- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.3.11-5.3.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士与戈布里亚斯定计,让加达塔斯假装效忠以潜入敌国边境要塞;加达塔斯依计成功夺取要塞并献给居鲁士。居鲁士向无嗣的加达塔斯许诺提供不逊于骨肉至亲的庇护,并与许尔卡尼亚盟友共同庆祝胜利。
λέγε δή μοι, ἔφη ὁ Κῦρος, εἰς τὸ φρούριον1 τὸ πρὸ τῆς χώρας, ὅ φατε Ὑρκανίοις τε καὶ Σάκαις ἐπιτετειχίσθαι τῇδε τῇ χώρᾳ πρόβολον εἶναι τοῦ πολέμου, ἆρʼ ἄν, ἔφη, οἴει ὑπὸ τοῦ φρουράρχου παρεθῆναι τὸν εὐνοῦχον ἐλθόντα σὺν δυνάμει; σαφῶς γʼ, ἔφη ὁ Γωβρύας, εἴπερ ἀνύποπτος ὤν, ὥσπερ νῦν ἐστιν, ἀφίκοιτο πρὸς αὐτόν.
“那么请告诉我,”居鲁士说,“对于这国境前沿的要塞——即你们所说修筑来防备许尔卡尼亚人和萨卡人、作为保卫这片领土免受战祸的藩篱——你认为若是那个宦官率军前去,守备官会放他进去吗?”“必定会的,”戈布里亚斯说,“只要他是像如今这样未受怀疑地前去见他。”
οὐκοῦν, ἔφη, ἀνύποπτος ἂν εἴη, εἰ προσβάλοιμι μὲν ἐγὼ πρὸς τὰ χωρία αὐτοῦ ὡς λαβεῖν βουλόμενος, ἀπομάχοιτο δὲ ἐκεῖνος ἀνὰ κράτος· καὶ λάβοιμι μὲν αὐτοῦ τι ἐγώ, ἀντιλάβοι δὲ κἀκεῖνος ἡμῶν ἢ ἄλλους τινὰς ἢ καὶ ἀγγέλους πεμπομένους ὑπʼ ἐμοῦ πρὸς τούτους οὕς φατε πολεμίους τῷ Ἀσσυρίῳ εἶναι· καὶ οἱ μὲν ληφθέντες λέγοιεν ὅτι ἐπὶ στρατεύματα ἔρχονται καὶ κλίμακας ὡς ἐπὶ τὸ φρούριον ἄξοντες, ὁ δʼ εὐνοῦχος ἀκούσας προσποιήσαιτο προαγγεῖλαι βουλόμενος ταῦτα παρεῖναι;
“那么,”居鲁士说,“如果我前去进攻他的城镇,装作企图占领的样子,而他全力抵抗;并且我攻占他的一处地方,他也反过来俘获我们的一些人,或是其他人,甚至是我派去联络你们所说是亚述人敌人的使者;被俘之人供称他们是去调兵并为进攻要塞搬运云梯,而宦官听闻之后,假装是想预先报信而前去通报,这样一来他不就不受怀疑了吗?”
καὶ ὁ Γωβρύας εἶπεν ὅτι οὕτω μὲν γιγνομένων σαφῶς παρείη ἂν αὐτόν, καὶ δέοιτό γʼ ἂν αὐτοῦ μένειν ἔστε σὺ ἀπέλθοις. οὐκοῦν, ἔφη ὁ Κῦρος, εἴ γε ἅπαξ εἰσέλθοι, δύναιτʼ ἂν ἡμῖν ὑποχείριον ποιῆσαι τὸ χωρίον;
戈布里亚斯说,如果事情照此进行,守备官必定会放他进去,甚至会恳求他留驻,直到您退兵为止。“那么,”居鲁士说,“他一旦进驻,岂不能替我们将该要塞置于我们掌控之下吗?”
