- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.3.1-5.3.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士率军进入敌境并实施掳掠,将所获大部赠与戈布里亚斯以彰显大度,随后兵临巴比伦城下求战;亚述王推延至三十日后再战,居鲁士遂指示戈布里亚斯前去联络被阉割的迦达塔斯作为内应。
οὕτω μὲν δὴ πορευόμενοι τεταρταῖοι1 πρὸς τοῖς ὁρίοις τῆς Γωβρύα χώρας ἐγένοντο. ὡς δὲ ἐν τῇ πολεμίᾳ ἦν, κατέστησε λαβὼν ἐν τάξει μεθʼ ἑαυτοῦ τούς τε πεζοὺς καὶ τῶν ἱππέων ὅσους ἐδόκει καλῶς αὐτῷ ἔχειν· τοὺς δʼ ἄλλους ἱππέας ἀφῆκε καταθεῖν, καὶ ἐκέλευσε τοὺς μὲν ὅπλα ἔχοντας κατακαίνειν, τοὺς δʼ ἄλλους καὶ πρόβατα ὅσα ἂν λάβωσι πρὸς αὑτὸν ἄγειν. ἐκέλευσε δὲ καὶ τοὺς Πέρσας συγκαταθεῖν· καὶ ἧκον πολλοὶ μὲν αὐτῶν κατακεκυλισμένοι ἀπὸ τῶν ἵππων, πολλοὶ δὲ καὶ λείαν πλείστην ἄγοντες.
他们这样行军,在第四天便抵达了戈布里亚斯领地的边界。进入敌境后,居鲁士带上步兵以及他认为适宜数量的骑兵,将他们整队布置在自己身边,而让其余的骑兵前去掳掠,命令他们诛杀持械之人,将其余的人以及所捕获的一切牲畜带到他这里来。他还命令波斯兵也一同前去掳掠;他们当中许多人从马背上摔滚下来,但也有许多人押运着极丰厚的战利品归来。
ὡς δὲ παρῆν ἡ λεία, συγκαλέσας τούς τε τῶν Μήδων ἄρχοντας καὶ τῶν Ὑρκανίων καὶ τοὺς ὁμοτίμους ἔλεξεν ὧδε. ἄνδρες φίλοι, ἐξένισεν ἡμᾶς ἅπαντας πολλοῖς ἀγαθοῖς Γωβρύας. εἰ οὖν, ἔφη, τοῖς θεοῖς ἐξελόντες τὰ νομιζόμενα καὶ τῇ στρατιᾷ τὰ ἱκανὰ τὴν ἄλλην τούτῳ δοίημεν λείαν, ἆρʼ ἄν, ἔφη, καλὸν ποιήσαιμεν τῷ εὐθὺς φανεροὶ εἶναι2 ὅτι καὶ τοὺς εὖ ποιοῦντας πειρώμεθα νικᾶν εὖ ποιοῦντες;
当战利品运抵齐备,他召集了米底人、许尔卡尼亚人的将领以及同等地位者,开口说道:“朋友们,戈布里亚斯曾以丰盛的款待厚待我们全体。那么,如果我们为神明留出合乎惯例之份,把军队所需之物提取充足,而将其余的战利品赠送给他,以立刻表明我们亦竭力以善行压倒善待我们之人,这岂不是一件美事吗?”
ὡς δὲ τοῦτʼ ἤκουσαν, πάντες μὲν ἐπῄνουν, πάντες δʼ ἐνεκωμίαζον· εἷς δὲ καὶ ἔλεξεν ὧδε· πάνυ, ἔφη, ὦ Κῦρε, τοῦτο ποιήσωμεν· καὶ γάρ μοι δοκεῖ, ἔφη, ὁ Γωβρύας πτωχούς τινας ἡμᾶς νομίζειν, ὅτι οὐ δαρεικῶν μεστοὶ ἥκομεν οὐδὲ ἐκ χρυσῶν πίνομεν φιαλῶν· εἰ δὲ τοῦτο ποιήσομεν, γνοίη ἄν, ἔφη, ὅτι ἔστιν ἐλευθερίους εἶναι καὶ ἄνευ χρυσοῦ.
