίων μὲν πελτασταὶ εἰς δισμυρίους καὶ ἱππεῖς εἰς τετρακισχιλίους, Σακῶν δὲ τοξόται εἰς μυρίους καὶ ἱπποτοξόται εἰς χιλίους· καὶ Ὑρκάνιοι δὲ πεζούς τε ὁπόσους ἐδύναντο προσεξέπεμψαν καὶ ἱππέας ἐξεπλήρωσαν εἰς δισχιλίους· τὸ γὰρ πρόσθεν καταλελειμμένοι ἦσαν πλείους οἴκοι αὐτοῖς ἱππεῖς, ὅτι καὶ οἱ Καδούσιοι καὶ οἱ Σάκαι τοῖς Ἀσσυρίοις πολέμιοι ἦσαν.

此事一定,卡杜西人、萨卡人和许尔卡尼亚人都以极大的热忱和更多的兵力前来共同作战。于是集结了一支大军:卡杜西人有近两万轻盾兵和四千骑兵,萨卡人有近一万弓箭兵和一千骑射手。许尔卡尼亚人也尽其所能增派了步兵,并将骑兵补足到两千人;因为在此之前,他们留在国内的骑兵较多,这是由于卡杜西人和萨卡人都曾与亚述人敌对。

§5.3.25

ὅσον δὲ χρόνον ἐκαθέζετο ὁ Κῦρος ἀμφὶ τὴν περὶ τὸ φρούριον οἰκονομίαν, τῶν Ἀσσυρίων τῶν κατὰ ταῦτα τὰ χωρία πολλοὶ μὲν ἀπῆγον ἵππους, πολλοὶ δὲ ἀπέφερον ὅπλα, φοβούμενοι ἤδη πάντας τοὺς προσχώρους.

在居鲁士驻留处理要塞防务事务期间,这一带的亚述人中有许多人把马牵来上交,许多人把武器送来上交,如今他们对所有的邻人都心生恐惧。

§5.3.26

ἐκ δὲ τούτου προσέρχεται τῷ Κύρῳ ὁ Γαδάτας καὶ λέγει ὅτι ἥκουσιν αὐτῷ ἄγγελοι ὡς ὁ Ἀσσύριος, ἐπεὶ πύθοιτο τὰ περὶ τοῦ φρουρίου, χαλεπῶς τε ἐνέγκοι καὶ συσκευάζοιτο ὡς ἐμβαλῶν εἰς τὴν αὑτοῦ χώραν. ἐὰν οὖν ἀφῇς με, ὦ Κῦρε, τὰ τείχη ἂν πειραθείην διασῶσαι, τῶν δʼ ἄλλων μείων λόγος.

此后,加达塔斯来到居鲁士面前,说有使者来报,称亚述王得知要塞之事后极为愤恨,正收拾辎重准备侵入他的领地。“因此,居鲁士啊,如果您准许我离去,我将设法保全那些城堡;至于其他产业,则无关紧要了。”

§5.3.27

καὶ ὁ Κῦρος εἶπεν· ἐὰν οὖν ἴῃς νῦν, πότε ἔσῃ οἴκοι; καὶ ὁ Γαδάτας εἶπεν· εἰς τρίτην3 δειπνήσω ἐν τῇ ἡμετέρᾳ. ἦ καὶ τὸν Ἀσσύριον, ἔφη, οἴει ἐκεῖ ἤδη καταλήψεσθαι; εὖ μὲν οὖν, ἔφη, οἶδα· σπεύσει γὰρ ἕως ἔτι πρόσω δοκεῖς ἀπεῖναι.