εἰκὸς γοῦν, ἔφη ὁ Γωβρύας, τὰ μὲν ἔνδον ἐκείνου συμπαρασκευάζοντος, τὰ δʼ ἔξωθεν σοῦ ἰσχυρότερα προσάγοντος. ἴθι οὖν, ἔφη, καὶ πειρῶ ταῦτα διδάξας καὶ διαπραξάμενος παρεῖναι· πιστὰ δὲ αὐτῷ οὐκ ἂν μείζω οὔτʼ εἴποις οὔτε δείξαις ὧν αὐτὸς σὺ τυγχάνεις παρʼ ἡμῶν εἰληφώς.2
“这极有可能,”戈布里亚斯说,“他在内部从旁接应,而您从外部以更强大的兵力压境。”“那么去吧,”居鲁士说,“设法将这些计策告知他并商定周全,然后回来;因为对于他而言,你绝不可能说出或出示比你自己从我们这里实际获得的更大的信物了。”
ἐκ τούτου ᾤχετο μὲν ὁ Γωβρύας· ἄσμενος δὲ ἰδὼν αὐτὸν ὁ εὐνοῦχος συνωμολόγει τε πάντα καὶ συνέθετο ἃ ἔδει. ἐπεὶ δὲ ἀπήγγειλεν ὁ Γωβρύας ὅτι πάντα δοκοίη ἰσχυρῶς τῷ εὐνούχῳ τὰ ἐπισταλέντα, ἐκ τούτου τῇ ὑστεραίᾳ προσέβαλε μὲν ὁ Κῦρος, ἀπεμάχετο δὲ ὁ Γαδάτας. ἦν δὲ καὶ ὃ ἔλαβε χωρίον ὁ Κῦρος, ὁποῖον ἔφη ὁ Γαδάτας.
于是戈布里亚斯离去了;宦官欣喜地见到他,完全赞同一切,并定下了应办之事。当戈布里亚斯回报称宦官对所传达的一切计划都极力赞同时,次日居鲁士便发起了进攻,而加达塔斯奋力防守。居鲁士还攻取了一座据点,正如加达塔斯所说的那样。
τῶν δὲ ἀγγέλων οὓς ἔπεμψεν ὁ Κῦρος προειπὼν ᾗ πορεύσοιντο, ὅπως ἄγοιεν τὰ στρατεύματα καὶ τὰς κλίμακας κομίζοιεν, τοὺς μὲν εἴασεν ὁ Γαδάτας διαφεύγειν· οὓς δʼ ἔλαβε, βασανίζων ἐναντίον πολλῶν, ὡς ἤκουσεν ἐφʼ ἃ ἔφασαν πορεύεσθαι, εὐθέως συσκευασάμενος ὡς ἐξαγγελῶν τῆς νυκτὸς ἐπορεύετο.
在居鲁士事先指明行军路线、以便引导大军并运送云梯而派出的使者中,加达塔斯放任一部分人逃脱;而对于俘获的人,他在众人面前拷问,在听到他们宣称为何目的而进发之后,立即收拾行装,趁夜出发,装作要去通风报信。
τέλος δὲ πιστευθεὶς ὡς βοηθὸς εἰσέρχεται εἰς τὸ φρούριον· καὶ τέως μὲν συμπαρεσκεύαζεν ὅ τι δύναιτο τῷ φρουράρχῳ· ἐπεὶ δὲ ὁ Κῦρος ἦλθε, καταλαμβάνει τὸ χωρίον συνεργοὺς ποιησάμενος καὶ τοὺς παρὰ τοῦ Κύρου αἰχμαλώτους.
最终,他作为援军被深信不疑而得以进入要塞;起初他尽其所能协助守备官筹备防务;及至居鲁士兵临城下,他甚至收服居鲁士方面的俘虏作为内应,夺取了要塞。
ἐπεὶ δὲ τοῦτο ἐγένετο, εὐθὺς ὁ εὐνοῦχος τὰ ἔνδον καταστήσας ἐξῆλθε πρὸς τὸν Κῦρον, καὶ τῷ νόμῳ προσκυνήσας εἶπε, χαῖρε, Κῦρε.