听闻此言,众人都交口称赞;其中一人甚至这样说道:“居鲁士啊,我们务必照此办理;因为在我看来,戈布里亚斯似乎把我们视作了乞丐,只因我们来时并未携满大流克金币,亦未曾用金杯饮酒;但如果我们这样做,他就会明白,即便没有黄金,人也是可以慷慨大度的。”
ἄγε δή, ἔφη, τὰ τῶν θεῶν ἀποδόντες τοῖς μάγοις καὶ ὅσα τῇ στρατιᾷ ἱκανὰ ἐξελόντες τἆλλα καλέσαντες τὸν Γωβρύαν δότε αὐτῷ· οὕτω δὴ λαβόντες ἐκεῖνοι ὅσα ἔδει τἆλλα ἔδοσαν τῷ Γωβρύᾳ.
居鲁士说:“既然如此,且将敬神之物交予祭司,并提取足够全军之用后,便唤来戈布里亚斯,将其余的赠予他。”于是他们收取了应得之物,将其余的尽数赠予戈布里亚斯。
ἐκ τούτου δὴ ᾔει πρὸς Βαβυλῶνα παραταξάμενος ὥσπερ ὅτε ἡ μάχη ἦν. ὡς δʼ οὐκ ἀντεξῇσαν οἱ Ἀσσύριοι, ἐκέλευσεν ὁ Κῦρος τὸν Γωβρύαν προσελάσαντα εἰπεῖν ὅτι εἰ βούλεται ὁ βασιλεὺς ἐξιὼν ὑπὲρ τῆς χώρας μάχεσθαι, κἂν αὐτὸς σὺν ἐκείνῳ μάχοιτο· εἰ δὲ μὴ ἀμυνεῖ τῇ χώρᾳ, ὅτι ἀνάγκη τοῖς κρατοῦσι πείθεσθαι.
自此以后,他便列好如同战时一般的阵势向巴比伦进发。见亚述人未曾迎出应战,居鲁士命戈布里亚斯驰马近前传话:倘若国王愿出城为国土而战,他本人也愿与之一决雌雄;但若不出兵保卫疆土,就必须顺从征服者。
ὁ μὲν δὴ Γωβρύας προσελάσας ἔνθα ἀσφαλὲς ἦν ταῦτα εἶπεν, ὁ δʼ αὐτῷ ἐξέπεμψεν ἀποκρινούμενον τοιάδε· δεσπότης ὁ σὸς λέγει, ὦ Γωβρύα, οὐχ ὅτι ἀπέκτεινά σου τὸν υἱὸν μεταμέλει μοι, ἀλλʼ ὅτι οὐ καὶ σὲ προσαπέκτεινα. μάχεσθαι δὲ ἐὰν βούλησθε, ἥκετε εἰς τριακοστὴν ἡμέραν· νῦν δʼ οὔπω ἡμῖν σχολή· ἔτι γὰρ παρασκευαζόμεθα.
戈布里亚斯驰马来到安全地带,传达了这番话;对方则派人前来如此答复:“你的主人说:戈布里亚斯啊,我并非后悔杀了你的儿子,而是后悔未曾连同你一并诛杀。若想交战,且在第三十天前来;如今我们尚无闲暇,因为仍在备战。”
ὁ δὲ Γωβρύας εἶπεν· ἀλλὰ μήποτέ σοι λήξειεν αὕτη ἡ μεταμέλεια· δῆλον γὰρ ὅτι ἀνιῶ σέ τι, ἐξ οὗ αὕτη σε ἡ μεταμέλεια ἔχει.