居鲁士说:“那么,如果你现在动身,何时能到家?”加达塔斯说:“第三天我便可在我们的领地上用晚餐了。”居鲁士问:“那么你认为亚述王那时已经赶到那里了吗?”加达塔斯说:“我确信如此;因为只要他认为您还在远处,他就会急速行军。”

§5.3.28

ἐγὼ δʼ, ἔφη ὁ Κῦρος, ποσταῖος ἂν τῷ στρατεύματι ἐκεῖσε ἀφικοίμην;4 πρὸς τοῦτο δὴ ὁ Γαδάτας λέγει· πολὺ ἤδη, ὦ δέσποτα, ἔχεις τὸ στράτευμα καὶ οὐκ ἂν δύναιο μεῖον ἢ ἐν ἓξ ἢ ἑπτὰ ἡμέραις ἐλθεῖν πρὸς τὴν ἐμὴν οἴκησιν. σὺ μὲν τοίνυν, ἔφη ὁ Κῦρος, ἄπιθι ὡς τάχιστα· ἐγὼ δʼ ὡς ἂν δυνατὸν ᾖ πορεύσομαι.

“那么我,”居鲁士说,“率领军队几天能赶到那里?”加达塔斯回答说:“主人,您的军队如今十分庞大,您不可能在少于六七天的时间内到达我的居所。”居鲁士便说:“那么你尽快动身;我也会尽可能迅速进军。”

§5.3.29

ὁ μὲν δὴ Γαδάτας ᾤχετο· ὁ δὲ Κῦρος συνεκάλεσε πάντας τοὺς ἄρχοντας τῶν συμμάχων· καὶ ἤδη πολλοί τε ἐδόκουν καὶ καλοὶ κἀγαθοὶ παρεῖναι· ἐν οἷς δὴ λέγει ὁ Κῦρος ταῦτα.

加达塔斯随即离去;居鲁士则召集了所有盟军将领;当时看来已有许多优秀高尚的人到场。

§5.3.30

ἄνδρες σύμμαχοι, Γαδάτας διέπραξεν ἃ δοκεῖ πᾶσιν ἡμῖν πολλοῦ ἄξια εἶναι, καὶ ταῦτα πρὶν καὶ ὁτιοῦν ἀγαθὸν ὑφʼ ἡμῶν παθεῖν. νῦν δὲ ὁ Ἀσσύριος εἰς τὴν χώραν αὐτοῦ ἐμβαλεῖν ἀγγέλλεται, δῆλον ὅτι ἅμα μὲν τιμωρεῖσθαι αὐτὸν βουλόμενος, ὅτι δοκεῖ ὑπʼ αὐτοῦ μεγάλα βεβλάφθαι· ἅμα δὲ ἴσως κἀκεῖνο ἐννοεῖται ὡς εἰ οἱ μὲν πρὸς ἡμᾶς ἀφιστάμενοι μηδὲν ὑπʼ ἐκείνου κακὸν πείσονται, οἱ δὲ σὺν ἐκείνῳ ὄντες ὑφʼ ἡμῶν ἀπολοῦνται, ὅτι τάχα οὐδένα εἰκὸς σὺν αὐτῷ βουλήσεσθαι εἶναι.5

居鲁士在众人面前说了这样一番话: “同盟的将士们,加达塔斯做成了在我们所有人看来都极具价值的大事,而且这是在我们给予他任何恩惠之前做到的。然而如今有消息称,亚述王即将侵入他的国土;这显然一方面是因为他企图报复加达塔斯,因他自认为受到了加达塔斯的巨大损害;另一方面或许也是考虑到,如果背叛投奔我们的人不受他的任何惩罚,而跟随他的人却被我们消灭,那么很可能不久就没有人愿意跟随他了。

§5.3.31

νῦν οὖν, ὦ ἄνδρες, καλόν τι ἄν μοι δοκοῦμεν ποιῆσαι, εἰ προθύμως Γαδάτᾳ βοηθήσαιμεν ἀνδρὶ εὐεργέτῃ· καὶ ἅμα δίκαια ποιοῖμεν ἂν χάριν ἀποδιδόντες· ἀλλὰ μὴν καὶ σύμφορά γʼ ἄν, ὡς ἐμοὶ δοκεῖ, πράξαιμεν ἡμῖν αὐτοῖς.