此事办成之后,宦官立即平定了内部,走出来拜见居鲁士,按照习俗俯首行礼,说道:“居鲁士,祝您欢欣。”
ἀλλὰ ποιῶ ταῦτʼ,3 ἔφη· σὺ γάρ με σὺν τοῖς θεοῖς οὐ κελεύεις μόνον ἀλλὰ καὶ ἀναγκάζεις χαίρειν. εὖ γὰρ ἴσθι, ἔφη, ὅτι ἐγὼ μέγα ποιοῦμαι φίλιον τοῦτο τὸ χωρίον τοῖς ἐνθάδε συμμάχοις καταλείπων· σοῦ δʼ, ἔφη, ὦ Γαδάτα, ὁ Ἀσσύριος παῖδας μέν, ὡς ἔοικε, τὸ ποιεῖσθαι4 ἀφείλετο, οὐ μέντοι τό γε φίλους δύνασθαι κτᾶσθαι ἀπεστέρησεν· ἀλλʼ εὖ ἴσθι ὅτι ἡμᾶς τοιούτους τῷ ἔργῳ τούτῳ φίλους πεποίησαι, οἵ σοι, ἐὰν δυνώμεθα, πειρασόμεθα μὴ χείρους βοηθοὶ παραστῆναι ἢ εἰ παῖδας ἐκγόνους ἐκέκτησο. ὁ μὲν ταῦτʼ ἔλεγεν.
居鲁士说:“我确实正在欢欣;因为在神明护佑下,你不仅祝我欢欣,更迫使我欢欣。你要深知,”他说,“我极其看重将这座要塞留作本地盟友的友好屏障;加达塔斯啊,亚述王看来固然剥夺了你生儿育女的可能,却未曾剥夺你结交朋友的能力;你要深知,你凭这一善举使我们成为了你这般的朋友,只要我们力所能及,我们将竭力作为援手侍奉在你身旁,绝不亚于你育有亲生骨肉。”他如此说道。
ἐν δὲ τούτῳ ὁ Ὑρκάνιος ἄρτι ᾐσθημένος τὸ γεγενημένον προσθεῖ τῷ Κύρῳ καὶ λαβὼν τὴν δεξιὰν αὐτοῦ εἶπεν· ὦ μέγα ἀγαθὸν σὺ τοῖς φίλοις Κῦρε, ὡς πολλήν με τοῖς θεοῖς ποιεῖς χάριν ὀφείλειν ὅτι σοί με συνήγαγον.
就在此时,刚刚得知所发生之事的许尔卡尼亚人奔向居鲁士,握住他的右手说道:“居鲁士啊,你是朋友的无上福祉,你让我对神明欠下了何等深厚的恩情,只因他们让我与你结识!”
ἴθι νυν, ἔφη ὁ Κῦρος, καὶ λαβὼν τὸ χωρίον οὕπερ ἕνεκά με ἀσπάζῃ διατίθει αὐτὸ οὕτως ὡς ἂν τῷ ὑμετέρῳ φύλῳ πλείστου ἄξιον ᾖ καὶ τοῖς ἄλλοις συμμάχοις, μάλιστα δʼ, ἔφη, Γαδάτᾳ τουτῳΐ, ὃς ἡμῖν αὐτὸ λαβὼν παραδίδωσι.
居鲁士说:“去吧,既然你因这座要塞而向我致意,就去接管它,并妥善处置它,使之对你们的部族和其余的盟友具有最大的价值,而尤其是,”他说,“对这位加达塔斯而言,正是他夺取了它并交到了我们手中。”
- 5.3.11εἰς τὸ φρούριον
句首的介词短语 εἰς τὸ φρούριον 通过倒装跨度(hyperbaton)修饰句末附近的从属不定式 παρεθῆναι,此结构起到了将所讨论的要塞作为话题前置(topicalization)的作用。
- 5.3.14ὧν αὐτὸς σὺ τυγχάνεις παρʼ ἡμῶν εἰληφώς
关系代词的格吸引现象。省略的先行词本是由比较级 μείζω 所支配的属格(τούτων),而关系代词本身作为 εἰληφώς 的宾语本应为宾格(ἅ),受先行词格位影响被吸引为属格 ὧν。
- 5.3.19ἀλλὰ ποιῶ ταῦτʼ
对传统问候语 χαῖρε(字面义为“喜悦”,引申为“问候、万岁”)的语用文字游戏。居鲁士取其字面义回答“我确实正在这样做”(ποιῶ ταῦτα),接下来的 οὐ κελεύεις μόνον ἀλλὰ καὶ ἀναγκάζεις χαίρειν 进一步阐明了此意。
- 5.3.19τὸ ποιεῖσθαι
带冠词不定式 τὸ ποιεῖσθαι(中间态,意为“为自己繁衍/生养子女”)作动词 ἀφείλετο 的直接宾语(宾格),并与下文的带冠词不定式短语 τό γε φίλους δύνασθαι κτᾶσθαι 构成平行的宾格结构。