戈布里亚斯答道:“愿你这种悔恨永无止境;因为既然这种悔恨萦绕着你,显然我确已使你痛楚。”
ὁ μὲν δὴ Γωβρύας ἀπήγγειλε τὰ τοῦ Ἀσσυρίου· ὁ δὲ Κῦρος ἀκούσας ταῦτα ἀπήγαγε τὸ στράτευμα· καὶ καλέσας τὸν Γωβρύαν εἰπέ μοι, ἔφη, οὐκ ἔλεγες μέντοι σὺ ὅτι τὸν ἐκτμηθέντα ὑπὸ τοῦ Ἀσσυρίου οἴει ἂν σὺν ἡμῖν γενέσθαι; εὖ μὲν οὖν, ἔφη, δοκῶ εἰδέναι· πολλὰ γὰρ δὴ ἔγωγε κἀκεῖνος ἐπαρρησιασάμεθα πρὸς ἀλλήλους.
戈布里亚斯转达了亚述人的回话;居鲁士闻讯后便率军引退。他召来戈布里亚斯问道:“请告诉我,你此前不是说过,你以为那个被亚述王阉割之人会站在我们这边吗?”戈布里亚斯答道:“我深信自己确实知晓;因为我与他彼此之间曾推心置腹地谈论过许多。”
ὁπότε τοίνυν σοι δοκεῖ καλῶς ἔχειν, πρόσιθι πρὸς αὐτόν· καὶ πρῶτον μὲν οὕτω ποίει ὅπως ἂν αὐτοὶ ὅ τι ἂν λέγῃ εἰδῆτε·3 ἐπειδὰν δὲ συγγένῃ αὐτῷ, ἐὰν γνῷς αὐτὸν φίλον βουλόμενον εἶναι, τοῦτο δεῖ μηχανᾶσθαι ὅπως λάθῃ φίλος ὢν ἡμῖν· οὔτε γὰρ ἂν φίλους τις ποιήσειεν ἄλλως πως πλείω ἀγαθὰ ἐν πολέμῳ ἢ πολέμιος δοκῶν εἶναι οὔτʼ ἂν ἐχθροὺς πλείω τις βλάψειεν ἄλλως πως ἢ φίλος δοκῶν εἶναι.
居鲁士说:“既然如此,何时你认为适宜,便去见他;首先要设法做到只有你们二人知晓他所说的话;及至与他会面后,若你探知他愿与我们交好,便须设法隐瞒他是我们朋友的实情;因为在战争中,一个人若非假装为敌,便绝不能给友人带来更大的益处;一个人若非假装为友,亦绝不能给敌人带来更大的伤害。”
καὶ μήν, ἔφη ὁ Γωβρύας, οἶδʼ ὅτι κἂν πρίαιτο Γαδάτας τὸ μέγα τι ποιῆσαι κακὸν4 τὸν νῦν βασιλέα Ἀσσυρίων. ἀλλʼ ὅ τι ἂν δύναιτο, τοῦτο δεῖ καὶ ἡμᾶς σκοπεῖν.
戈布里亚斯说:“确实如此,我知道加达塔斯哪怕付出重金,也巴不得给现今的亚述王带来某种沉重打击。但他究竟能做些什么,这也是我们必须考量的。”
- 5.3.1τεταρταῖοι
表示时间的序数形容词作表语用法,意为“在第四天”,其性、数、格与主语保持一致。
- 5.3.2τῷ εὐθὺς φανεροὶ εἶναι
定冠词与格不定式结构(τῷ εἶναι),表手段或原因(“借着/在……方面”);表语形容词 φανεροί 受主句主语同格吸引而采用主格。
- 5.3.9ὅπως ἂν αὐτοὶ ὅ τι ἂν λέγῃ εἰδῆτε
由 ὅπως ἄν 引导接虚拟式(εἰδῆτε)的努力/目的从句;复数主格强调代词 αὐτοί 表示排他含义,即“仅仅你们二人/无旁人在场”。
- 5.3.10κἂν πρίαιτο ... τὸ μέγα τι ποιῆσαι κακόν
κἂν 为 καὶ ἄν 的缩合,与不定过去式希求法 πρίαιτο 连用构成可能希求法;冠词不定式短语 τὸ ... ποιῆσαι 充当动词 πρίαιτο 的直接宾语(“纵使付出代价也甘愿做……”)。