因此,诸位将士,如果能全力援助加达塔斯这位恩人,在我看来我们将成就一件崇高的事业;同时,报答恩情也是在行正义之事;不仅如此,在我看来,我们也是在做一件对我们自己极为有利的事。

§5.3.32

εἰ γὰρ πᾶσι φαινοίμεθα τοὺς μὲν κακῶς ποιοῦντας νικᾶν πειρώμενοι κακῶς ποιοῦντες, τοὺς δʼ εὐεργετοῦντας ἀγαθοῖς ὑπερβαλλόμενοι, εἰκὸς ἐκ τῶν τοιούτων φίλους μὲν πολλοὺς ἡμῖν βούλεσθαι γίγνεσθαι, ἐχθρὸν δὲ μηδένα ἐπιθυμεῖν εἶναι·

因为,如果我们向所有人表明,对于作恶之人我们力求以恶报恶战胜之,而对于施恩之人我们力求以更大的善行超越之,那么由这样的行径看来,理所当然会有许多人渴望成为我们的朋友,而没有任何人愿意成为我们的仇敌。

§5.3.33

εἰ δὲ ἀμελῆσαι δόξαιμεν Γαδάτα, πρὸς τῶν θεῶν ποίοις λόγοις ἂν ἄλλον πείθοιμεν χαρίζεσθαί τι ἡμῖν; πῶς δʼ ἂν τολμῷμεν ἡμᾶς αὐτοὺς ἐπαινεῖν; πῶς δʼ ἂν ἀντιβλέψαι τις ἡμῶν δύναιτο Γαδάτᾳ, εἰ ἡττῴμεθʼ αὐτοῦ εὖ ποιοῦντος τοσοῦτοι ὄντες ἑνὸς ἀνδρὸς καὶ τούτου οὕτω διακειμένου;

但如果我们显得怠慢了加达塔斯,指着诸神发誓,我们还能用什么言辞去劝说他人向我们施恩呢?我们又怎敢称赞我们自己呢?如果我们这么多人,在行善方面竟输给一个人,而且是一个身处这般境遇的人,我们当中又有谁能有颜面直视加达塔斯呢?”

语法注5 条
  1. 5.3.22καλέσωμεν καὶ τούτων

    属格 τούτων 作为劝勉虚拟语气 καλέσωμεν(“让我们邀请”)的宾语,用作部分属格(“从这些人中邀请一些人”),表示部分而非全部代表。

  2. 5.3.23ἐπιτετειχισμένον

    为完成时被动分词中性单数主格,与前面的 πρόβολος εἴη 并列,作为系动词 εἴη 的表语补足语(省略了 εἴη),意为“对亚述人而言成为构筑在前沿的据点”;可理解为省略了中性名词 χωρίον,或将分词作名词化理解。

  3. 5.3.27εἰς τρίτην

    省略了 ἡμέραν 的成语表达,意为“在第三天”(依据包含起算点的希腊式计算法,相当于“后天”)。

  4. 5.3.28ποσταῖος ἂν τῷ στρατεύματι ἐκεῖσε ἀφικοίμην;

    ποσταῖος 是表示序数的疑问形容词,意为“第几天”,在此与主语一致并作副词性理解。ἄν 搭配希求法 ἀφικοίμην 表达潜在/可能性。

  5. 5.3.30ἅμα δὲ ἴσως κἀκεῖνο ἐννοεῖται ὡς εἰ οἱ μὲν πρὸς ἡμᾶς ἀφιστάμενοι μηδὲν ὑπʼ ἐκείνου κακὸν πείσονται, οἱ δὲ σὺν ἐκείνῳ ὄντες ὑφʼ ἡμῶν ἀπολοῦνται, ὅτι τάχα οὐδένα εἰκὸς σὺν αὐτῷ βουλήσεσθαι εἶναι.

    在引导 ἐννοεῖται(“考虑到”)宾语从句的 ὡς 之后,插入了一长段对比条件从句(εἰ οἱ μὲν... οἱ δὲ...),导致在归结从句前赘述了 ὅτι 以恢复句式连接(结构破格)。该分句的核心骨干是 [ἐστίν] εἰκός(“是合乎情理的”)带不定式 βουλήσεσθαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.3.22-5.3.33